13.05.2013 Views

manual de griego koine. - Vacuna de Fe

manual de griego koine. - Vacuna de Fe

manual de griego koine. - Vacuna de Fe

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυῒδ καὶ ἀπὸ

Βηθλέεμ τῆς κώμης, ὅπου ἦν Δαυῒδ, ὁ Χριστὸς ἔρχεται; 43

σχίσμα οὖν ἐν τῷ ὄχλῳ ἐγένετο δι' αὐτόν. 44 τινὲς δὲ

ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ' οὐδεὶς ἐπέβαλεν ἐπ'

αὐτὸν τὰς χεῖρας. 45 Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς

ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· Διατί

οὐκ ἠγάγετε αὐτόν; 46 ἀπεκρίθησαν οἱ ὑπηρέται· Οὐδέποτε

οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος. 47

ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι· Μὴ καὶ ὑμεῖς

πεπλάνησθε; 48 μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς

αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων; 49 ἀλλ’ ὁ ὄχλος οὗτος ὁ μὴ

γινώσκων τὸν νόμον ἐπικατάρατοί εἰσι! 50 λέγει Νικόδημος

πρὸς αὐτούς, ὁ ἐλθὼν νυκτὸς πρὸς αὐτὸν, εἷς ὢν ἐξ αὐτῶν·

51 Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ

παρ' αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ; 52 ἀπεκρίθησαν καὶ

εἶπον αὐτῷ· Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐρεύνησον καὶ

ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται. 53 Καὶ

ἀπῆλθεν ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ.

CAPITULO 8

1 Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν ἐλαιῶν· 2 ὄρθρου δὲ

πάλιν παρεγένετο εἰς τὸ ἱερόν, καὶ πᾶς ὁ λαὸς ἤρχετο πρὸς

αὐτόν· καὶ καθίσας ἐδίδασκεν αὐτούς. 3 ἄγουσι δὲ οἱ

γραμματεῖς καὶ οἱ Φαρισαῖοι γυναῖκα ἐπὶ μοιχείᾳ

κατειλημμένην, καὶ στήσαντες αὐτὴν ἐν μέσῳ 4 λέγουσιν

αὐτῷ· Διδάσκαλε, αὕτη ἡ γυνὴ κατείληπται ἐπ' αὐτοφώρῳ

μοιχευομένη· 5 ἐν δὲ τῷ νόμῳ ἡμῶν Μωϋσῆς ἐνετείλατο

τὰς τοιαύτας λιθάζειν. 6 σὺ οὖν τί λέγεις; τοῦτο δὲ εἶπον

ἐκπειράζοντες αὐτόν, ἵνα σχῶσι κατηγορίαν κατ' αὐτοῦ. ὁ

δὲ Ἰησοῦς κάτω κύψας τῷ δακτύλῳ ἔγραφεν εἰς τὴν γῆν. 7

ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν, ἀνέκυψε καὶ εἶπεν

αὐτοῖς· Ὁ ἀναμάρτητος ὑμῶν πρῶτος βαλέτω λίθον ἐπ'

αὐτὴν. 8 καὶ πάλιν κάτω κύψας ἔγραφεν εἰς τὴν γῆν. 9 οἱ δὲ

ἀκούσαντες ἐξήρχοντο εἷς καθ' εἷς, ἀρξάμενοι ἀπὸ τῶν

πρεσβυτέρων, καὶ κατελείφθη ὁ Ἰησοῦς καὶ ἡ γυνὴ ἐν μέσῳ

οὖσα. 10 ἀνακύψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῇ· Γύναι, ποῦ εἰσιν;

οὐδείς σε κατέκρινεν; 11 ἡ δὲ εἶπεν· Οὐδείς, Κύριε. εἶπε δὲ

ὁ Ἰησοῦς· Οὐδὲ ἐγώ σε κατακρίνω· πορεύου καὶ ἀπὸ τοῦ νῦν

μηκέτι ἁμάρτανε. 12 Πάλιν οὖν αὐτοῖς ὁ Ἰησοῦς ἐλάλησε

λέγων· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ

μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς. 13

εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι· Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ

168

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!