18.07.2013 Views

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

γεύσει τισὶ χυμοῖς, καὶ ἁφῇ διὰ τῆς ἀντιτυπίας. ω σπερ γὰρ ἐνέργειαν λέγομεν τῆς

ὁράσεως τὸ ὁρᾷν, ου τω καὶ τῶν ὁρωμένων τὸ ὁρᾶσθαι· καὶ τὰ λοιπὰ πάντα κατὰ τὸν

αὐτὸν θεωροῦμεν γινόμενα τρόπον. τριχῶς δὲ λέγεται ἡ ἐνέργεια· η τε δύναμις,

καθ' η ν ἐνεργεῖν πεφύκαμεν, καὶ σχέσις ἡ ἀπὸ τοῦ ἐνεργοῦντος πρὸς τὸ

ἐνεργούμενον, καὶ αὐτὸ τὸ ἀποτελούμενον η τοι τὸ ἐνέργημα. ̓Ενέργεια ἐστὶν, ὡς

φησὶ Γρηγόριος ὁ Νύσσης, ἡ φυσικὴ ἑκάστης οὐσίας δύναμίς τε καὶ κίνησις, η ς

μόνον ἐστέρηται τὸ μὴ ο ν· τὸ γάρ τινος οὐσίας μετασχὸν συμμεθέξει πάντως καὶ τῆς

δηλούσης αὐτὸ ἐνεργείας. ο ρους γὰρ τῶν οὐσιῶν τὰς ἀψευδεῖς αὐτῶν ἐνεργείας ὁ

ἀληθὴς ἐπίσταται λόγος· νοερῶν ἐνέργειαν τὴν νόησιν· αἰσθητῶν τὴν αι σθησιν·

κινητῶν τὴν κίνησιν· πτηνῶν τὴν πτῆσιν· νηκτῶν τὴν νῆξιν· βλαστικῶν τὴν

βλάστησιν· ἑρπιστικῶν τὴν ε ρψιν· καυστικῶν τὴν καῦσιν· ῥευστῶν τὴν ῥεῦσιν·

θεωρητικῶν τὴν ο ρασιν· γεννητικῶν τὴν γέννησιν· καὶ καθολικῶς εἰπεῖν τὸ πάσης

φύσεως σημαντικὸν καὶ ἀφοριστικὸν ἡ ἐνέργεια αὐτῆς ἡ φυσικὴ κατέστηκεν, η ς

ἀναιρουμένης συναναιρεῖται πάντως καὶ ἀπόλλυται καὶ ἡ φύσις· ἀναιρουμένης γὰρ

τῆς καύσεως σβέννυται τὸ πῦρ· ἀναιepsilon.726 ρουμένης τῆς κινήσεως τοῦ ζώου

ἀπόλλυται τὸ ζῶον· ἀναιρουμένης τῆς νοήσεως ἀπόλλυται τὸ νοερὸν τῆς ψυχῆς καὶ

τὸ λογικὸν αὐτῆς. καὶ διὰ τοῦτο λέγομεν ἐν Χριστῷ δύο θελήσεις καὶ ἐνεργείας, ι να

μὴ α ψυχον σῶμα καὶ α λογον ψυχὴν ἐπ' αὐτῷ ει πωμεν. ἐνέργεια γὰρ ἐμψύχου

σώματος τὸ περιπατεῖν καὶ ἐργάζεσθαι· ἐνέργεια δὲ λογικῆς ψυχῆς ἡ θελητικὴ καὶ

λογιστικὴ καὶ βουλευτικὴ διάνοια αὐτῆς ἐστίν. οὐ μόνον δὲ ἐπὶ ἐμψύχων καὶ

κινητικῶν, ἀλλὰ καὶ ἐπὶ ἀψύχων καὶ ἀκινήτων ε στιν εὑρεῖν φυσικὰς ἐνεργείας, ὡς

μαρτυρεῖ ἡ σκαμμωνία καὶ τὰ καθάρσια τῆς κενωτικῆς ἐνεργείας ὑπάρχοντα, καὶ ἡ

ὑδράργυρος θανατικὴν ποιοῦσα ἐνέργειαν, καὶ τὸ κώνιον ὁμοίως ἀναιρετικὸν

ὑπάρχον. τὸ δὲ παράδοξον, ο τι καὶ τινὲς διάφοροι φύσεις στερούμεναι πολλάκις τῶν

φυσικῶν ἐνεργειῶν αὐτῆς, ἑτέρας ἐνεργείας τίκτουσιν, οι ον ἡ λίθος καιομένη

ἀπόλλυσι τὴν ψυχρὰν ἐνέργειαν, καὶ καυστικὴν σωμάτων ἐνέργειαν, α σβεστος

γενομένη, κέκτηται. ὁμοίως καὶ ἡ κέδρος καιομένη στερεῖται μὲν τῆς φυσικῆς καὶ

αὐξητικῆς καὶ βλαστώδους ἐνεργείας· ἰαματικὴν δέ τινα καὶ ἀφαιρετικὴν σκωλήκων

ἐνέργειαν κέκτηται· ἐς υ στερον καὶ τὴν κεδραίαν δίδωσι ταύτῃ. ἀμέλει γοῦν τοῖς

ἐχεφρόνως τὰς τῶν ο ντων προσηγορίας διασκοπεῖν καὶ ἀνακρίνειν ἐπισταμένοις

ε στιν εὑρεῖν, ο τι αἱ πλείους πάσης ὑπάρξεως προσηγορίαι ἐνεργητικὰς, ἀλλ' οὐ

φυσικὰς τὰς ὀνομασίας ε χουσιν, ἐκ τῶν ἰδίων ἐνεργειῶν ταύτας λαβοῦσαι καὶ

ε χουσαι καὶ λεγόμεναι. θεὸς γὰρ οὐκ αὐτὴν τὴν οὐσίαν τὴν ἀκατάληπτον καὶ

ἀνώνυμον τοῦ δημιουργοῦ ἡμῖν παρίστησιν· ἀλλ' ἐκ τῆς θεωρητικῆς αὐτοῦ

ἐνεργείας ει ρηται θεός. ὁμοίως καὶ τὸ α γγελος οὐ τὴν οὐσίαν αὐτοῦ καὶ τὴν

υ παρξιν τῆς αὐτῶν φύσεως δηλοῖ, ἀλλ' ἐκ τῆς ἀγγελικῆς αὐτῶν ἐνεργείας καὶ

διακονίας τὴν ἀγγέλου ὀνομασίαν epsilon.727 ε χουσιν. ω σπερ δὴ καὶ ὁ α νθρωπος

οὐκ ἐξ αὐτῆς τῆς οὐσιώδους αὐτοῦ ποιότητος λέγεται α νθρωπος, ἀλλὰ διὰ τὸ α νω

θρεῖν τὴν ω πα, η γουν α νω ὁρᾷν τοὺς ὀφθαλμούς. ο θεν καὶ αὐτὸς ἐκ τῆς α νω

θεωρητικῆς ἐνεργείας λέγεται α νθρωπος. α λλοι δὲ λέγουσιν, ο τι ἐκ τῆς

ἀνορθοπεριπατητικῆς ἐνεργείας α νθρωπος ἐκλήθη, πάντων τῶν ζώων κατωκλινῶς

κεκυφότων καὶ περιπατούντων. εἰ ου ν καὶ αἱ δύο προσηγορίαι τῶν οὐσιῶν τοῦ

Χριστοῦ, λέγω δὴ τὸ θεὸς καὶ τὸ α νθρωπος, ἐκ τῶν φυσικῶν αὐτῶν ἐνεργειῶν τὰ

ὀνόματα ε χουσι, πῶς οὐκ αἰσχύνονται τινὲς ἀπαρνούμενοι τὰς δύο λέγειν ἐπ' αὐτοῦ

ἐνεργείας; οι τινες πάσης ἑτέρας γραφικῆς η πατρικῆς παραστάσεως ἐξ αὐτῶν τῶν

ὀνομάτων τοῦ Χριστοῦ αἰσχύνονται ἐκ τοῦ θεὸς καὶ α νθρωπος. καθὰ γὰρ ε φην,

σχεδὸν πᾶσα φύσις ἐκ τῆς οὐσιώδους αὐτῆς ἐνεργείας ε χει τὴν προσηγορίαν· οι ον τὶ

λέγω παρθένον, η γουν πῦρ θανὸν, κατὰ τὸ τὴν πύρωσιν θανατοῦν τῆς σαρκός. καὶ

πάλιν ὁπηνίκα λέγομεν περιστερὰν, οὐκ αὐτὴν τὴν φύσιν τοῦ ζώου η γουν τῆς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

174

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!