18.07.2013 Views

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

̓Ιδίωμα τῆς ἀγγελικῆς φύσεως ἐστὶ τὸ ἀπαθὲς τῆς οὐσίας. καὶ ὑμνολογικὸν ἀσίγητον.

ἀπαθὲς δὲ τὸ ἀθάνατον αὐτῶν ει πον. ̓Ιδίωμα τῆς ἀγγελικῆς φύσεως παρὰ τὴν

ἀνθρωπίνην τὸ ἀθάνατον, τὸ ἀόρατον, τὸ ἀνενδεὲς υ λῃ, τὸ ἀσώματον ὡς πρὸς τὸ

σῶμα· α τινα εἰλήφασι παρὰ τοῦ δωρησαμένου θεοῦ. ̓Ιδιώματα τῆς ἀνθρωπίνης

φύσεως τὰ χωρίζοντα αὐτὴν τῶν λοιπῶν οὐσιῶν, λέγω δὲ τῶν ἀλόγων, τὸ λογικὸν,

τὸ διανοητικὸν, τὸ τῆς ψυχῆς ἀΐδιον, τὸ αὐτεξούσιον, τὸ ὀρθοπεριπατητικόν. πρὸς

θεὸν καὶ ἀγγέλους τὸ τῆς τροφῆς ἐνδεὲς, τὸ περίγραπτον, τὸ βαρὺ τοῦ σώματος. εἰσὶ

δὲ ἰδιώματα φυσικὰ, α προεῖπον. καὶ εἰσὶν ὑποστατικὰ, οι ον ἀσπρότης, σιμότης,

γοργότης, νωθρότης καὶ τὰ ο μοια. α περ οὐκ ἐν πᾶσιν ἀνθρώποις εὑρίσκεται. οὐ γὰρ

πάντες σιμοὶ, οὐ πάντες γλαυκοὶ, διόπερ καί τινες ὑπόστασιν ει ναι λέγουσι τὴν

συνδρομὴν τὴν ἰδιάζουσαν τῶν χαρακτηριστικῶν ἰδιωμάτων, ω ν προεῖπον. τὰ δὲ

φυσικὰ ἰδιώματα ἐξίσου ἐν παντὶ τῷ γένει ὁμοίως εὑρίσκονται. οι ον· πάντες

α νθρωποι βροτοί. ὁμοίως εἰσὶ θνητοί· λογικοί· ἀναπνευστικοί· περιπατητικοί·

ὑπνωτικοί· πλατυόνυχες· γεωργητικοί· τεχνῶν τεχνῖται. ̓Ιδίωμα ἐνεργείας ἐστὶν ὁ

διὰ τοῦ πλάσματος σχηματισμός. ο οὐκ ἐνεργεῖ καθαρῶς, ἀλλὰ καὶ ἐνέργημά ἐστι

καὶ γνωρίζεται. ζήτει περὶ τούτου εἰς τὸ, τί ἐστιν ἐνέργεια. ̓Ιδίωμα ψυχῆς ἐστὶ τὸ

ἀθάνατον· τὸ λογικόν· τὸ θελητικόν. ̓Ιδίωμα τῆς ἀνθρωπίνης φύσεως τὸ σύνθετον ἐκ

ψυχῆς ἀσωμάτου καὶ σώματος ὁρωμένου· τὸ γελαστικόν. iota.1091 ( ̔Ρῆμα.) ̓Ιδίειν.

ἱδροῦν, κοπιᾷν. ̓Ιδίῃσ. ἱδρώσῃς. ̓Αριστοφάνης· μή μοι σοβαρῶς χώρει, πρὶν α ν ἰδίῃς.

̓Ιδίω. τὸ κοπιῶ καὶ ἱδρῶ. ἀπὸ τοῦ υ δωρ γέγονεν ὑδρῶ καὶ ἱδρῶ κατὰ τροπὴν τοῦ ˉυ

εἰς ˉι. ἐκ τούτου γίνεται ἱδρίω κατὰ πλεονασμὸν τοῦ ι. τὸ γὰρ ι πέφυκε πλεονάζειν

ἐν τοῖς ῥήμασιν. ει τα κατὰ ἀποβολὴν τοῦ ρ ἰδίω. ̓Ιδιοπραγεῖ. τὰ ι δια πράττει,

ἡσυχάζει. Ιδμεν. ἀντὶ τοῦ οι δαμεν. ἀπὸ τοῦ οι δαμεν κατὰ συγκοπὴν καὶ ἀφαίρεσιν

τοῦ ˉο ι δμεν. ὁ δεύτερος ἀόριστος τοῦ ει δω ῥήματος ἐστὶν ι δον, καὶ τὸ πρῶτον τῶν

πληθυντικῶν ι δομεν, καὶ κατὰ συγκοπὴν ι δμεν. ̓Ιδνωθείσ. καμφθεὶς εἰς τοὐπίσω.

παρὰ τὸ ι ζω ἰδνῶ, καὶ ἐξ αὐτοῦ ἰδνωθείς. Ιδῃσ. ἀντὶ τοῦ ευ ρῃς. ὡς· ο ταν ι δῃς τὰ

ἀγαθὰ, ̔Ιερουσαλήμ. ̔Ιδρυμένοσ. τεθεμελιωμένος. ̔Ιδρύσαντο. ἐκάθισαν. Ιδρυται.

πεπαγίωται. ̔Ιδρύω. ἀπὸ τοῦ ι ζω ἱδρῶ, ἱδρύω. ̔Ιδρίω. ἱδρῶ. καὶ ἱδροῦντας καὶ

ἱδρώοντας. iota.1092 Ιδοσαν. ὡς τό· ι δοσάν σε υ δατα, †ὁ θεός.† ἀόριστος ἐστὶ

δεύτερος καὶ γράφεται διὰ τοῦ ˉι. ̓Ιδέ. ἀντὶ τοῦ βλέψον. ει δε δὲ ἀντὶ τοῦ ἐθεάσατο,

δίφθογγον. Ιδε. ἀντὶ τοῦ ἰδοῦ. ̓Ιδέ. σύνδεσμος. ο ἐστι ἀντὶ τοῦ καί. γράφεται καὶ

η τα. ̓Ιδέρωσ. ὁ α μα τῷ ἰδεῖν ἐρῶν. Τὸ Ι μετὰ τοῦ Ε. ( ̓Αρσενικόν.) ̓Ιεμενεί. κύριον.

̔Ιερομύστησ. ὁ διδαχθεὶς τὰ ἱερὰ μυστήρια. ̔Ιεροφάντησ. μυσταγωγὸς θείων λογίων.

̔Ιερόσυλοσ. κλοπεὺς τῶν ἱερῶν. ̔Ιερῆασ. τοὺς ἱερεῖς. ̔Ιερεύσ. ὁ τὰς θυσίας προπέμπων

τῷ θεῷ. παρὰ τὸ ι ημι. η ὁ λογικὰς θυσίας ἐν καρδίᾳ ἀναφέρειν ἐπιστάμενος.

̔Ιεροβάαλ. ου τως ἐκαλεῖτο ὁ Γεδεὼν διὰ τὸ καταβαλεῖν τὸ ἱερὸν τοῦ Βάαλ.

̔Ιερομνήμονεσ. οἱ πεμπόμενος εἰς τὸ τῶν ̓Αμφυκτυόνων συνέδριον ἐξ ἑκάστης

πόλεως τῶν iota.1093 τοῦ συνεδρίου μετεχουσῶν ου τω καλοῦνται. η οἱ εἰς Πυλαίαν

ἐκπεμπόμενοι γραμματεῖς. παρὰ τὸ μνημονεύειν τῶν ἱερῶν. ̔Ιερολόγοσ. ὁ ψάλτης.

̔Ιερείτησ. ὁ ἱερεύς. ̔Ιεροφώνων. μεγαλοφώνων. τὸ γὰρ μέγα ἱερὸν ε λεγον οἱ παλαιοί.

̓Ιεχονίασ. κύριον. ̓Ιεβοῦσ. πεπλανημένος, κατησχυμμένος. καὶ ὁ Θεολόγος· ο ν ̓Ιεβοῦς

πρότερον ο ντα ̔Ιερουσαλὴμ πεποιήκαμεν. (Θηλυκόν.) ̔Ιερομηνία. ἱερὰ ἑορτὴ κατὰ

μῆνα. ̔Ιερολογία. ἡ θεία ψαλμῳδία, η ἡ θεία λειτουργία. ̔Ιερήν. μεγάλην. ̔Ιεράν.

ἁγίαν. ̔Ιερὰ τριήρησ. ἡ πάραλος. ̔Ιερουσαλήμ. Σαλὴμ ἐλέγετο πρότερον, ἐλθόντος δὲ

Χριστοῦ ἐν αὐτῇ, ἐκλήθη ̔Ιερουσαλήμ. ἑρμηνεύεται δὲ ο ρασις εἰρήνης. (Οὐδέτερον.)

̔Ιερόν. ναὸς α γιος. iota.1094 ̔Ιερὸν ὀστοῦν. τὸ α κρον τῆς ὀσφύος. ο τι μέγα ἐστί. τὸ

μέγα ἱερὸν ε λεγον οἱ παλαιοί. ̔Ιερεῖον. σφάγιον, θῦμα. ̔Ιεριχούντια τείχη, ˉι.

Σεμιράμεια δὲ, δίφθογγον. ̔Ιερόντιον. ο νομα πόλεως. ̔Ιερὸν ἡ συμβουλή. παροιμία

ἐπὶ τῶν δεινῶν συμβουλεύειν. ̔Ιερῷ. θείῳ, η μεγάλῳ. ( ̔Ρῆμα.) ̔Ιέμενοι.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

243

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!