18.07.2013 Views

Opuscula logica, physica, allegorica, alia

Opuscula logica, physica, allegorica, alia

Opuscula logica, physica, allegorica, alia

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

διάφορον τῶν προτάσεων λῆψίν τε καὶ θέσιν. ἔστι γὰρ αὐτῶν ὁ μὲν ἐν τῷ πρώτῳ, ὁ δὲ

ἐν τῷ δευτέρῳ, ὁ δὲ ἐν τῷ τρίτῳ σχήματι. Περὶ δὲ τῆς οὕτω διαλεκτικῆς λεγομένης

Ἀριστοτέλης μὲν καὶ ἐν ἄλλοις βιβλίοις πεπραγμάτευται, μάλιστα δὲ ἐν τούτοις ἃ

ἐπιγράφεται Τοπικὰ ἀπὸ τοῦ τόπους τινὰς ἐν αὐτοῖς παραδίδοσθαι, ἀφ' ὧν ὁρμώμενοι

δυνησόμεθα περὶ παντὸς προτεθέντος δι' ἐνδόξων συλλογίζεσθαι. οὐ γὰρ οἷόν τε

περὶ παντὸς τοῦ προτεθέντος ἐξ ἀληθῶν συλλογίσασθαι. τὸ γὰρ ὅτι ἡ ἡδονὴ ἀγαθὸν

τέλος δι' ἀληθῶν μὲν οὐχ οἷόν τε δεῖξαι, ὅτι μηδὲ ἀληθὲς τὸ δεικνύμενον, δι' ἐνδόξων

μέντοι οἷόν τε. ὁ γὰρ τόπος ἀρχή τίς ἐστιν ἢ στοιχεῖον, ἀφ' οὗ λαμβάνομεν τὰς περὶ

ἕκαστον ἀρχὰς ἐπιστήσαντες τὴν διάνοιαν, τῇ περιγραφῇ μὲν ὡρισμένος, τοῖς δὲ καθ'

ἕκαστα ἀόριστος. Κοινὸν δὲ διαλεκτικῇ καὶ ῥητορικῇ τὸ μὴ περὶ ἕν τι γένος

ἀφωρισμένον πραγματεύεσθαι, καὶ τὸ δι' ἐνδόξων καὶ πιθανῶν καὶ μὴ δι' οἰκείων

ἀρχῶν τῷ προκειμένῳ, καὶ τὸ ὁμοίως περὶ τὰ ἀντικείμενα ἀλλήλοις εἶναι· διαφέρουσι

δὲ ἀλλήλων τῷ τὴν μὲν διαλεκτικὴν περὶ πᾶσαν ὕλην τῇ δυνάμει κεχρῆσθαι καὶ ἐν

ἐρωτήσει ποιεῖσθαι τοὺς λόγους, τὴν δὲ ῥητορικὴν περὶ τὴν πολιτικὴν μᾶλλον καὶ

διεξοδικῶς ὡς ἐπὶ τὸ πλεῖστον καὶ περὶ τῶν καθ' ἕκαστα μᾶλλον λέγειν. Χρήσιμος δὲ ἡ

διαλεκτικὴ πραγματεία πρὸς τρία ταῦτα· πρὸς γυμνασίαν, πρὸς τὰς ἐντεύξεις, πρὸς τὰς

κατὰ φιλοσοφίαν ἐπιστήμας. Ἔστι δὲ ἀριθμῷ ἴσα καὶ τὰ αὐτὰ ἐξ ὧν τε οἱ λόγοι καὶ περὶ

ὧν οἱ συλλογισμοί. γίνονται γὰρ οἱ λόγοι ἐκ τῶν προτάσεων· περὶ ὧν δὲ οἱ συλλογισμοὶ

τὰ προβλήματά ἐστι. πᾶσα δὲ πρότασις καὶ πᾶν πρόβλημα ἢ γένος ἢ ἴδιον ἢ συμβεβηκὸς

δηλοῖ· καὶ γὰρ τὴν διαφορὰν ὡς οὖσαν γενικὴν ὁμοῦ τῷ γένει τακτέον. ἐπεὶ δὲ τοῦ ἰδίου

τὸ μὲν τί ἦν εἶναι σημαίνει, τὸ δ' οὐ σημαίνει, τὸ μὲν τί ἦν εἶναι σημαῖνον ὅρος, τὸ δὲ

λοιπὸν προσαγορευέσθω ἴδιον. τὸ δὲ ταὐτόν, ὡς τύπῳ διαλαβεῖν, τριχῇ διαιρεῖται· ἢ γὰρ

ἀριθμῷ ἢ εἴδει ἢ γένει τὸ ταὐτὸν εἰώθαμεν προσαγορεύειν. ὑπάρχουσι δ' αἱ ῥηθεῖσαι

τέτταρες διαφοραὶ περὶ τὰ δέκα γένη τῶν κατηγοριῶν. ἔστι δὲ πρότασις διαλεκτικὴ

ἐρώτησις ἔνδοξος ἢ πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς, καὶ τούτοις ἢ πᾶσιν ἢ

πλείστοις ἢ τοῖς μάλιστα γνωρίμοις, μὴ παράδοξος.

14 Σύντομος παράδοσις τῶν δεκατριῶν παραλογισμῶν

Συστεῖλαί σοι εἰς μέτρον ἐπιστολῆς τοὺς σοφιστικοὺς ἐδεήθης ἐλέγχους· αὐτὸ

γοῦν τοῦτο ποιεῖν ἐπιβέβλημαι. εἰσὶ δὲ τρόποι τοῦ ἐλέγχειν δύο· οἱ μὲν γάρ εἰσι παρὰ

τὴν λέξιν, οἱ δ' ἔξω τῆς λέξεως. Ἔστι δὲ τὰ παρὰ τὴν λέξιν ἐμποιοῦντα τὴν φαντασίαν

ἓξ τὸν ἀριθμόν· ταῦτα δ' ἔστιν· Ὁμωνυμία, οἷον «μανθάνουσιν οἱ ἐπιστάμενοι· τὰ γὰρ

ἀποστοματιζόμενα μανθάνουσιν οἱ γραμματικοί». τὸ γὰρ μανθάνειν ὁμώνυμον, τό τε

ξυνιέναι χρώμενον τῇ ἐπιστήμῃ καὶ τὸ λαμβάνειν ἐπιστήμην. Ἀμφιβολία, οἷον «ὅ τις

ὁρᾷ, τοῦτο πάντως ὁρᾷ· τὸν κίονα ὁ δεῖνα ὁρᾷ· ὁ κίων ἄρα ὁρᾷ». ἀμφιβάλλεται γὰρ ἐν

τῷ «τοῦτο πάντως ὁρᾷ» πότερον αὐτὸς ὁρᾷ ὁ ὁρῶν ἢ τὸ ὁρώμενον. Σύνθεσις, οἷον

«δυνατὸν τὸν καθήμενον βαδίζειν· ὁ δεῖνα κάθηται· βαδίζει ἄρα». ἐν ταύτῃ γὰρ ἔχει τὸν

παραλογισμὸν ὁ ἔλεγχος ὡς δυναμένης τῆς ἐννοίας καὶ συνθέτως νοεῖσθαι. ∆ιαίρεσις,

οἷον «τὰ πέντε δύο καὶ τρία· τὰ δύο καὶ τρία εἰς ἀριθμοὺς διαιρεῖσθαι οὐ δύνανται· τὰ

πέντε ἄρα εἰς ἀριθμοὺς διαιρεῖσθαι οὐ δύνανται». ψεῦδος τοῦτο· συνέβη δὲ τὸ ψεῦδος

ἀπὸ τοῦ διαιρεῖσθαι τὰ πέντε ἐν τῇ πρώτῃ προτάσει εἰς δύο καὶ τρία καὶ ἰδίᾳ περὶ

ἑκάστου τὴν δευτέραν πρότασιν ἀποφαίνεσθαι. Προσῳδία, οἷον «κῆρ σημαίνει τὴν

ψυχήν· Ἀγαμέμνονι δὲ τὸ πολεμεῖν κὴρ εἴδετο εἶναι· Ἀγαμέμνονι ἄρα τὸ πολεμεῖν ψυχὴ

εἴδετο εἶναι». Σχῆμα λέξεως, οἷον «τὸ μανθάνειν ἐνεργητικόν ἐστι· τὸ δὲ ἐνεργεῖν περὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

24

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!