13.05.2013 Views

manual de griego koine. - Vacuna de Fe

manual de griego koine. - Vacuna de Fe

manual de griego koine. - Vacuna de Fe

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

αὐτὸς γὰρ ᾔδει τί ἔμελλε ποιεῖν. 7 ἀπεκρίθη αὐτῷ ὁ

Φίλιππος· Διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς

ἵνα ἕκαστος αὐτῶν βραχύ τι λάβῃ. 8 λέγει αὐτῷ εἷς ἐκ τῶν

μαθητῶν αὐτοῦ, Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου· 9

Ἔστι παιδάριον ἓν ὧδε ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ

δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους; 10 εἶπεν δὲ

ὁ Ἰησοῦς· Ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν· ἦν δὲ

χόρτος πολὺς ἐν τῷ τόπῳ. ἀνέπεσον οὖν οἱ ἄνδρες τὸν

ἀριθμὸν ὡσεὶ πεντακισχίλιοι. 11 ἔλαβε δὲ τοὺς ἄρτους ὁ

Ἰησοῦς καὶ εὐχαριστήσας διέδωκε τοῖς μαθηταῖς, οἱ δὲ

μαθηταὶ τοῖς ἀνακειμένοις· ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων

ὅσον ἤθελον. 12 ὡς δὲ ἐνεπλήσθησαν, λέγει τοῖς μαθηταῖς

αὐτοῦ· Συναγάγετε τὰ περισσεύσαντα κλάσματα, ἵνα μή τι

ἀπόληται. 13 συνήγαγον οὖν καὶ ἐγέμισαν δώδεκα κοφίνους

κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων ἃ

ἐπερίσσευσε τοῖς βεβρωκόσιν. 14 Οἱ οὖν ἄνθρωποι, ἰδόντες

ὃ ἐποίησε σημεῖον ὁ Ἰησοῦς, ἔλεγον ὅτι οὗτός ἐστιν ἀληθῶς

ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον. 15 Ἰησοῦς οὖν

γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν ἵνα

ποιήσωσιν αὐτὸν βασιλέα, ἀνεχώρησε πάλιν εἰς τὸ ὄρος

αὐτὸς μόνος. 16 Ὡς δὲ ὀψία ἐγένετο, κατέβησαν οἱ μαθηταὶ

αὐτοῦ ἐπὶ τὴν θάλασσαν, 17 καὶ ἐμβάντες εἰς τὸ πλοῖον

ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καπερναούμ. καὶ σκοτία

ἤδη ἐγεγόνει καὶ οὐκ ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς, 18 ἥ

τε θάλασσα ἀνέμου μεγάλου πνέοντος διεγείρετο. 19

ἐληλακότες οὖν ὡς σταδίους εἴκοσι πέντε ἢ τριάκοντα

θεωροῦσι τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης καὶ

ἐγγὺς τοῦ πλοίου γινόμενον, καὶ ἐφοβήθησαν. 20 ὁ δὲ λέγει

αὐτοῖς· Ἐγώ εἰμι· μὴ φοβεῖσθε. 21 ἤθελον οὖν λαβεῖν αὐτὸν

εἰς τὸ πλοῖον, καὶ εὐθέως τὸ πλοῖον ἐγένετο ἐπὶ τῆς γῆς εἰς

ἣν ὑπῆγον. 22 Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς

θαλάσσης εἶδον ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ἓν

ἐκεῖνο εἰς ὃς ἐνέβησαν οἱ μαθηταὶ αὐτοῦ, καὶ ὅτι οὐ

συνεισῆλθε τοῖς μαθηταῖς αὐτοῦ ὁ Ἰησοῦς εἰς τὸ πλοιάριον,

ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον· 23 ἄλλα δὲ ἦλθε

πλοιάρια ἐκ Τιβεριάδος ἐγγὺς τοῦ τόπου, ὅπου ἔφαγον τὸν

ἄρτον εὐχαριστήσαντος τοῦ Κυρίου· 24 ὅτε οὖν εἶδεν ὁ

ὄχλος ὅτι Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ,

ἐνέβησαν αὐτοὶ εἰς τὰ πλοῖα καὶ ἦλθον εἰς Καπερναοὺμ

ζητοῦντες τὸν Ἰησοῦν. 25 καὶ εὑρόντες αὐτὸν πέραν τῆς

θαλάσσης εἶπον αὐτῷ· Ραββί, πότε ὧδε γέγονας; 26

ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν· Ἀμὴν ἀμὴν λέγω ὑμῖν,

163

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!