18.07.2013 Views

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

γνώμη καὶ βουλευτήριον. βουλὴ, ο ρεξις ζητητικὴ παρὰ τῶν ἐφ' ἡμῖν πρακτέων

γενομένη· βούλεται γὰρ τὶς, εἰ ὀφείλει μετελθεῖν τοῦτο τὸ πρᾶγμα η ου . Βούλησισ.

ποιὰ φυσικὴ θέλησις, η γουν φυσικὴ καὶ λογικὴ ο ρεξις τινὸς πράγματος. διαφέρει δὲ

βούλησις καὶ προαίρεσις· προαίρεσις μὲν γὰρ οὐκ ε στι τῶν ἀδυνάτων, βούλησις δ'

ε στι τούτων· οι ον ει τις ει ποι βούλεσθαι ἐν τῷ παρόντι αἰῶνι ἀποθανατισθῆναι·

τοῦτο γὰρ ἡμῖν ἀρτίως beta.401 ἀδύνατον· καὶ ἡ μὲν βούλησις καὶ περὶ τὰ μὴ δι'

ἡμῶν πραττόμενα, ω σπερ α ν ει τις ει ποι βούλεσθαι τόνδε τὸν ἀθλητὴν νικῆσαι·

προαιρεῖσθαι δὲ οὐκ α ν τις ἐρεῖ τοῦτο· ἡ γὰρ προαίρεσις ἐπὶ τῶν δι' ἡμᾶς ἀεὶ

πραττομένων λέγεται. ε τι ἡ μὲν βούλησις μᾶλλον ἐστὶ τοῦ τέλους, ἡ δὲ προαίρεσις

τῶν περὶ τὸ τέλος, οι ον· ὑγιαίνειν βουλόμεθα, προαιρούμεθα δὲ τὰ δι' ω ν

ὑγιανοῦμεν. †Βόστρα. ἡ πόλις.† *Βολίσ. ἀκόντιον. βολὶς καὶ ἡ ἀστραπή.* Βοή. ἡ

μεγάλη φωνὴ καὶ ἡ μάχη. ὡς τό· βοὴν ἀγαθὸς Μενέλαος. Βοῶπισ. ἡ μεγαλόφθαλμος.

βοῶπις Ηρα. Βόμβησιν. θρύλλησιν. τοῦ θεολόγου· καὶ τῆς μεγάλης ἐκείνης

βομβήσεως. Βοιωτία. ἡ Ευ ριπος. καὶ Βοιωτεῖς. Βοανεργέσ. υἱοὶ βροντῆς.

(Οὐδέτερον.) Βόεια. μεγάλα. ̓Αριστοφάνης· ῥήματ' α ν βόεια δώδεκ' ει πε. Βόλινον.

κώμη τῆς ̓Αχαΐας πλησίον Πατρῶν. Βόλιτον. βόλβιτον δὲ οἱ Ιωνες. οἱ δὲ α λλοι καὶ

̔Ιππώναξ· βολβίτου κασιγνήτην. καὶ βολίτιον κατὰ παραγωγήν. ει ρηται δὲ οἱονεὶ

βοὸς λιτὸν, τὸ ἁμάρτημα τὸ κοπρῶδες, καὶ πλεονασμῷ τοῦ ˉβ βόλβιτον. Βομβύλον.

σκεῦος στρογγυλοειδές. Βοίδιον. βοΐδιον. Βορόν. βρωτικὸν, ὀξύτατον. beta.402

Βοσόρ. παρ' ̔Εβραίοις τὸ ἀπὸ κόκκου βεβαμμένον ἱμάτιον. Βοτά. τὰ πρόβατα.

Βοτηρικὰ κύπελλα. ποτήρια ποιμενικά. Βούτορα. τὰ πλήττοντα τοὺς βόας. Βούδειον.

τόπος. καὶ Βουδειανός. Βουκελάτου. α ρτου ἐλατοῦ, ο ς λέγεται κολλίκιον.

Βούτομον. ει δος χόρτου. Βούτυρον. τὸ λιπῶδες τοῦ γάλακτος. Βουστάθμιον. τὸ

βουστάσιον. Βουκόλημα. θέλγιστρον, ἀποπλάνημα, ἀπάτημα. Βούλευμα. τὸ ι διον.

Βούλημα. τὸ δημόσιον. Βουλευτόν. οὐ τὸ τέλος, ἀλλὰ τὸ πρὸς τὸ τέλος, η ο τῶν

πραττομένων ἐφ' ἡμῖν ε στι. Βούσυκον. εἰώθασι τῇ προσθήκῃ τοῦ ι ππου η τοῦ βοὸς

τὸ μέγεθος τοῦ ὑποκειμένου δηλοῦν· ἀπὸ μὲν τοῦ βοὸς, βούσυκον, βούπαις,

βούλιμος, ἀπὸ δὲ τοῦ ι ππου, ἱπποσέλινον, ἱππογνώμονα, τὸν μεγαλογνώμονα. (

̔Ρῆμα.) Βοάδει. ὀκνεῖ. Βοηδρομεῖν. μετὰ σπουδῆς παραγίνεσθαι. Βοῇσ. ἀντὶ τοῦ βοᾷς.

ε στι δὲ δωρικόν· καὶ μηδεὶς οἰέσθω ἀπὸ τοῦ βοᾷς γεγονέναι, ἀλλ' ἀπὸ τοῦ βοάεις

κατὰ κρᾶσιν τοῦ ˉα καὶ ˉε εἰς ˉη, ὡς γελῇς ἀπὸ τοῦ γελάεις, οὐκ ἀπὸ τοῦ γελᾷς.

Βολβεῖται. μεγαλοῤῥημονεῖ. Βοράζειν. παρὰ τὸ βορὰ, βοράζω, βοράζειν. beta.403

Βόσκω. παρὰ τὸ βῶ τὸ τρέφω. ὁ μέλλων βόσω, καὶ πλεονασμῷ βόσκω· ὡς τιτρώσω,

τιτρώσκω, θνήσω, θνήσκω. ἐξ ου βόσις, ἡ τροφὴ, καὶ συβώτης. Βομβάζειν. φθέγμα

ἐπὶ τὸ διασύρειν καὶ τωθάζειν λεγόμενον. Βουκολήσασ. ἀπατήσας. Βουλιμιᾷ.

λιμώττει, πεινῇ λίαν. Βουλεύσασ. ἀντὶ τοῦ βουληθείς. Βουλεύοντι. ἀντὶ τοῦ

συμβουλεύοντι. Βουλομένῳ. γλιχομένῳ, ἐπιθυμοῦντι. Βουβωνιῶ. φλεγμαίνω τοὺς

βουβῶνας. ἐγὼ μὲν ου ν εἰς τὸ βαλανεῖον βούλομαι ἀπελθεῖν· βουβωνιῶ γὰρ τὰ

νεφρὰ ὑπὸ τῶν κόπων. Βοῶμεν. ὀμόσωμεν. Βοώμενον. ἐπικαλούμενον. Βοῷεν.

βοάοιμι βοῷμι, τὸ τρίτον τῶν πληθυντικῶν βοάοιεν βοῷεν. ( ̓Επίῤῥημα.) Βοτρυδόν.

ἡ ἑτέρα τῆς ἑτέρας ἐχομένη, ὡς ῥάγες τῶν βοτρύων. Τὸ Β μετὰ τοῦ Ρ. ( ̓Αρσενικόν.)

Βραβεῖσ. οἱ ἐν τοῖς ἀγῶσι κήρυκες. Βραβευτήσ. διοικητὴς, κριτὴς, παροχεύς.

βραβευτὴς δὲ οὐ πάνυ τι λέγεται, ἀλλὰ μᾶλλον βραβεύς. Πλάτων· ἐπιστάτας τὲ καὶ

βραβέας. beta.404 ἐν δὲ τῷ Πρωταγόρᾳ· βραβευτὴν αἰσχρὸν ει η αἱρεῖσθαι. Βρασμὸς

γῆσ. ο ταν καχλάζῃ μετὰ κινήματος. ἐκτιναγμὸς δὲ, ο ταν ἀναριπτῆται. Βραδύσ. ὁ

ἀργὸς, ὁ μὴ ἀγχίνους. κἀπιλήσμων καὶ βραδύς. παρὰ τὸ βάρος βαρὺς καὶ ἐν

ὑπερθέσει τοῦ ˉρ καὶ πλεονασμῷ τοῦ δ βραδύς. Βράσσων. ὁ βραδὺς καὶ βραχύς·

ἑκάτερα γὰρ σημαίνει. Βραχίων. ο τι βραχύτερός ἐστι τοῦ λοιποῦ μέρους. βραχίων

τροπικῶς καὶ ἡ δύναμις. Βραχύσ. κατὰ τροπὴν τοῦ ˉλ εἰς τὸ ˉρ· παρὰ γὰρ τὸ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

97

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!