18.07.2013 Views

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ὧν τινῶν, οὐδὲ τὸ σκῶρ θεμιτὸν ἐκβαλεῖν θεοί. Ἐτυμολογία δὲ ἰχθύος ἐκ τοῦ ἷγμαι

ἷξαι ἷκται, τραπέντων τῶν δύο ψιλῶν συμφώνων εἰς τὰ σφῶν ἀντίστοιχα, καὶ

ἀκολούθως ψιλωθέντος καὶ τοῦ κατάρχοντος ἰῶτα διὰ τὸ ἐπαγόμενον δασὺ ˉχ, οὗ

περ οὐ δύναται προκεῖσθαι δασεῖα, δίχα γε τοῦ ᾗχι ὅ πέρ ἐστιν ὅπου. Ὅτι δὲ τοὺς

ἰχθῦς ἅπαντας Ἐμπεδοκλῆς καμασήνας λέγει, καὶ διατί, καὶ ὅτι φιλόκρεως ἀνὴρ

εἴποι ἂν τὸ, μηδέ ποτ' ἰχθὺν ὦ 2.23 ∆ευκαλίων μήδ' ἂν αἰτῶ παραθῇς, καὶ ὅτι ἐν

Λυκίᾳ καὶ ἰχθυομάντεις ἦσαν τινὲς, παρ' οἷς ὁ ἱερεὺς χρησμοὺς ἐδίδου, ὀρφῶν

φαινομένων ἢ φαλλαινῶν ἢ πρηστίδων μεγάλων τε καὶ πολλῶν, καὶ ὅτι τῶν

εἰρημένων ὀρφῶν ἡ εὐθεῖα ἡ κατὰ τὰ ἑνικὰ διφορεῖται, καθὰ καὶ ὁ λαγὸς, κατὰ δέ

τινας καὶ ὁ ταὸς, ἔτι δὲ καὶ ὁ κάλος, καὶ ὅτι τοῦ ὀρφὸς, ὃ γράφεται διὰ τοῦ ˉο μικροῦ,

χρῆσις ἐν τῷ, ὀρφοῖσι σελαχίοις τε καὶ φάγροις βορὰν, καὶ ὅτι ὁ νέος ὀρφὸς ὑπ'

ἐνίων ὀρφακίνης ὑποκοριστικῷ τύπῳ καλεῖται, ὡς ἀπὸ τοῦ ὄρφαξ ὄρφακος ὡς

μείρακος, καὶ ὅτι τοὺς μὴ κατὰ τὸν Ὅμηρον εἰπεῖν ὀλίγους ἰχθύας, ἀλλὰ δηλαδὴ

μεγάλους, νενομηκέναι τις εἶπεν ἀνθρωποφάγους ἰχθῦς διὰ τὸ πολυδάπανον τῶν

ἐξωνουμένων αὐτοὺς, ἕτερος δέ τις, θεοὺς τοὺς τοιούτους ὠνόμασε διὰ τὸ

πολύτιμον, οἷον, ἀνθίαν, λάβρακα, καὶ τοὺς λοιποὺς, καὶ ὅτι βόες περί που τὴν

Θρᾴκην ἰχθύας ἤσθιον παραβαλλομένους αὐτοῖς ἐς τὰς φάτνας, καὶ ὅτι Ἐφίππου τοῦ

ποιητοῦ τὸ, φράζε ἰχθῦς φρονοῦντας μή μοι βρέφη, ἀνδρός ἐστι λόγος φιλοῦντος

μὲν τοὺς μείζονας, ἐκφαυλίζοντος δὲ τὰ ἰχθύδια, καὶ ὅτι πολλοὶ ἱστοροῦνται

φιλίχθυες ἐν τοῖς τοῦ Ἀθηναίου ἔστιν εὑρεῖν, παρ' ᾧ κεῖται καὶ ὅτι αἱ ∆ηλιάδες,

ἤγουν αἱ κατὰ τὴν ∆ῆλον νῆσον γυναῖκες, θύουσαι τῇ Βριζοῖ, αὕτη δ' ἐστὶν ἡ ἐν

ὕπνῳ μάντις, προσφέρουσιν αὐτῇ σκάφας πλήρεις ἁπάντων ἀγαθῶν, διὰ τὸ εὔχεσθαι

αὐτήν, φησι, καὶ ὑπὲρ πλοίων σωτηρίας. Ἔνθα ὅρα τὸ Βριζὼ ὡς ἡ Σαπφὼ κύριον

δῆθεν ὄνομα. ὃ χρήσιμον εἰς τὸ βρίζειν ἤγουν μετὰ βορὰν κοιμᾶσθαι, οὗ χρῆσις καὶ

παρ' Ὁμήρῳ. ὁ αὐτὸς δὲ ῥήτωρ καὶ ἄλλως ἰχθύας ἀποσεμνύνων ὡς θεοῖς φίλους

φησὶ πένητες, οὐκ ἔχοντες ἀγοράσαι ὑπογάστριον θύννακος, οὐδὲ κρανίον

λάβρακος, οὐδὲ γόγγρον, οὐδὲ σηπίας, ἃς οὐδὲ μάκαρας ὑπερορᾶν οἶμαι θεούς. Ἐν

οἷς ὅρα τὸ θύννακος ὑποκορισθὲν ὁμοίως τῷ ὄρφακος. ἔτι ἐκεῖνος παρῳδίαν ποιῶν

ἐπὶ ὁμοίᾳ ἐννοίᾳ φησί· θυννίδα κἂν ξηρὰν ἐθέλῃς ἐσθίειν, γενναῖαι πέλονται,

ἀθανάτοισι θεοῖσι φυὴν καὶ εἶδος ὁμοῖαι. ἂν δ' ὄξει ῥάνας παραθῇς, ἀπόλωλεν

ἐκείνη. δῆλον δ' ὅτι παρὰ τὸ θύνω τὸ ὁρμῶ, διπλωθέντος τοῦ ἀμεταβόλου, γίνεται ὁ

θύννος. καὶ ὅτι ῥῆμα ὁ Λουκιανὸς ἐξ αὐτοῦ παίζων παρήγαγε τὸ ἀποθυννίζεσθαι

ἤγουν περιφρονεῖσθαι, ὡς τοῦ θύννου μὴ σπουδαστοῦ ἰχθύος ὄντος, εἰ καὶ ἄλλοι

πάνυ σεμνύνουσιν αὐτόν. ∆όλος δὲ παρὰ τὸ δέλω γίνεται, ἀφ' οὗ καὶ τὸ δέλεαρ καὶ

τὸ ὡς λεβήτιον, οὕτω καὶ δελήτιον. (ῃερς. 253.) Κέρας δὲ βοὸς κεράτινόν, φασι, λέγει

συρίγγιον προτιθέμενον τοῦ ἀγκίστρου εἰς ἀσφάλειαν τῆς ὁρμιᾶς. καὶ ἄλλως δὲ

φράσαι τὸ αὐτὸ κατὰ τοὺς παλαιοὺς, εἰώθασιν οἱ ἁλιεῖς μεταξὺ τοῦ ἀγκίστρου καὶ

τῆς σπάρτου, κέρας βόεον προσάπτειν, ἵνα καταπιόντες τὸ ἄγκιστρον οἱ ἰχθύες μὴ

ἀποτρώγωσι τὴν σπάρτον. ἕτεροι δὲ κέρας τὴν τρίχα εἶπον. γέγραπται δὲ περὶ τοῦ

τοιούτου κέρατος ἐν τῇ Ἰλιάδι πλατύτερον. (ῃερς. 254.) Τὸ δὲ ἀσπαίροντα

ἐλλειπτικῶς ἔχει· λείπει γὰρ τὸ ἰχθὺν, νοούμενον δηλαδὴ ἀπὸ κοινοῦ. ἔστι δὲ

συνήθως ἀσπαίρειν τὸ σπᾶσθαι καὶ ἐπωδύνως κινεῖσθαι. Ἐν δὲ τῷ, ποτὶ πέτρας, ἢ

συνήθης τῷ ποιητῇ ἐστὶ πλεονασμὸς τῆς μιᾶς εἰς πολλὰς, ἢ πρὸς ἀλήθειαν τὴν τοῦ

σκοπέλου φύσιν λέγει, ὡς τῇ ῥωχμώδει διαθέσει διαιρουμένου εἰς πέτρας πολλάς.

(ῃερς. 246.) Ἰστέον δὲ ὅτι οἱ παλαιοὶ καὶ ὀνόματα τῶν ἁρπασθέντων ἀφῆκαν τοῖς

μετ' αὐτοὺς ταῦτα· Στήσιον, Ὁρμένιον, Ἀμφίνομον, Ἄγχιμον, Ὄρνυτον, καὶ

Σίνωπον, οὗ πρὸς ὁμοιότητἡρωῒς Σινώπη, ἀφ' ἧς ὁμωνύμως ἡ κατὰ Σινώπην

χερόννησος. (ῃερς. 260.) Ὅτι ἐν τῷ, ἐπεὶ πέτρας φύγομεν δεινήν τε Χάρυβδιν,

Σκύλλην τε, αὐτίκ' ἔπειτα θεοῦ ἐς ἀμύμονα νῆσον ἱκόμεθα, τὴν τοῦ Ἡλίου δηλαδὴ,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

26

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!