18.07.2013 Views

Opuscula logica, physica, allegorica, alia

Opuscula logica, physica, allegorica, alia

Opuscula logica, physica, allegorica, alia

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

τελικώτατον αἴτιον· πάντα γὰρ τἀγαθοῦ δεῖται καὶ οὐδὲν τῆς ἀγαθότητος κρεῖττον εἰς

ἡμᾶς ἥκει. οὗτος οὖν ὁ παρ' ἡμῖν μὲν θεὸς ὀνομαζόμενος, παρὰ δὲ τοῖς Ἕλλησιν ἓν

λεγόμενος, ἐπὶ τὴν δημιουργίαν τῶν ὄντων ἐλθών, οὐκ εὐθὺς τὰ πλήθη

δεδημιούργηκεν οὐδὲ τὰ σώματα ὑπεστήσατο οὐδὲ τὰ ῥέοντα κατεσκεύασεν, ἀλλ' ὅσα

συγγενῆ πως τῇ ἑνοειδεῖ φύσει αὐτοῦ καθέστηκε. τὸ δὲ συγγενὲς θεῷ καί τινα πρὸς

ἐκεῖνον ὁμοιότητα κεκτημένον τὸ ὄν. ὂν δέ φημι τὸ κυρίως, οὐ τὸ μεταβαλλόμενον καὶ

ἐν ῥοῇ καὶ ἀπορροῇ τὴν ὕπαρξιν ἔχον, οὐδὲ τὸ διεστηκὸς καὶ τῇ τοῦ χρόνου τριμερείᾳ

συμμεριζόμενον, ἀλλὰ τὸ μετέχον αἰῶνος καὶ κατὰ τὸ εἶναι ἀεὶ καὶ ὁμοῦ γνωριζόμενον

καὶ διὰ ταῦτα αἰώνιον ὀνομαζόμενον· οὐ γὰρ δὴ αἰώνιον ὁ θεός, εἰ καὶ ἡ θεολόγος

φωνὴ ἐπὶ τῆς ἐκείνου φύσεως κατεχρήσατο τῷ ὀνόματι, ἀλλὰ προαιώνιον, μεθ' ὃν ὁ

αἰών, εἶτα δὴ τὸ αἰώνιον· αἰώνιον γὰρ τὸ μετέχον αἰῶνός ἐστι, τὸ δὲ μετέχον τοῦ

μετεχομένου καταδεέστερον. πῶς οὖν αἰώνιον ὁ θεός; οὐ γὰρ ὑπέρκειται αὐτοῦ ὁ αἰών.

ἀλλ' ἡμεῖς καταχρώμενοι λέγομεν τὰ κάλλιστα τῶν ὀνομάτων ἐκείνῳ ἀνατιθέντες, ὅς

γε δὴ καὶ πολυώνυμός ἐστι δι' ἡμᾶς καὶ διὰ τὴν οἰκείαν φύσιν ἀνώνυμος, καὶ τὸ

θαυμαστόν, ὅπου γε καὶ αὐτὸς ἑαυτῷ τὰ χθαμαλώτατα τῶν ὀνομάτων προσμαρτυρεῖ,

μετρῶν τοὺς λόγους πρὸς τὴν τῶν ἀκουόντων ἀσθένειαν· «ἐγὼ» γάρ «εἰμι» φησίν «ἡ

ζωὴ καὶ τὸ φῶς». καὶ τῷ Μωυσῇ δὲ ἐντελλόμενος τὴν τοῦ Ἰσραὴλ δημαγωγίαν «ἐρεῖς»,

φησί, «ὅτι ἀπέσταλκέ με ὁ ὤν». ἀλλ' ὢν ὁ θεός; ἄπαγε τοῦ λόγου· ὑπερβέβηκε γὰρ

τοῦτο. ἐκεῖνος δὲ ἕν ἐστι μόνος, ἓν δὲ οὐχ ὡς ἄτομον οὐδὲ ὡς εἶδος ἢ γένος, ἀλλ' ὡς

πάντα ἓν καὶ πρὸ πάντων ἓν καί, ὥς πού τις ἔφησε τῶν φιλοσόφων τολμηρῶς ἴσως

φθεγξάμενος, «αὐτός ἐστιν ἡ καταπιοῦσα τὰ πάντα ἁπλότης». ἀφ' οὗ δὴ πρόεισι πρώτως

τὸ ὄν, ὃ δὴ ἀμέσως ἐντυγχάνον τῷ ἑνὶ ὂν μέν ἐστι κατὰ οὐσίαν, ἓν δὲ κατὰ μετοχήν.

τοῦτο δὲ καὶ αὐθυπόστατόν ἐστιν, ὅτι μὴ δεῖται διηνεκῶς τῆς ὑφιστώσης αὐτὸ χειρός·

ἐκορέσθη δὲ ἅπαξ τῆς ποιητικῆς αἰτίας καὶ ὅλης αὐτῆς καταπολαῦσαν ἀρκεῖ ἑαυτῷ πρὸς

τὴν ὕπαρξιν. διὸ καὶ ἀκίνητόν ἐστιν, ὅτι πρώτως τοῦ ἀκινήτου μετέσχεν. Ὁ μὲν οὖν

θεὸς ἤτοι τὸ ἓν οὐκ αὐθυπόστατον· οὐ γάρ φαμεν τὸν θεὸν ἀρκεῖν ἑαυτῷ πρὸς

ὑπόστασιν· τὸ γὰρ ἀρκοῦν ἑαυτῷ αὔταρκες μόνον· τὸ δὲ αὔταρκες ἐλλεῖπον πρὸς τὴν

μετάδοσιν· ὁ δὲ θεὸς οὐκ αὐτάρκης οὐδὲ πλήρης, ἀλλ' ὑπερπλήρης, καὶ ἀπορρέουσιν ἐξ

αὐτοῦ ὥσπερ ἀπὸ κρατῆρος πλησθέντος οἱ τῆς ἀγαθότητος ὀχετοί. οἷς οὖν ὑπερβαίνει τὸ

αὔταρκες, ὑπερεκπίπτει καὶ τὸ αὐθύπαρκτον. ἓν οὖν πρῶτον, εἶτα ὄν, ὃ δὴ καὶ

αὐθύπαρκτον ὁ λόγος ἐγνώρισε, μεθ' ἃ τρίτον τὸ αὐτοκίνητον. ὅρα μοι δὲ τὴν ὑπόβασιν

καὶ θαυμάσεις τοὺς λόγους τῶν γεγονότων· ὥσπερ γὰρ τὸ ὂν ὑποβεβηκὸς τὸ ἓν ἄλλο τι

παρ' ἐκεῖνο γέγονεν, οὕτω δὴ τὸ αὐτοκίνητον μετὰ τὸ ὂν γεγονὸς οὐκέτι μεμένηκεν

ὥσπερ ἐκεῖνο ἀκίνητον, ἀλλ' ὑπέμεινε κίνησιν, ἐπειδὴ ἐν ἑαυτῷ ὡσανεὶ τὴν πηγὴν τοῦ

κινεῖσθαι εἴληχε, καὶ ἅπαξ κινηθὲν οὐ δεῖται ἐς ἀεὶ τοῦ κινοῦντος. διὰ ταῦτα

αὐτοκίνητον τοῦτο λέγεται, οἷον τὸ ἐν ἑαυτῷ ἔχον τὴν ἀρχὴν τῆς ὑποστάσεως. ὁ δὲ

Πλάτων ἑτέρως ἐφερμηνεύει τὸ αὐτοκίνητον τῇ ψυχῇ· οὗτος γὰρ ὁ ἀνὴρ προσρήματά

τινα ἐτίθει τοῖς ἀιδίοις, τὸ ὡσαύτως ἔχον καὶ τὸ αὐτὸ καὶ τὸ αὐτοόν· τὴν γὰρ ἰδέαν τοῦ

καλοῦ καὶ τὴν ὑπὲρ ταύτην ἰδέαν τοῦ ἀγαθοῦ ὡσαύτως ἔχοντα ἐκάλει καὶ αὐτὰ καὶ

αὐτοόντα, ὥσπερ Ἀριστοτέλης τὸ οὕτως ἔχον ὅπερ ὂν ὠνόμασεν. ἐπεὶ οὖν Πλάτων

μέσην ἐτίθετο τὴν ψυχὴν τοῦ ταὐτοῦ καὶ θατέρου καὶ τῶν μὲν πρώτων εἰδῶν δευτέραν,

τῶν δὲ μεριστῶν ὑπερκειμένην, αὐτοκίνητον ταύτην ὠνόμασε· καθὸ μὲν γὰρ ὅλως

κινεῖται, τοῖς μεριστοῖς ἀπείκασται, καθὸ δὲ οὐ πάντῃ μεμέρισται καὶ διέστηκε, τοῖς

αὐτοοῦσιν ᾠκείωται. μετὰ δὲ τὴν ψυχὴν ὁ σύμπας κόσμος, ὃν οὐρανὸν Ἑλλήνων παῖδές

φασιν. ὅρα δὲ κἀνταῦθά μοι τὴν ὑπόβασιν· οὗτος γὰρ καὶ μεριστὸς πάντῃ καὶ διάστατος

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

14

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!