12.07.2015 Views

Compiti vacanze 4AG

Compiti vacanze 4AG

Compiti vacanze 4AG

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

a. Serse viene sconfitto dai GreciSerse vuole vendicare la sconfitta subita dal padre, ma viene sconfitto anche lui dai Greci inbattaglia navale.Μετὰ δὲ τὴν τελευτὴν τοῦ Δαρείου ἐβασίλευε τῆς Ἀσίας Ξέρξης. Ὁ Δαρείου υἱὸς οὖνεὐθὺς ἐβούλετο δίκην λαμβάνειν ὑπὲρ τῆς προτέρας ἥττης 1 καὶ ὅλην τὴν Ἑλληνικὴνγῆν τοῖς Πέρσαις ὑποτάσσειν. Διόπερ ἀνάριθμον στρατιὰν παρεσκεύαζεν, τὸνἙλλήσποντον διέβαινε καὶ ἐπὶ τὴν Εὐρώπην ἐπέβαλλεν. Καὶ πρῶτον μὲν ἡ τύχη τῷΞέρξῃ εὔνους ἦν. Ὁ Λεωνίδας μὲν γάρ, ὁ Λακεδαιμονίων στρατηγός, ἐν ταῖςΘερμοπύλαις σὺν τριακόσιοις τῶν Σπαρτιατῶν καὶ ὀλίγοις τῶν συμμάχων τὴνεἴσοδον ἐκώλυεν 2 . Ἐφιάλτης δὲ ὁ προδότης κατὰ νώτου 3 τοὺς πολεμίους ἦγεν, καὶοὕτως οἱ Σπαρτιᾶται πάντως διεφθείροντο σὺν τῷ στρατηγῷ. Τότε ὁ μὲν Ξέρξης τὴνστρατιὰν ἐπὶ τὰς Ἀθήνας ἦγεν, ὑπὸ δὲ τοῦ Ἑλληνικοῦ ναυτικοῦ ναυμαχίᾳ 4 ἡσσάετο.1. τῆς προτέρας ἥττης: la sconfitta di Maratona, del 490 a.C. 2. ἐκώλυεν: «tentava diimpedire», imperfetto di conato. 3. κατὰ νώτου: «alle spalle». 4. ναυμαχίᾳ: la battagliadi Salamina, 480 a.C.b. Alessandro rispettava i poeti e gli AteniesiAlessandro provava rispetto per i poeti e gli artisti; mostrò clemenza anche verso gli Ateniesi,promotori della libertà della Grecia.Ὁ Ἀλέξανδρος ἀπένεμε τιμὰς ταῖς τέχναις καὶ τοῖς τεχνίταις· διότι πρὸ τῆςκατασκαφῆς τῶν Θηβῶν ἐκέλευε τοὺς στρατιώτας μὴ διαφθείρειν τὴν οἰκίανΠινδάρου τοῦ ποιητοῦ. Καὶ οἱ Ἀθηναῖοι μὲν τὸν Ἀλέξανδρον ἤχθραινον· μετὰ δὲ τὴντῶν Θηβῶν κατασκαφὴν πρεσβευτὰς ἔπεμπον καὶ συνέχαιρον 1 τῷ Ἀλεξάνδρῳ διὰτὴν νίκην. Οὕτως οἱ Ἀθηναῖοι οὐκ ἐκολάζοντο, ἀλλὰ μόνον ἐφυγαδεύετο Χαρίδημος ὁστρατηγός· ἦν δὲ ὁ Χαρίδημος μάλιστα πολέμιος τῷ Ἀλεξάνδρῳ καὶ τῇ Μακεδονικῇἡγεμονίᾳ. Ὁ Ἀλέξανδρος ὅμως ἐνόμιζεν οὐ προσήκειν τὴν ἔχθραν αὐξάνειν καὶἀναγκάζειν τοὺς Ἀθηναίους ὀρέγεσθαι τῆς συμμαχίας τῶν Περσῶν. Προσέτι ὁἈλέξανδρος μάλα ἐθαύμαζε τοὺς Ἀθηναίους διὰ τὴν ἀνδρείαν καὶ φιλοτεχνίαν· οἱἈθηναῖοι γὰρ αἴτιοι ἦσαν τῆς ἐλευθερίας 2 τῆς Ἑλληνικῆς χώρας καὶ εὑρεταὶ τῶντεχνῶν καὶ τῆς φιλοσοφίας.1. συνέχαιρον: il verbo regge il dativo. 2. αἴτιοι ἦσαν τῆς ἐλευθερίας: con le vittorie suiPersiani.3


c. L'educazione degli AteniesiI cittadini sono l'anima dello Stato; perciò gli Ateniesi dedicavano molta cura all'educazione deigiovani.Ὥσπερ οἱ γεωργοὶ τὰ δένδρα ἕως μικρὰ καὶ μαλακά ἐστι μάλιστα διαφυλάσσουσιν,οὕτως οἱ Ἀθηναῖοι μεγάλην ἐπιμέλειαν τῆς παιδείας εἶχον· ἐνόμιζον γὰρ τοὺς πολίταςτὴν ψυχὴν τῆς πολιτείας εἶναι. Οἱ Ἀθηναῖοι οὖν τὴν παιδείαν μὲν τῶν νεανίσκων τοῖςπαιδαγωγοῖς ἐπέτρεπον, οἱ δὲ παιδίσκοι παρὰ τοῖς παιδαγωγοῖς διέτριβον. Ἔνθα τὴνμουσικὴν καὶ τὴν χορείαν ἐμάνθανον καὶ τὰς ἄλλας τέχνας ἐμελέταον. Προσέτιπολλάκις ἐν τῷ θεάτρῳ παρῆσαν ταῖς τραγῳδίαις ἢ ἐν ταῖς σχολαῖς ταῖς διατριβαῖςτῶν φιλοσόφων. Οἱ νεανίαι δὲ οὐ μόνον τὰς τέχνας ἐξεμάνθανον, ἀλλὰ καὶ ἐν ταῖςπαλαίστραις διὰ τῶν σωμασκιῶν ἐγυμνάζοντο και τοὺς πόνους φέρειν εἰθίζοντο·τοιγαροῦν ὁπότε εἰς τοὺς ἐφήβους ἐνεγράφοντο, ἐσθλοί στρατιῶται ἐγίγνοντο καὶἀνδρείως ὑπὲρ τῆς ἐλευθερίας ἐμάχοντο.d. I Persiani e le isole grecheGli abitanti di Delo respingono le proposte di alleanza dei Persiani perché ritengono empie le loroazioni.Ἐν τῷ Αἰγαίῳ πάμπολλοι νήσοί εἰσιν· ἐν δὲ τοῖς νήσοις πάλαι οἱ κάτοικοι ἀμπέλουςἐφύτευον. Τῶν νήσων ἡ Νάξος μὲν ἔνδοξος ἦν ταῖς ἀμπέλοις, ἡ Δῆλος δὲ τῷ ἱερῷ τοῦΦοίβου. Ὅτε ὁ τῶν Περσῶν στρατηγὸς ἐπὶ τὰς νήσους ἐστράτευεν, τὸ πρῶτον ἐπὶ τὴνΝάξον ἐπέβαινεν. Ἐνταῦθα οἱ Πέρσαι τοὺς οἴκους μὲν ἔκαιον, τοὺς ἀγροὺς δὲδιέφθειρον, τοὺς ἀνθρώπους δὲ ἠνδραπόδιζον. Ἡνίκα δ᾽ ἔπειτα ἡ στρατιὰ τῇ Δήλῳἐπέβαινεν, οἱ κάτοικοι εἰς Τῆνον ἔφευγον. Τότε ὁ τῶν Περσῶν στρατηγὸς ἔπεμπελέγειν «Τί ποτε 1 φεύγετε; Οὐ γιγνώσκετε οτι τὸν αὐτὸν θεὸν σέβομεν καὶ τὰς αὐτὰς 2θυσίας θύομεν; Διὸ συνθήκας καὶ φιλίαν παρέχειν ἥκω». 3 Οἱ δὲ Δήλιοι ἀπεκρίνοντο«Eἰ τους οἴκους μὲν καίετε, τοὺς ἀγροὺς δὲ διαφθείρετε καὶ τοὺς ἀνθρώπουςἀνδραποδίζετε, σαφῶς τοὺς θεοὺς οὐ σέβετε· τὴν εὐσέβειαν γὰρ οὐκ ἐκ τῶν λόγων,ἀλλ᾽ ἐκ τῶν ἔργων ἀναγνωρίζομεν. Διο νομίζομεν τὰς συνθήκας τοῖς Πέρσαις οὐβεβαίας εἶναι».1. Τί ποτε: «Perché mai». 2. τὸν αὐτὸν … τὰς αὐτὰς: «lo stesso... gli stessi». 3. ἥκω: «sonvenuto»; il verbo ἥκω al presente ha significato di passato prossimo, all'imperfetto dipassato remoto.4


e. Imprese di Alessandro in EgittoAlessandro entra in Egitto e lo occupa senza incontrare resistenza; sacrifica agli dèi e percorre tuttala regione, fino al luogo dove fonda la città di Alessandria.Ἀλέξανδρος ἀπὸ τῆς Γάζης ἀπήρχετο καὶ ἐπ᾽ Αἴγυπτον ἐπορεύετο, τῇ δὲ ἑβδόμῃἡμέρᾳ ἐς Πηλούσιον ἧκεν. 1 Ὁ δὲ ναυτικὸς στρατὸς παρέπλεε τῷ Ἀλεξάνδρῳ ἐκΦοινίκης εἰς τὴν Αἴγυπτον. Μαζάκης δὲ ὁ Πέρσης, τῆς Αἰγύπτου σατράπης, τὴν ἐνἸσσῳ μάχην πυνθάνεται καὶ τὴν αἰσχρὰν τοῦ Δαρείου φυγὴν καὶ ὅτι Φοινίκη τε καὶΣυρία καὶ Ἀραβία ὑπὸ Ἀλεξάνδρου κατεῖχοντο· ἐδέχετο οὖν ἀμαχητὶ τοὺς πολεμίους.Ὁ δὲ Ἀλέξανδρος εἰς Πηλούσιον φυλακὴν εἰσῆγεν καὶ ἅμα τὸ ναυτικὸν παρήγγελλεναναπλέειν κατα τὸν ποταμόν. Ὁ δὲ ἤλαυνε τὴν στρατιὰν παρὰ τὸν Νεῖλον καὶ εἰςΜέμφιν 2 ἧκεν, καὶ ἐκεῖ ἔθυε τοῖς τῶν Αἰγυπτίων θεοῖς. Ἔπειτα δὲ τοὺς τοξότας καὶ τὴνβασιλικὴν ἴλην τὴν τῶν ἑταίρων ἐπὶ τὸ ναυτικὸν ἀνεβίβαζε καὶ κατέπλεε κατὰ τὸνποταμόν καὶ εἰς Κάνωπον ἧκεν. Ὀλίγαις δ᾽ἡμέραις ὕστερον εἰς χῶρον θαυμαστὸνἧκεν, ὅπου τὴν Ἀλεξάνδρειαν ἔκτιζεν.1. ἧκεν: traduci col passato remoto (più volte nel brano). La battaglia di Isso è del 333 a.C,la fondazione di Alessandria dell'anno seguente. 2. Μέμφιν: «Menfi», accusativo; era lacapitale dell'Egitto nel periodo del Regno Antico.5

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!