18.07.2013 Views

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

Commentarii ad Homeri Odysseam ii 2.1 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ...

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

δηλοῖ ὁ εἰπὼν οὕτως· ἄντλος, ἀντλία, δεξαμενή. λέγεται δέ, φησι, καὶ γαῦλος ἡ

ἀντλία. ἐντεῦθεν δὲ καὶ τὸ ἀγγεῖον, ᾧ ἀντλεῖται τὸ τοιοῦτον ὕδωρ, ἀντλίον, φασὶν,

ἐκαλεῖτο, κατὰ δέ τινας καὶ ἀντλιαντλητήρ. λέγει οὖν τῶν τις παλαιῶν, ὅτι

ἀντλιαντλητῆρα, κάδδον δὲ οὐ δεῖ λέγειν. χρῆσις δὲ τοῦ ἄντλου καὶ παρὰ τῷ

Ὀππιανῷ. (ῃερς. 412.) Τὸ δὲ ἀράσσειν τραχύτερον τοῦ λακεῖν. διὸ καὶ τὸ, ἔλακεν

ὀστέα, λειοτέραν ἔχει φωνὴν τοῦ ἄραξεν ὀστέα. (ῃερς. 413.) Ἀρνευτὴρ δὲ ὅτι ὁ

κυβιστητὴρ λέγεται, καὶ ὅτι ἐκ τῶν ἀρνῶν ἡ λέξις παράγεται, ἐν τοῖς εἰς τὴν Ἰλιάδα

ἐδηλώθη. (ῃερς. 414.) Ἐν δὲ τῷ, κάππεσεν ἀπ' ἰκριόφιν, τὰ περὶ τὴν πρύμναν ἴκρια

δηλοῖ. ὡς δὲ καὶ περὶ πρώραν καὶ περὶ τὸ μέσον εἰσὶ, προδεδήλωται. Τὸ δὲ ἀγήνωρ

εἰκῇ παρέῤῥιπται πρὸς ἐντέλειαν ἔπους ἐν τῷ, λίπε δ' ὀστέα θυμὸς ἀγήνωρ. (ῃερς.

415.) Τὸ δὲ ἄμυδις βρόντησε καὶ ἑξῆς, σύγχρονον δηλοῖ τῇ τοῦ νέφους ῥήξει καὶ τῇ

ἐντεῦθεν βροντῇ, τὴν τοῦ κεραυνοῦ ἐκδρομήν. (ῃερς. 417.) Τὸ δὲ θεῖον, ὡς δηλοῖ καὶ

θέαφον, καὶ ἡ κατὰ τοῦτο δὲ ἔννοια, ἐδηλώθη ἐν Ἰλιάδι. ῥηθήσεται δέ τι καὶ ἐν τοῖς

μετὰ ταῦτα περὶ αὐτοῦ. ἐνταῦθα δὲ τὸ, ἐν δὲ θεείου πλῆτο, ἑρμηνεύουσιν οἱ παλαιοὶ,

ἐπλήσθη πυρὸς, πλεονασμῷ τοῦ ˉε. (ῃερς. 420.) Τοῖχοι δὲ νεὼς τὰ ἑκατέρωθεν

πλάγια τοῦ πλοίου. ὧν πέρας ἡ πρύμνη καὶ ἡ πρώρα. καὶ ἦσαν τινὲς ἐν τοῖς μεγάλοις

τῶν πλοίων, ὁ μέν τις τοῦ δεξιοῦ τοίχου ἄρχων, ὁ δὲ τοῦ ἀριστεροῦ, καθὰ καὶ

πρύμνην μὲν προΐσταται κυβερνήτης, πρώραν δὲ διοικονομεῖται ὁ πρωρεύς. ἔστι δὲ

εἰπεῖν καὶ ὅτι ὡς οἷα μεταφορητός τις οἶκος οὖσα ἡ ναῦς, καὶ τοίχους ἔχειν λέγεται.

οἳ καὶ λύονται ἐν ναυαγίῳ, καθὰ καὶ πόλεως κρήδεμνα ἐν πολιορκίᾳ ἥ τις εἴη ἂν

ναυάγιον πόλεως. Ὅτι Ὀδυσσεὺς ὁ ἐν τοῖς πρὸ τούτων τῇ Λευκοθέᾳ μὴ πεισθεὶς τὴν

σχεδίαν μὲν καταλιπεῖν ἀνέμοις φέρεσθαι, νήχεσθαι δὲ, οὐ τότε πρώτως τὸν

τοιοῦτον εὗρε νοῦν, ἀλλ' ἐντεῦθεν εἶχε κερδήσας. φησὶ γοῦν ὅτι καὶ μετὰ τὸ

ναυάγιον ἐγὼ διὰ νηὸς ἐφοίτων ὄφρ' ἀπὸ τοίχους (ῃερς. 421.) ἔλυσε κλύδων

τρόπιος, ἤγουν διέσπασεν ἐκ τῆς τρόπεως, λύσας τῆς ἁρμονίας καὶ τῆς συνδέσεως.

(ῃερς. 423.) τὴν δὲ ψιλὴν φέρε κῦμα, τουτέστι τὴν τρόπιν. εἶτα ἐν μεγίστῃ δυστυχίᾳ

βραχύ τι σχὼν ἀγαθὸν βλέπει τὸν ἱστὸν ἀραχθέντα πρὸς τὴν τρόπιν μετὰ καὶ

ἐπιτόνου. (ῃερς. 424.) καὶ οὕτω συνείρξας, ὅ ἐστι συνδήσας, ὁμοῦ τήν τε τρόπιν καὶ

τὸν ἱστὸν καὶ ἐπικαθίσας ἐξέδοτο τοῖς ἀνέμοις ἑαυτὸν, (ῃερς. 425.) κελητίζων ἴσως

κἀνταῦθα, ὡς καὶ ἐν τοῖς μετὰ τὴν Καλυψὼ ἔπαθε. καὶ μέχρι μὲν ὀλίγου ἔπλεεν οὐ

πολὺν ἔχων κίνδυνον Ζεφύρῳ φερόμενος, ὃς ἀπῆγεν αὐτὸν τῆς τε Χαρύβδεως καὶ

τῶν σκοπέλων ὡς ἐπὶ τὴν πατρίδα. Νότος δὲ ἐπελθὼν ἐπανέστρεψεν αὐτὸν εἰς τὰ

δεινὰ, ἔνθα μικροῦ ἂν ὤλετο εἰ μὴ ὁ προῤῥηθεὶς ἐρινεὸς αὐτὸν περιεσώσατο. ἔστι δὲ

ἡ περὶ τούτων Ὁμηρικὴ φράσις τοιαύτη· (ῃερς. 422.) ἐκ δέ οἱ ἱστὸν ἄραξε ποτὶ

τρόπιν, τουτέστι προσέκρουσεν ὡς ὁμοῦ γενέσθαι αὐτὰ, ἵνα οὕτω πιθανῶς ὁ ἱστὸς

καὶ ἡ τρόπις δύναιντο φέρειν ἐφεζόμενον τὸν ἥρωα. διατοῦτο γὰρ καὶ εἰς τυτθὰ

κεασθῆναι βληθεῖσαν τὴν νῆα ἐπλάσατο, ἵνα ἡ μὲν εἰς μικρὰ κατατομὴ ἰδιάσῃ καὶ

τὴν τρόπιν καὶ τὸν ἱστὸν, ὁ δὲ κλύδων προσαράξῃ αὐτὰ, καὶ ὁ Ὀδυσσεὺς συνδήσας

τῷ ἐπιτόνῳ σχοίη ἐντεῦθεν ὄφελος. 2.34 ἐπάγει οὖν· αὐτὰρ ἐπ' αὐτῷ (ῃερς. 423.)

ἐπίτονος βέβλητο, βοὸς ῥινοῖο τετευχὼς, ἤγουν τμῆμα ὢν βοείου δέρματος, τῷ ῥ'

ἄμφω συνέεργον ὁμοῦ τρόπιν ἠδὲ καὶ ἱστόν. ἑζόμενος δ' ἐπὶ τοῖς φερόμην ὀλοοῖς

ἀνέμοισιν. ἔνθ' ἤτοι Ζέφυρος μὲν ἐπαύσατο λαίλαπι θύων. ἦλθε δ' ἐπὶ Νότος ὦκα

φέρων ἐμῷ ἄλγεα θυμῷ, ὄφρ' ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν. παννύχιος

φερόμην. ἅμα δ' Ἠελίῳ ἀνιόντι ἦλθον ἐπὶ Σκύλλης σκόπελον δεινήν τε Χάρυβδιν. ἡ

μὲν ἀνεῤῥοίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ. αὐτὰρ ἐγὼ ποτὶ μακρὸν ἐρινεὸν ὑψόσ'

ἀερθεὶς, τῷ προσφὺς ἐχόμην ὡς νυκτερίς. οὐδέ πῃ εἶχον οὔτε στηρίξαι ποσὶν

ἔμπεδον οὔτ' ἐπιβῆναι. ῥίζαι γὰρ ἑκὰς εἶχον ἢ ἦσαν. (ῃερς. 435.) ἀπήωροι δ' ἔσαν ὄζοι

μακροί τε μεγάλοι τε, κατεσκίαον δὲ Χάρυβδιν. νωλεμέως δ' ἐχόμην ὄφρ' ἐξεμέσειεν

ὀπίσω ἱστὸν καὶ τρόπιν. ἐελδομένῳ δέ μοι ἦλθον ὀψέ. ἧκα δ' ἐγὼ καθύπερθε πόδας

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

38

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!