18.07.2013 Views

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

περιπολοῦνται καὶ κινοῦνται, ὡς οι μαι. alpha.107 ̓Ακροχορδῶνεσ. αἱ ἐν τῷ

προσώπῳ ἐλαῖαι. οι μαι δὲ, ο τι ἀρσενικὸν ἐστί· θέλει γὰρ ει ναι ὁ ἀκροχορδών.

̓Ακρώρεια. ἡ κορυφὴ τοῦ ο ρους η α κρον ο ρους, ἐν ῳ οἱ οἰκοῦντες ἀκρωρεῖται.

ὑπώρεια δὲ τὰ πλευρὰ τοῦ ο ρους. ̓Ακταίη. ἡ παραθαλασσία. δῶρα παρ' ἀκταίης σοὶ

τάδ' ἐπωφελίης. ἐν ἐπιγραφῇ τοῦτο ἑώρων. ̓Ακροβυστία. τὸ κεκαλυμμένον. ̓Ακτή. ὁ

αἰγιαλὸς, ὁ πετρώδης καὶ ἀγχιβαθής. παρὰ τὸ κατάγνυσθαι καὶ κλᾶσθαι ἐν αὐτῇ τὰ

κύματα. ̓Ακτίσ. παρὰ τὸ α γω, α ξω, η χα, η χμαι γέγονεν ἀκτίς· οἱονεὶ ἡ πανταχοῦ

φερομένη καὶ συστρεφομένη. ἡ γὰρ ἀκτὶς τοῦ ἡλίου πάνυ ἐστὶν ἐκτεταμένη. η ἀπὸ

τοῦ ἀΐσσω, ἀΐξω, η ϊχα, η ϊγμαι, η ϊκται, ἀκτὶς, ἡ ου σα ὁρμητική. ̓Ακυληΐα. ἡ Σικελία,

η πόλις ̓Ιταλίας πολυάνθρωπος, προκειμένη ἐν θαλάσσῃ. καὶ ̓Ακυλήσιοι. ̓Ακυλία. ἡ

Βενετία η Σικελία. Ακυθοσ. ἡ α γονος. Καλλίμαχος· –οὐδ' ἀγάλακτες ο ϊες, οὐδ'

α κυθοι, πᾶσαι δέ κεν ει εν υ παρνοι. παρὰ τὸ κύω α κυος, καὶ πλεονασμῷ τοῦ θ

α κυθος. ὡς λύω, λυτὸς, α λυτος· καὶ ω ρται, ὀρτὸς, καὶ ὀρθός. η παρὰ τὸ κεύθω, τὸ

κρύπτω, α κυθος. τὰ δὲ διὰ τοῦ ˉυˉθˉοˉς ὑπὲρ δύο συλλαalpha.108 βὰς, διὰ τοῦ ˉυ

γράφονται. οι ον, α κυθος· Μικύθος, κύριον· παμμάκυθος, ὁ μωρός. ου τω

Θεόγνωστος. ̓Ακωκή. ἡ ὀξύτης. παρὰ τὸ ἀκὴ γίνεται κατὰ ἀναδιπλασιασμὸν ἀκωκή.

τὰ γὰρ ε χοντα ἐν τῇ πρώτῃ καὶ ἐν τῇ δευτέρᾳ συλλαβῇ τὸ αὐτὸ σύμφωνον, διὰ τοῦ

ω μεγάλου γράφεται, οι ον· ε δω, ἐδὴ, ἐδωδὴ, α γω, ἀγὴ καὶ ἀγωγή. ου τως ου ν ἀκὴ

καὶ ἀκωκή. Ακυτοσ. νῆσος. παρὰ τὴν Κυδωνίαν Κρήτης. ὁ νησιώτης ̓Ακύτιος.

̓Ακόνιτον. Εὐφορίων λέγει τὴν βοτάνην, η ν οὐδεὶς δύναται κονίσαι, ο ε στι νικῆσαι·

δηλητηριώδης γὰρ ἐστίν. ̓Ακκώ. ο νομα γυναικὸς Σαμίας ἐπὶ μωρίας διαβαλλομένης.

̓Ακίνητος σφραγίσ. ὁ υἱὸς, κατὰ τὸ α τρεπτον καὶ ἀναλλοίωτον. ῥηθήσεται δὲ καὶ

κινουμένη, κατὰ τὸ μὴ ει ναι α ψυχος, ἀλλὰ ζῶσα. ἀπὸ τοῦ εὐαγγελίου δὲ σφραγὶς

ἐλήφθη· τοῦτον γὰρ, φησὶν ὁ πατὴρ, ἐσφράγισεν ὁ θεός. (Οὐδέτερον.) ̓Ακακήσιον.

ο νομα ο ρους. ̓Ακάραντον. ἀπλήρωτον. παρὰ τὸ κραίνω· τοῦτο παρὰ τὸ κάρα,

καραίνω, καὶ συγκοπῇ κραίνω. πλεονασμὸς δὲ τοῦ ˉα ποιητικῶς. ̓Ακάματον.

ἀκοπίαστον, παρὰ τὸ κάμνω. ε στι καὶ ἀκάματον παρὰ τὸ κάμω, κάματος καὶ

ἀκάματον. alpha.109 ̓Ακαριαῖον. τὸ ὀλίγον, τὸ βραχὺ, τὸ λεπτότατον. ̓Ακατάλληλον.

τὸ ἀνάρμοστον. ̓Ακαπήλευτον. α δολον, καθαρόν· ἀραδιούργητον. ̓Ακαθοσίωτον.

α νομον, ἀπόβλητον, ἀκόσμητον. ̓Ακάτιον. τὸ μικρὸν πλοῖον. ̓Ακάματον. τὸ πολὺ καὶ

α σβεστον. ἀκάματον πῦρ. ̓Ακατέργαστον. ἀμόρφωτον, ἀδιατύπωτον. ̓Ακενόσπουδον.

παρὰ ∆ιογνήτου ε μαθον τὸ ἀκενόσπουδον καὶ τὸ ἀπιστητικόν· φησὶ Μάρκος ὁ

φιλόσοφος βασιλεύς. ̓Ακέραιον. α κακον· ὁλόκληρον. ̓Ακεσίπονον. τὸ θεραπευτικόν.

̓Ακήματα. θεραπείας. παρὰ τὸ ἀκῶ, ἀκέσω, ὡς νεμῶ, νεμέσω· ἐντεῦθεν ἀκεστὴς,

ἀκέστρια καὶ ἀνήκεστος. ̓Ακήλητον. α θελκτον, ἀπηνὲς, καὶ τὸ ἀκόνητον. καὶ τὸ

ἀκήλητον θυμοῦ ε θελξε λύρα. η τὸν ἀκήλητον θυμόν. ̓Ακίχητα. μὴ

καταλαμβανόμενα. ἀπὸ τοῦ κιχῶ ἀκίχητα· τοῦτο παρὰ τὸ κίω, τὸ πορεύομαι.

̓Ακήριον. ἀσθενὲς, νεκροποιὸν, παρὰ τὸ κῆρ, ο σημαίνει τὴν θανατηφόρον μοῖραν.

̓Ακινάγματα. τὰ μετὰ ῥυθμοῦ κινάγματα τῶν ποδῶν καὶ τῶν χειρῶν. alpha.110

̓Ακήρατον. α φθαρτον, αἰώνιον. ̓Ακίβδηλον. καθαρὸν, οὐ νόθον. ο θεν δὲ ἡ λέξις, ἡ

ἱστορία δηλώσει. οἱ ̓Αθηναῖοι, τῷ μίσει πρὸς τοὺς ἐν Χίῳ, τὸ ˉχ χαράττοντες ἐν τοῖς

ἀδοκίμοις ἑαυτῶν νομίσμασιν, ἐκάλουν χίβδηλα, ει τα πρὸς τὸ εὐφωνότερον

μετέβαλον τὸ ˉχ εἰς ˉκ. ̓Ακλεέσ. τὸ α δοξον. ̓Ακληρήμασι. συμφοραῖς, δυστυχίαις. διὰ

τοῦτο δοκεῖ μοι μάλιστα ἐμπεσεῖν τοῖς ἀκληρήμασιν. Ακομψον. εὐτελὲς,

ἀπάνουργον. ἀρχὴ δέ τις αυ τη παρὰ ̔Ρωμαίοις οὐκ α κομψος. ̓Ακόνιτον. ει δος

βοτάνης δηλητηριώδους. ἀλλὰ πιὼν ἀκόνιτον, ὑπέκφυγε τοῦτ' ἀκονιτί. ο ἐστι χωρὶς

κόπου. καὶ ἐπὶ θηλυκοῦ, ἀκόνιτον. Ακοσ. ἡ θεραπεία. ̓Ακουσίθεον. τὸ εἰς θεοῦ ἀκοὰς

ἐρχόμενον. η ν δέ μ' ἀνάψας ευ χηται, λάμψω φέγγος ἀκουσίθεον. ̓Ακούμβιτα.

στρωμναὶ μαλακαὶ εἰς υ ψος ᾐρμέναι· αυ ται δὲ τρυφῆς καὶ βλακείας εἰσίν. ἡ λέξις

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

26

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!