18.07.2013 Views

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

∆αρδάπτω. ὁμοίως. ἀπὸ τοῦ δάπτω. διὰ δὲ χρόα καλὸν ε δαψε. ∆αρθεῖν. κυρίως τὸ

ἐπὶ δερμάτων καθευδῆσαι. δραθεῖν καθ' ὑπέρθεσιν. ὡς καρδία, κραδία. ει ρηται παρὰ

τὸ δέρμα. η παρὰ τὸ δρῶ, τὸ ἐνεργῶ, γίνεται δρήθω τὸ κοιμῶμαι κατὰ ἀντίφρασιν·

οἱ γὰρ κοιμώμενοι οὐκ ἐνεργοῦσι. ∆ασμοφορεῖν. συμμερίζειν. ∆ασμολογῶ. συνάγω.

σὺ δὲ δασμολογεῖς, καὶ παρ' ἑκόντων καὶ ἀκόντων λαμβάνεις. ∆άσασθαι.

συμμερίσασθαι. ∆άσαντο. ἐμερίσαντο. ἀπὸ τοῦ δαίω, δαίσω, δάσω, δάξ. ∆αύω. κυρίως

τὸ δεσμῶ. παρὰ τὸ δέω τὸ δεσμεύω. Ομηρος· πῶς α ν ἐγώ σε δέοιμι μετ' ἀθανάτοισι

θεοῖσι. ο κατὰ συναλοιφὴν γίνεται δῶ. ἐκ τούτου δαύω, ὡς χρῶ χραύω. ει ρηται καὶ

ἐπὶ τοῦ καθεύδειν· οἱ γὰρ καθεύδοντες δεσμουμένοις ἐοίκασι. τὸ δαύω παρὰ τὸ δαίω,

τροπῇ τοῦ ˉι εἰς ˉυ. ∆άσασθαι. τὸ σπεῖραι. παρ' ̔Ησιόδῳ· σπέρματα δάσασθαι, φυτὰ δ'

ἐνθρέψασθαι α ριστα. delta.474 ( ̓Επίῤῥημα.) ∆αί. σύνδεσμος, προηγούμενος τῶν

πευστικῶν μορίων, ο ς καὶ διὰ διφθόγγου γράφεται. ∆αιμονίωσ. παραδόξως.

ὑπερφυῶς· μακαρίως. ∆αιτρευτῶσ. μεριστῶς. Τὸ ∆ μετὰ τοῦ Ε. ( ̓Αρσενικόν.)

∆εκατευτὴς καὶ δεκατολόγοσ. ὁ τελώνης. ∆εκτῆρεσ. ὑποδοχεῖς. ∆εκελεικόσ.

Πελοποννησιακός. ∆εκελεικὸς πόλεμος, καθὰ ∆εκέλεια ̓Αθηναίοις ἐπετειχίσθη.

διφθόγγως δὲ γράφεται. ἀπὸ γὰρ ∆εκέλεια γίνεται ∆εκελειακὸς καὶ ∆εκελεικός.

∆ειμαλέοσ. κατάφοβος. ω σπερ ἀπὸ τοῦ τάρβος γίνεται ταρβαλέος, ου τως καὶ ἀπὸ

τοῦ δεῖμος δειμαλέος. δεῖ δὲ γινώσκειν, ο τι τὰ διὰ τοῦ αλεος ὑπὲρ δύο συλλαβὰς,

πρὸ μιᾶς τὸν τόνον ε χουσιν, οι ον ἀργαλέος, νηφαλέος. σεσημείωται δαιδάλεος ἀπὸ

τοῦ δαιδάλειος κατὰ ἀποβολὴν τοῦ ˉι· κονισάλεος ἀπὸ τοῦ κονισάλειος κατὰ

ἀποβολὴν τοῦ ἰῶτα· αἰθάλεος· τοῦτο διφορεῖται, πρὸ μιᾶς γὰρ ε χει τὸν τόνον καὶ

πρὸ δύο· πρὸ μιᾶς γὰρ ὑπάρχει ἀπὸ τοῦ αι θω, ὡς νήφω, νηφαλέος· ἡνίκα δὲ πρὸ δύο

ε χει τὸν τόνον, ἀπὸ τοῦ αἰθάλειος γέγονε κατὰ ἀποβολὴν τοῦ ἰῶτα, ω σπερ

̓Απολλώνιος· αἰθάλεοι πρηστῆρες. ἀτασθάλεος ἀπὸ τοῦ ἀτασθάλιος, κατὰ τροπὴν τοῦ

ˉι εἰς ˉε, η ἀπὸ τοῦ ἀτασθάλειος κατὰ ἀποβολὴν τοῦ ˉι. delta.475 ∆εῖμοσ. ὁ φόβος.

ὡς ἀπὸ τοῦ α νθω γίνεται α νθιμος, καὶ κῦδος κύδιμος, ου τως καὶ ἀπὸ τοῦ δέος

δέϊμος καὶ δεῖμος. ∆ειδήμων. ἀπὸ τοῦ δειδῶ, δειδήσω, τὸ φοβοῦμαι. ὡς τὸ φιλῶ,

φιλήσω, φιλήμων. ∆ειλόσ. παρὰ τὸ δέος, δέϊλος, καὶ συναιρέσει δειλός. ∆εινίασ.

παρὰ τὸ δεινὸς, δεινίας. πάντα δὲ τὰ παρὰ τὸ δεινὸς διὰ διφθόγγου, οι ον·

δεινολόγος, δείνων, δεινίας. ∆εινόσ. φοβερὸς, φόβου ποιητικός. λέγεται δὲ καὶ ὁ

πανοῦργος καὶ ὁ ἱκανὸς καὶ ὁ ἀκολάκευτος καὶ ὁ σοφὸς καὶ ὁ ε μπειρος. ∆εῖνοσ. τὸ

παρ' ἡμῖν ψηκτήριον. ∆εινωποί. δειματώδεις, φοβεροί. ∆εισιδαίμων. ὁ εὐσεβής.

Παῦλος· ὡς δεισιδαιμονεστέρους ὑμᾶς ὁρῶ. λέγεται καὶ ὁ ἀμφίβολος περὶ τὴν πίστιν,

η καὶ ὁ δεδιὼς τοὺς δαίμονας. ∆ειλακρίων. ὁ α κρως δειλὸς, ὁ α θλιος, ὁ ἐλεεινὸς, ὁ

ταλαίπωρος, ὁ ἐπίπονος. ∆ειπνητόσ. ὁ καθ' ἡμᾶς ἀρίστου καιρός. ∆εῖπνοσ. ὁ καιρὸς

τῆς τροφῆς. καὶ ἡ ἐν τοιῷδε καιρῷ διδομένη τροφή. οι ον· δεῖπνον ἐρίθοισι λεύκ'

α λφιτα πολλὰ πάλυνον. οἱ δὲ κωμικοὶ καὶ νεώτεροι συγχέουσι τὸν καιρὸν, τὴν ἐπ'

ε ριν τροφὴν δεῖπνον ὀνομάζονdelta.476 τες, ὡς καὶ νῦν, μεθ' ο δεῖ πονεῖν.

̓Επαφρόδιτος δὲ, παρὰ τὸ δάπτω, δάπτον καὶ δεῖπνον. η δεῖπνον τὸ πρώϊνον

α ριστον, ο περ ἀκρατισμὸς λέγεται. ει τα περὶ ω ραν τρίτην α ριστος, παρὰ τὸ εἰς

ἀριστείαν προέρχεσθαι. ει τα τὸ ἑσπερινὸν, δόρπος, παρὰ τὸ δόρυ παύειν. ∆ελφίσ.

πολεμιστήριον ο ργανον πρὸς ναυμαχίαν. ο θεν καὶ δελφινοφόρον ναῦν. ∆ελφοί. τὸ

ἱερὸν τοῦ ̓Απόλλωνος. ου τω δὲ ἐκλήθη διὰ τὸν ∆ελφύνην δράκοντα ἐκεῖ εὑρεθῆναι,

ο ν ἀπέκτεινεν ὁ ̓Απόλλων. Πυθὼ δὲ, διὰ τὸ ἐκεῖσε σαπῆναι. ∆εξιόσ. ευ νους, ἀγαθὸς,

ἐπιτήδειος, εὐπαίδευτος. ∆εξίδωροι. δωροδόκοι. ∆εξιόλαβοσ. παραφύλαξ. ∆εξιτερόσ.

πᾶν ο νομα συγκριτικὸν, εἰς ˉνˉοˉς λῆγον, βαρύνεται. ζητητέον δὲ περὶ τῆς

δεξιτερὸν κατὰ μαζόν. εἰ γάρ ἐστι δεξιὸς, ω φειλεν ει ναι δεξιώτερος, ὡς λογιώτερος.

ε στιν ου ν παρώνυμος ὁ χαρακτήρ. παρὰ τὸ δεξιὸς γίνεται δεξιερὸς, ὡς α ριστος,

ἀριστερὸς, φθόνος, φθονερὸς, μόγος, μογερός· καὶ πλεονασμῷ τοῦ ˉτ δεξιτερός.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

116

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!