18.07.2013 Views

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ψευδαποστόλους οἱ Κορίνθιοι. (Οὐδέτερον.) Φύγελλα. τόπος. Φύκοσ. τὸ φυκάριον,

καὶ τὸ χορτῶδες τῆς θαλάσσης. καὶ φύκια, τὰ βρύα, η θαλάσσης ζῶα. η ὁ ἀφρός.

παρὰ τὸ φύω. Φυλακεῖον. τὰ δὲ σύνθετα διὰ τοῦ ι, οι ον ὀπωροφυλάκιον, πλὴν τοῦ

σιτοφυλακεῖον. Φῦλα. τὰ ε θνη· τὰ γένη. ἡ ἐκ πολλῶν α θροισις. ἀπὸ μεταφορᾶς τῶν

φύλλων. †Φυλλεῖον. τῶν λαχάνων τὸ ε ωλον καὶ φαῦλον.† Φῦμα. ἡ βλάστησις.

Φυσικόν. τὸ ἐν τῇ φύσει κείμενον. η τὸ κατὰ κοινὴν καὶ καθολικὴν συνήθειαν

λεγόμενον. η τὸ ἀψευδῶς γνωριζόμενον. Φύστα. τὰ ἀναπεφυρμένα μέλιτι α λφιτα.

Φυτάλμια. τὰ βάντα. Φύτειον. τόπος. phi.1833 Φυτωρεῖον. ὁ κῆπος, η φυτουργεῖον.

†Φυλιστιείμ. τόπος.† Φύστα καὶ φύστη ἐπὶ θηλυκοῦ. ἡ ὑδατώδης μάζα. καὶ ὁ Ψελλός·

φύστη ει δος πέφυκε μάζης ὑδατουμένης. Φύλλον. παρὰ τὸ φύω. ( ̔Ρῆμα.) Φῦ. ἀντὶ

τοῦ προσεπέλασε τῇ χειρὶ καὶ προσήγγισεν. ἀπὸ τοῦ φύω, φῦ. Φύει. βλαστάνει.

Φυῆναι. γεννηθῆναι. Φυλοκρινῶ. φυλὰς καὶ γενεὰς διαχωρίζω. Φύρει. μιγνύει.

Φυσιολογεῖ. φύσεως λόγους ἐξαγγέλλει. Φυσιοῦται. ἐπαίρεται. Φυσόμενον. τὸ

μέλλον φῦναι. φυσώμενον δὲ, τὸ ἐπαιρόμενον, μέγα. Φύσασ. γεννήσας. Φυταλίζει.

πλησιάζει. Φυτεύει. κηπεύει. Φυτεύω. παρὰ τὸ φύω. η τὸ φυτὸν, φυτεύω. τὸ δὲ

φυτὸν παρὰ τὸ φύω. phi.1834 Φυλάσσου. ἀντὶ τοῦ παραιτοῦ. ο ν καὶ σὺ φυλάσσου,

λίαν γὰρ ἀνθέστηκε τοῖς ἡμετέροις. ( ̓Επίῤῥημα.) Φύρδην. συγκεχυμένως. ἀναμίξ. Τὸ

Φ μετὰ τοῦ Ω. ( ̓Αρσενικόν.) Φωλεόσ. ὁ σκοτεινὸς τόπος. παρὰ τὸ ἀπολωλέναι τὸ φῶς

ἐκεῖσε. φωλεὸς καὶ τὸ παιδευτήριον, ω ς φασιν οἱ Ιωνες. ο θεν καὶ ἀποφώλιοι, οἱ

ἀπαίδευτοι καὶ οἱ ξένοι. †Φῶνοσ. ὁ μεγαλόφωνος.† Φώρ. ὁ κλέπτης. καὶ κλίνεται

φωρός. παρὰ τὸ φὲρ καὶ φὼρ μεταθέσει τοῦ ˉε εἰς ˉω. ὁ τὰ ἀλλότρια φέρων. Φώριοι.

οἱ ε λεγχοι. Φωριαμόσ. τὸ κιβώτιον. παρὰ τὸ φάρη. ἡ τῶν φαρῶν δεκτική. ὁ δὲ

̔Ηρωδιανὸς παρὰ τοὺς φῶρας· ἐπειδὴ πρὸς φυλακὴν τούτων παρεσκεύασται.

φαραμὸς καὶ τροπῇ τοῦ ˉα εἰς ˉω φωραμὸς, ὡς θάκος θῶκος καὶ κράζω κρώζω, καὶ

πλεονασμῷ τοῦ ι φωριαμός. phi.1835 Φώσ. ὁ ἀνήρ· ὁ α νθρωπος, ὁ μόνος τὰ τῆς

διανοίας φωτίζων τῷ λόγῳ. η παρὰ τῷ φῶ, τὸ λέγω. λογικὸν γὰρ ζῶον ὁ

α νθρωπος. καὶ κλίνεται φὼς φωτός. Φώσσων, φώσσωνοσ. τοῦ ἀρμένου. καὶ

φωσσώνιον, τὸ α ρμενον. η λινοῦν τὶ σινδόνιον. η τὸ πεφυσημένον ἱστίον τῆς νηός.

φώσσωνας ὀργυιωμένους. Φωκυλίδησ. κύριον. Φωστήρ. ὁ η λιος. τῇ τετάρτῃ ἡμέρᾳ

ἐποίησεν ὁ θεὸς τὸν φωστῆρα τὸν μέγαν, η τοι τὸν η λιον, εἰς ἀρχὴν καὶ ἐξουσίαν

τῆς ἡμέρας· δι' αὐτοῦ γὰρ ἡ ἡμέρα συνίσταται. ἡμέρα γάρ ἐστιν ἐν τῷ τὸν η λιον

ὑπὲρ γῆν ει ναι· καὶ διάστημα ἡμέρας ἐστὶν ὁ ἀπὸ ἀνατολῆς μέχρι δύσεως ὑπὲρ γῆν

τοῦ ἡλίου δρόμος. καὶ τὸν φωστῆρα τὸν ἐλάσσω ἡ γραφὴ λέγει τὴν σελήνην καὶ

τοὺς ἀστέρας, οι τινες εἰς ἀρχὰς καὶ ἐξουσίας τῆς νυκτὸς ἐτάχθησαν τοῦ φωτίζειν

αὐτήν· νὺξ δέ ἐστιν ἐν τῷ τὸν η λιον ὑπὸ γῆν ει ναι. διάστημα δὲ νυκτὸς ὁ ἀπὸ

δύσεως μέχρι ἀνατολῆς ὑπὸ γῆν τοῦ ἡλίου δρόμος. εἰσὶ δὲ καὶ ἐν ἡμέρᾳ ἀστέρες ἐν

τῷ οὐρανῷ ὑπὲρ γῆν· ἀλλ' ὁ η λιος τούτους α μα καὶ τὴν σελήνην τῇ σφοδροτέρᾳ

αι γλῃ ἀποκρύπτων, οὐκ ἐᾷ φαίνεσθαι. τοῖς φωστῆρσι τούτοις τὸ πρωτόκτιστον φῶς

ὁ δημιουργὸς ἐναπέθετο, οὐχ ὡς ἀπορῶν α λλου φωτὸς, ἀλλ' ι να μὴ ἀργὸν ἐκεῖνο

μείνῃ τὸ φῶς· φωστὴρ γάρ ἐστιν οὐκ αὐτὸ τὸ φῶς, ἀλλὰ φωτὸς δοχεῖον. ἐκ τούτων

τῶν φωστήρων ἑπτὰ πλανήτας φασὶν ἐναντίαν τοῦ οὐρανοῦ κινεῖσθαι αὐτοὺς

κίνησιν. τὸν μὲν γὰρ οὐρανόν φασιν ἐξ ἀνατολῶν ἐπὶ δυσμὰς κινεῖσθαι, τοὺς δὲ

πλανήτας ἐκ δυσμῶν ἐπὶ ἀνατολάς. συμπεριphi.1836 φέρειν δὲ τὸν οὐρανὸν τῇ

ἑαυτοῦ κινήσει ὡς ὀξυτέρᾳ τοὺς ἑπτὰ πλανήτας, ω ν τὰ ὀνόματα ταῦτα· Ζεύς· Αρης·

Ηλιος· ̔Ερμῆς· Σελήνη· ̓Αφροδίτη καὶ ὁ Κρόνος. ει ναι δὲ καθ' ἑκάστην ζώνην τοῦ

οὐρανοῦ ε να τῶν ἑπτὰ πλανήτων. τρέχουσι δὲ δρόμον α ληκτον, ο ν ὁ

δημιουργήσας ε ταξεν αὐτοῖς· καὶ ἐθεμελίωσεν αὐτὰ, ω ς φησιν ὁ ∆αβίδ· σελήνην καὶ

ἀστέρας, α σὺ ἐθεμελίωσας. ἐν γὰρ τῷ εἰπεῖν ἐθεμελίωσας ἐδήλωσε τὸ πάγιον καὶ

ἀμετάβλητον τοῦ εἱρμοῦ καὶ τῆς τάξεως τῆς ὑπὸ θεοῦ δοθείσης αὐτοῖς. ε ταξε δὲ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

398

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!