18.07.2013 Views

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

βασανιστὴς, η δήμιος, η ὁ ὑπὸ τοῦ δήμου τὸ φονεύειν κληρωθείς. ει ρηται παρὰ τὸ

καίνω τὸ κόπτω καὶ φονεύω. ὁ ἐκ delta.496 τοῦ δήμου ἐπιτετραμμένος καίνειν. καὶ

ἀμοιβῇ τοῦ ˉα εἰς ˉη δημόκοινος. ∆ῆμοσ. ὁ ο χλος. παρὰ τὸ δέω τὸ δεσμεύω τὸ

συνδεδεμένον πλῆθος, δεσμὸς καὶ δῆμος. ὡς μένω, μένις καὶ μῆνις. η παρὰ τὸ δέμας,

οι ον ε ν σῶμα ὑπάρχον. η παρὰ τὸν δασμὸν τὸν μερισμόν. ε νθεν καὶ ∆ημήτηρ, ἡ

τῶν δασμῶν μήτηρ, καὶ δαὶς, ἡ τροφή. η παρὰ τὸ δέω τὸ δεσμεύω, δέμος καὶ δῆμος.

κατὰ ἀντίφρασιν τὸ εὐδιάλυτον. ∆ημοσθένησ. ἰστέον, ο τι ἐπὶ τοῦ ∆ημοσθένεος

∆ημοσθένους οὐκ ε στι συναίρεσις, ἀλλὰ κρᾶσις. α λλο γὰρ κρᾶσις καὶ α λλο

συναίρεσις. ἡ μὲν γὰρ συναίρεσις πάντα τὰ αὐτὰ φωνήεντα φυλάσσει καὶ οὐ ποιεῖ

ἀλλαγὴν τῶν φωνηέντων, οι ον· πάϊς, παῖς· Πηλέϊ, Πηλεῖ. ἡ δὲ κρᾶσις πάντως

ἀλλοίωσιν ἐργάζεται τῶν φωνηέντων, οι ον· τὸ ἐμὸν, τοὐμόν· νόος, νοῦς. καὶ εἰ α ρα

ἐν τῇ ∆ημοσθένεος γενικῇ κρᾶσις ἐστὶ καὶ οὐ συναίρεσις, διὰ τί ει πεν ὁ τεχνικός·

πᾶσα γενικὴ εἰς ˉοˉυˉς λήγουσα συνῃρημένη ἐστί· καὶ οὐκ ει πε κεκραμένη; καὶ

ε στιν εἰπεῖν, ο τι ἡ συναίρεσις γενική ἐστι, καὶ συναιρεῖται εἰς ει δη δύο· εἰς κρᾶσιν

καὶ εἰς ὁμώνυμον λεγομένην συναίρεσιν. τῷ ου ν γενικῇ ὀνόματι ο τε συναιρεῖται

τὴν κρᾶσιν ἐκάλεσε. πολλάκις γὰρ τῷ ὀνόματι τοῦ γένους τὰ ει δη

προσαγορεύοdelta.497 μεν. ἰδοὺ γὰρ τὸ α νθρωπος ει δος ω ν τοῦ ζώου ὁμωνύμως

τοῦ γενικοῦ ζώου ὀνομάζομεν. ἰστέον, ο τι τὸ ˉεˉο τριχῶς κιρνᾶται· εἰς τὴν ˉοˉυ

δίφθογγον παρ' ἡμῖν καὶ παρ' ̓Αθηναίοις, οι ον· ∆ημοσθένεος, ∆ημοσθένους. παρὰ

τοῖς ∆ωριεῦσι καὶ τοῖς Ιωσιν, οι ον· ὁ ̓Οδυσσεὺς, τοῦ ̓Οδυσσεῦς, οι ον· ̓Οδυσσεῦς δὲ

λαβὼν κῦσε χεῖρ' ἐπὶ καρπῷ. ἀντὶ τοῦ ̓Οδυσσέως τὴν χεῖρα λαβὼν ἐφίλησε. σπανίως

δὲ εἰς τὴν ˉεˉι δίφθογγον παρ' ̓Αθηναίοις, οι ον· πλέον πλεῖν, δέον δεῖν. ὡς παρὰ

̓Αριστοφάνῃ ἐν Βατράχοις· Εὐριπίδης πλεῖν σταδία λαλίστερα. ἀντὶ τοῦ Εὐριπίδου

πλέον σταδία φλυαρώτερα. ∆ημοσθένην. ̓Ιστέον, ο τι ἡνίκα μὲν τὸ ˉε καὶ προηγεῖται

φωνῆεν, τότε τὸ ˉε καὶ ˉα εἰς η τα κιρνᾶται, καὶ εἰς ˉα δηλονότι μακρόν. οι ον τὸν

εὐφυέα καὶ εὐφυῆ καὶ εὐφυᾶ. ἡνίκα δὲ τοῦ ˉε προηγεῖται σύμφωνον, τότε τὸ ˉε καὶ

ˉα εἰς η τα κιρνᾶται μακρόν. οι ον ∆ημοσθένεα, ∆ημοσθένη, τεύχεα, τεύχη. εἰ δέ τις

ει πῃ καὶ πῶς ἐπὶ τοῦ χάλκεα χαλκᾶ καὶ κάνεα κανᾶ, καὶ τῶν ὁμοίων εἰς ˉα ἐγένετο

ἡ κρᾶσις τοῦ ˉε καὶ ˉα συμφώνου ἐπιφερομένου, λέγομεν, ο τι αἱ εὐθεῖαι αὐτῶν δίχα

ει ρηνται ἐντελῶς καὶ κατὰ κρᾶσιν· καὶ ἐντελῶς μὲν, οι ον χάλκεον καὶ κάνεον· κατὰ

κρᾶσιν δὲ, οι ον χαλκοῦν καὶ κανοῦν. αἱ ου ν ἐντελεῖς εὐθεῖαι ἀπὸ τῶν ἐντελῶν

εὐθειῶν ἐγένοντο, αἱ δὲ συνῃρημέναι ἀπὸ τῶν συνῃρημένων. ̓Ιστέον, ο τι οἱ

̓Αθηναῖοι ἐπὶ μὲν τῶν εἰς ˉοˉς κυρίων τῶν εἰς ˉοˉυˉς ἐχόντων τὴν γενικὴν ποιοῦσι

τὴν αἰτιατικὴν εἰς ˉν, καὶ τὴν κλητικὴν εἰς ˉη. οι ον, ̓Αριστοφάνην, ω ̓Αριστοφάνη.

ἐπὶ δὲ τῶν ἐπιθέτων ου τε εἰς ˉν ποιοῦσι τὴν αἰτιατικὴν, ου τε εἰς ˉη τὴν κλητικήν.

καὶ α ξιον ἐστὶ ζητῆσαι, διατί καὶ ἐπὶ τῶν ἐπιθέτων οὐ ποιοῦσιν ὁμοίως τοῖς κυρίοις.

καὶ ε στιν εἰπεῖν, ο τι εἰ ἐποίησαν οἱ ̓Αθηναῖοι καὶ ἐπὶ τῶν ἐπιθέτων εἰς ˉν τὴν

αἰτιατικὴν, ἠναγκάζονdelta.498 το καὶ τὴν κλητικὴν εἰς ˉη ποιῆσαι· τῆς δὲ κλητικῆς

εἰς η τα ληγούσης, ἠναγκάζοντο καὶ τὰ οὐδέτερα εἰς η τα καταλῆξαι· ἐπειδὴ πᾶν

οὐδέτερον ἀπὸ ἀρσενικοῦ παρεσχηματισμένον καὶ περιττοσυλλάβως κλινόμενον, τῇ

κλητικῇ τοῦ ἀρσενικοῦ ὁμοφωνεῖ. οὐ δύναται δὲ τὰ οὐδέτερα εἰς η τα καταλήγειν,

ἐπειδὴ τὸ ˉο οὐκ ε στι τελικὸν τῶν ἑνικῶν οὐδέτερον. ∆ημοσθένεις. τὸν ˉεˉιˉς

δίφθογγον διατί; ̓Ιστέον, ο τι τὰ δύο ˉεˉε ἐπὶ τῆς εὐθείας τῶν πληθυντικῶν εἰς τὴν

ˉεˉι δίφθογγον κιρνᾶται. οι ον ∆ημοσθένεες ∆ημοσθένεις. ἐπὶ δὲ τῆς εὐθείας τῶν

δυϊκῶν εἰς η τα, ἐπειδὴ τὸ ἰῶτα οὐκ ε στι χαρακτηριστικόν. τούτου χάριν οὐ κιρνᾶται

τὰ δύο ˉεˉε εἰς τὴν ˉεˉι δίφθογγον, ἀλλ' εἰς η τα. Ετι ἡ εὐθεῖα τῶν πληθυντικῶν

πλείοσι φωναῖς κέχρηται ὡς πρὸς τὴν εὐθεῖαν τῶν δυϊκῶν· οι ον τῷ ̔Ομήρῳ, οἱ

Ομηροι. καὶ τούτου χάριν τὰ δύο ˉεˉε, ἐπὶ μὲν τῆς εὐθείας τῶν πληθυντικῶν εἰς τὴν

ˉεˉι δίφθογγον κιρνᾶται, ἐπὶ δὲ τῆς εὐθείας τῶν δυϊκῶν εἰς η τα, ι να εὑρεθῇ ἡ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

122

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!