18.07.2013 Views

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

μετοχαὶ εἰ μὲν ω σιν ἀπαθεῖς, διὰ τοῦ ˉο κλίνονται, καὶ τὸ θηλυκὸν ε χουσι διὰ τοῦ

υῖα· εἰ δὲ κατὰ πάθος, τὴν κλίσιν μὲν ε χουσι διὰ τοῦ ˉω, καὶ τὸ θηλυκὸν

μεταποιοῦσιν εἰς ˉα, ἑστὼς ἑστῶσα, γεγὼς γεγῶσα. Γεγωνῶ. τὸ φωνῶ. παρὰ τὸ

γνώω, καὶ ἐν ὑπερθέσει καὶ κατὰ ἀναδιπλασιασμὸν γεγωνῶ. οἱ γὰρ ἐξακουόμενοι

γνωστοί. τοῦ μέσου παρακειμένου ἡ μετοχὴ γεγωνώς. ∆ίδυμος δέ φησι, γεγωνεῖν

ει ναι τὸ εἰς πᾶσαν γωνίαν ἀφικνεῖσθαι τὴν φωνήν. Γεγανωμένη. λελαμπρυσμένη.

Γεγράψομαι. *διηγήσομαι,* δεήσομαι. Γεγηροτροφηκώσ. ἐν γήρει θρέψας. Γελασείω.

ἐπιθυμητικῶς ε χω τοῦ γελᾷν. Γεμίζω. τὸ ἀντλῶ. Γέμω. τὸ πλήθω. καὶ γεμέωσιν,

οι ον· γεμέωσι δὲ παστάδα. γέμωσι καὶ πλεονασμῷ τοῦ ˉε γεμέωσι. gamma.433

Γείνατο. ἐγέννησε. γέω, τὸ τίκτω, ἐκ τοῦ γέα διὰ τοῦ ε ψιλοῦ, ἡ γεννητική. τοῦτο τὸ

γέω γίνεται κατὰ πλεονασμὸν τοῦ ν γένω, καὶ πλεονασμῷ τοῦ ι γείνω. ὁ μέλλων

γενῶ. ὡς κείρω κερῶ. ὁ ἀόριστος ε γεινα, ὡς ε μεινα η ε κειρα, ὁ μέσος ἐγεινάμην, τὸ

δεύτερον ἐγείνω, τὸ τρίτον ἐγείνατο, καὶ κατὰ συγκοπὴν γείνατο. Γέντο. ε λαβεν.

ε λω τὸ λαμβάνω· ὁ δεύτερος ἀόριστος ἑλόμην, ε λου, ε λετο, καὶ κατὰ συγκοπὴν

ε λτο, καὶ τροπῇ τοῦ ˉλ εἰς ˉν δωρικῶς ε ντο, ὡς η λθεν, η νθε, καὶ πλεονασμῷ τοῦ

ˉγ γέντο· –ἑτέρῃφι δὲ γέντο πυράγρην. Γεραίρειν. τιμᾷν, ὑμνεῖν, δοξάζειν. Γειτνιῶ.

τὸ γειτονιῶ. ὡς ἀπὸ τοῦ εὐδαίμων εὐδαίμονος εὐδαιμονῶ, ου τω καὶ ἀπὸ τοῦ γείτων

γείτονος γειτονιῶ, καὶ κατὰ συγκοπὴν γειτνιῶ. ω σπερ ἀπὸ τοῦ μείδω μειδιῶ.

Γεφυρίζων. χλευάζων, ἐξευτελίζων. γράφεται καὶ γεφυρῶ. Γέμεν. ἐγένοντο.

̔Ησίοδος· ὀγδοάτη δ' ἐνάτη τε δύο γέμεν η ματα μηνός. Τὸ Γ μετὰ τοῦ Η. ( ̓Αρσενικόν.)

Γηγενήσ. ἐκ γῆς ε χων τὴν γέννησιν, η ὁ τὰ γήϊνα ἐργαζόμενος. Γηγενέτησ. ὁ

γηγενής. Γήλοφοσ. ὁ ὑψηλὸς τόπος. γειόλοφος δὲ διφθόγγως. Γηπόνοσ. ὁ γεωργός.

παρὰ τὸ πονεῖν περὶ τὴν γῆν. gamma.434 Γήπαιδεσ. οἱ Λογγίβαρδοι. οἱονεὶ οἱ Γετῶν

παῖδες. Γηρυόνησ. κύριον. Γηρυῶνοσ. κύριον. *Γηρινεῖοσ. βοῦς.* Γηῶραι. ἐπίμικτοι,

τηρηταὶ τόπων. Γηών. ο νομα ποταμοῦ. Γηραιόσ. ἀπὸ ἐτῶν ˉμˉζ ε ως ἐτῶν ˉξˉη.

Γηώρασ. ὁ ἀλλότριος. τοῦ Ψελλοῦ· γηώρας ὁ ἀλλότριος καὶ γέρδης ὁ ὑφάντης.

(Θηλυκόν.) Γῆ. ε ν τῶν τεσσάρων στοιχείων ἐστί. ξηρόν τε ψυχρὸν βαρὺ καὶ

ἀκίνητον, ὑπὸ τοῦ θεοῦ ἐκ τοῦ μὴ ο ντος εἰς τὸ ει ναι τῇ πρώτῃ ἡμέρᾳ παρηγμένον.

ἐν ἀρχῇ γὰρ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, η ς τὴν ε δραν καὶ τὴν βάσιν

οὐδεὶς τῶν ἀνθρώπων εἰπεῖν δεδύνηται. οἱ μὲν γὰρ ἐπὶ ὑδάτων φασὶν η δρασται τὴν

γῆν καὶ πεπῆχθαι αὐτὴν, ἐκ τοῦ τὸν θεῖον ∆αβὶδ λέγειν· τῷ στερεώσαντι τὴν γῆν ἐπὶ

τῶν ὑδάτων. οἱ δὲ, ἐπὶ τοῦ ἀέρος. α λλος δέ φησιν· ὁ ἑδράσας τὴν γῆν ἐπ' οὐδενός.

καὶ πάλιν ὁ ∆αβὶδ ὡς ἐκ προσώπου τοῦ δημιουργοῦ· ἐγὼ, φησὶν, ἐστερέωσα τοὺς

στύλους αὐτῆς. τὴν συνεκτικὴν αὐτῆς δύναμιν στύλους ὀνομάσας. τὸ δὲ, ἐπὶ

θαλασσῶν ἐθεμελίωσεν αὐτὴν, δηλοῖ τὸ πάντοθεν περικεχύσθαι τῇ γῇ τὴν τοῦ

υ δατος φύσιν. γῆ δὲ ει ρηται παρὰ τὸ γῶ τὸ χωρῶ, ἡ πάντα χωροῦσα. τοῦτο παρὰ τὸ

χῶ, ἀφ' ου παράγωγον χείω, οι ον· οὐδὸς ἀμφοτέρους ω δε χείσεται. καὶ τροπῇ τοῦ

ˉχ εἰς ˉγ γῶ. gamma.435 Γηθοσύνη. ἡ χαρά. παρὰ τὸ γῆ γίνεται γηθῶ καὶ γηθήσω,

γηθόσυνος, γηθοσύνη, ἐπεὶ ἡ γῆ θάλλουσα τοῖς καρποῖς χαίρειν ἡμᾶς ποιεῖ. Γήθουσα.

πόλις Λιβύης. τὸ ἐθνικὸν Γηθουσαῖος η Γηθούσιος η Γηθουσίτης. Γηθυλλήσ.

λάχανον πράσῳ ο μοιον, ο τινες λέγουσιν ἀμπελόπρασον. Γῆ ζώντων. ὁ

προσδοκώμενος βίος, ὡς τοῦ θανάτου κεχωρισμένος καὶ ἐλεύθερος λύπης. Γῆν

ἰλλομένην. συγκεκλεισμένην. ἰλλάδες γὰρ οἱ δεσμοί. Γηραλέα. ἡ γραῦς. Γῆρυσ. ἡ

φωνή. καὶ γαρύω τὸ φωνῶ. γῆρυς δὲ παρὰ τὸ γέρας· ἡ γὰρ φωνὴ τοῖς γέρουσιν

ε πεται. Γῆς βάροσ. ἐπὶ τῶν εἰς μηδὲν συντελούντων. (Οὐδέτερον.) Γήδιον. ἡ μικρὰ

γῆ. τριῶν ο ντων τῶν πρωτοτύπων, ἀπὸ τοῦ γῆ καὶ τοῦ γαῖα καὶ τοῦ γέα διὰ τοῦ ε

ψιλοῦ, ἐκ ποίου τούτων γέγονε τὸ γήδιον; λέγει δὲ ὁ ∆ίδυμος, ο τι γέα διὰ τοῦ ε

ψιλοῦ, καὶ κλίνεται γέας, καὶ ἐκ τούτου γίνεται γείδιον διὰ τῆς ˉεˉι διφθόγγου, καὶ

κατ' ε κτασιν ἀττικὴν τοῦ ˉε εἰς ˉη γήδιον, ὡς τὸ εἰκάζω, η καζον. Γήπεδον. τὸ πρὸς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

105

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!