Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...
Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...
Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...
Create successful ePaper yourself
Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.
εὐθεῖα τῶν πληθυντικῶν πλείοσι φωναῖς κεχρημένη πρὸς τὴν εὐθεῖαν τῶν δυϊκῶν.

∆ημοσθενέων καὶ ∆ημοσθενῶν. διατί οὐ προπαροξύνεται τῶν ∆ημοσθένεων, ὡς τῶν

ο φεων; καὶ ε στιν εἰπεῖν· τούτου ἡ γενικὴ τῶν πληθυντικῶν προπαροξύνεται. ἡνίκα

δὲ μὴ εὑρεθῇ, ὡς προείρηται ....... ∆ημοσθένεσι. μόνως ἐνταῦθα οὐ δύναται

συναίρεσις γενέσθαι, ἐπειδὴ μέλλει τῇ δοτικῇ τῶν ἑνικῶν συνεμπίπτειν, ο περ ε στιν

α τοπον, καὶ ο τι τὸ ˉς μέσον ἐστὶ καὶ κωλύει τὴν συναίρεσιν. εἰ δέ τις ει ποι,

ἀποβαλέσθω τὸ ˉς καὶ γενέσθω συναίρεσις, τοῦτο οὐ δύναται γενέσθαι. καὶ ε στιν

α ξιον ζητῆσαι, διατί ἐπὶ μὲν τῆς δοτικῆς τῶν πληθυντικῶν γίνεται ἐφελκυστικὸν

τοῦ ˉν τὸ ἰῶτα, ἐπὶ δὲ τῆς δοτικῆς τῶν ἑνικῶν οὐ γίνεται· οὐδὲ γὰρ λέγομεν,

∆ημοσθένειν. καὶ ε στιν εἰπεῖν, τότε γίνεται ἐφελκυστικὸν τοῦ ˉν τὸ ἰῶτα, ἡνίκα

ε χει προηγούμενον τὸ ˉς ἐν delta.499 δυνάμει η ἐνεργείᾳ· ἐπὶ δυνάμει μὲν, οι ον

φοίνιξιν, οι ον Πέλοψιν· ἐνεργείᾳ δὲ, οι ον λέβησιν, Αι ασιν. καὶ τοῦ ˉφˉι

προηγουμένου, οι ον· ναῦφιν ἀμυνόμενοι– ἐπειδὴ ου ν ἐπὶ τοῦ ∆ημοσθένεϊ δοτικῇ οὐ

προηγεῖται τὸ ˉς η δυνάμει η ἐνεργείᾳ, τούτου χάριν οὐ γίνεται ἐφελκυστικὸν τοῦ

ˉν. ∆ηϊονεύσ. κύριον. ∆ηναιόσ. ὁ πολυχρόνιος. ∆ησέρτωρ. λειποτάκτης κατὰ

Λατίνους. ∆ηφενσίων. ὁ ε κδικος χάρτης. καὶ δεβένσωρ ὁ ε κδικος. ∆ημήτρειοσ.

καρπός. (Θηλυκόν.) ∆ηβελτόσ. πόλις Θρᾳκική. γράφεται δὲ καὶ ∆εβελτός. ∆ηΐσ. ἡ

μάχη. ∆ηϊοτῆτοσ. μάχης. παρὰ τὸ δῃοῦσθαι ἐν αὐτῇ τοὺς τιτρωσκομένους. οι ον·

ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι. ὡς ̓Αρίσταρχος. ∆ήϊα πεπονθυῖα.

καταπεπολεμημένη, κατακεκαυμένη, πολεμία, δύστηνε. ∆ημαρχία. ο τε δῆμος α ρχει.

καὶ ο νομα ἀξιώματος. ∆ήμευσισ. ἡ ἁρπαγή. ∆ημήτηρ. ἡ γῆ. οἱονεὶ γημήτηρ τὶς ου σα.

delta.500 ∆ήμητρα. ο νομα θεᾶς. ∆ημοτελήσ. ἡ δημοσία τελετὴ, καὶ ἡ δημοσία

φορολογία. ∆ημοθοινία. ἡ τοῦ δήμου εὐωχία η ἡ θυσία. ∆ημωδεστέρα.

ἀσχημονεστέρα. †τὰ ἐν ο ψει πάντα γινόμενα διὰ τὸν δῆμον.† ∆ηλαϊστή. ἀθλία,

ἐλεεινή. ∆ηλατωρίαι. αἱ τῆς καταστάσεως τοῦ δημοσίου φόρου *τάξεις, η αἱ

ἀποδείξεις παρὰ ̔Ρωμαίοις,* αἱ εἰσαγγελίαι. ∆ηναδίπτρα. παρὰ ̔Ρωμαίοις δωρεὰ

βασιλικὴ στρατιώταις †διδομένη.† ∆ῆρισ. ἡ φιλονεικία. οι ον· –δῆριν ἀπειρεσίην–

παρὰ τὸ δαίω, τὸ κόπτω καὶ σφάττω, ο θεν καὶ δαιτρὸς ὁ μάγειρος· ἐξ ου γίνεται

ο νομα δάϊς, ἡ μάχη, βαρυτόνως. Καλλίμαχος· ἐς δάϊν ἐρχομένην– καὶ ἐκτάσει τοῦ ˉα

εἰς ˉη δῆϊς, καὶ πλεονασμῷ τοῦ ˉρ δῆρις. ἐκ δὲ τοῦ δῆρις γίνεται ῥῆμα δηριῶ

περισπωμένως καὶ βαρυτόνως, ὡς κόνις κονίω, καὶ δῆρις δηρίω. οι ον· –οὐδέ τις

ε τλη πρόσω ἀΐξασθαι περὶ νεκροῦ δηρίσασθαι. καὶ δηριῶ, οι ον· –τότ' ἐδηριόωντο

Ποσειδάων καὶ ̓Απόλλων. delta.501 ∆ήφηλα. πόλις περὶ ̓Ιωσήπῳ. ∆ηώ. ἡ γῆ, η ἡ

∆ημήτηρ. καὶ διαφέρει, ω ς φησιν ὁ τεχνικός. οι δε γὰρ ἡ παράδοσις τὸ η τα μετὰ τοῦ

ἰῶτα. καὶ χωρὶς τοῦ ἰῶτα λέγομεν ο τι ε στιν ἀπὸ τοῦ δήω, ο σημαίνει τὸ εὑρίσκω·

καὶ γὰρ ἡνίκα περιήρχετο ἡ ∆ημήτηρ εἰς ζήτησιν τῆς θυγατρὸς αὐτῆς, κατ'

εὐφημισμὸν ε λεγον πάντες δήεις ἀντὶ τοῦ εὑρήσεις. η ο τι ἐπειδὴ αὐτὴ ἐφεῦρε τὸν

σῖτον κατὰ τὴν φλυαροκοπίαν τῶν ̔Ελλήνων. εἰ δὲ ε χει τὸ ἰῶτα, λέγομεν ο τι γέγονε

παρὰ τὸ δαίω τὸ κόπτω, κατὰ τροπὴν ̓Ιωνικὴν τοῦ ˉα εἰς ˉη. καὶ γὰρ ἡ ∆ημήτηρ γῆ

ἐστιν. ἡ δὲ γῆ διακόπτεται ἐν τῷ ἀροτριοῦσθαι. η ο τι πολλὴν ἐδήωσε γῆν, τουτέστι

διέκοψεν, ζητοῦσα τὴν θυγατέρα αὐτῆς. η παρὰ τὸ δαίω τὸ καίω· καὶ γὰρ ἡ ∆ημήτηρ

μετὰ λαμπάδων περιήρχετο. λέγει δὲ ὁ τεχνικὸς, ο τι ὑποκοριστικόν ἐστιν ἀπὸ τοῦ

∆ημήτηρ, ∆ηὼ, οὐ νοοῦντες τὸν σχηματισμὸν τῶν τοιούτων ὑποκοριστικῶν· τὰ γὰρ

τοιαῦτα ὑποκοριστικὰ θέλουσι φυλάττειν τὸ σύμφωνον τῆς συλλαβῆς τῶν

πρωτοτύπων, οι ον ̔Υψιπύλη, ̔Υψὼ, Εἰδοθέα, Εἰδώ· ἡ ου ν ∆ημήτηρ ∆ημὼ ω φειλεν

ει ναι. ἀλλ' οὐκ ε στιν ὑποκοριστικὸν ἡ ∆ηὼ, παρὰ γὰρ τοῦ δηάς. ου τως ὑπὸ Κρητῶν

αἱ κριθαὶ καλοῦνται. (Οὐδέτερον.) ∆ηλητήριον. φάρμακον ὀλέθριον. delta.502

∆ῆλον. φανερόν. ∆ημιόπρατα. α ὁ δῆμος πιπράσκει. ∆ημόκοινον. τὸ δημόσιον.

∆ημόθοινα. ἡ τοῦ δήμου εὐωχία, η ἡ θυσία. ∆ημώματα. τὰ παίγνια. καὶ δημοῦσθαι

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

123