18.07.2013 Views

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἀνεμώλια. σημαίνει δὲ τὰ μάταια. Μετάφρενον. τὸ μεταξὺ τῶν δύο ω μων. ο τι

ἐξόπισθεν τῶν φρενῶν ε γκειται. οἱονεὶ μετὰ τὰς φρένας. ο θεν καὶ Ομηρος· η μαρ

ὑπὸ πραπίδων–. ο ἐστι τῶν φρενῶν. Μετουσιαστικόν. ο ἐστι τὸ μετέχον οὐσίας

τινός. οι ον φῶς φωτεινὸς, σκότος σκοτεινός. Μέτριον. ταπεινόν. παρὰ τὸ μέσον

ὑπάρχον ὑπερβολῆς καὶ ἐλλείψεως. Μέτρον. τινὲς τὸ κοῖλον, παρὰ τὸ μέσον ει ναι,

τὰ δ' α λλα ἀπ' αὐτοῦ. ὁ δὲ ̔Ηρωδιανὸς λέγει· παρὰ τὸ ἀρῶ γίνεται μέτρον. Μεῖον.

ε λαττον. μικρόν. Μειδίαμα. γέλως μικρός. παρὰ τὸ μείων γέγονεν· ὁ γὰρ μειδιῶν

μείονι κέχρηται γέλωτι. Μειλίγματα. πραϋντικά. παρὰ τὸ μειλίσσω. ὁμοίως καὶ τὰ

μείλια, ο ἐστι τὰ ἐξώπροικα. Μείλινον. τὸ ἀπὸ μελίας. γέγονε μελέϊνος καὶ mu.1350

κατὰ συγκοπὴν μέλινος καὶ πλεονασμῷ τοῦ ˉι μείλινος καὶ μείλινον. Μεσότοιχον.

τὸ διάφραγμα. καὶ ὁ ̓Απόστολος· τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας. τὴν ε χθραν τὴν

πρὸς θεόν τε καὶ ἡμῶν καὶ ̓Ιουδαίων λέγει. ποῖον δὲ μεσότοιχον ε λυσε τὴν ε χθραν;

ἡ σὰρξ τοῦ Χριστοῦ. Μέλι. παρὰ τὸ μέλω, τὸ φροντίζω. ( ̔Ρῆμα.) Μεγαίρει. φθονεῖ.

παρὰ τὸ μέγας. οἱ γὰρ μεγάλοι φθονοῦνται, η διὰ πλοῦτον καὶ δόξαν, η δι' ἀρετήν.

Μεγαλίζεο. ἐπαίρου. μὴ μεγαλίζεο τῇ διανοίᾳ δι' ὑπερηφανίας. Μεδοίατο.

φροντίσαιεν. Μέδω. τὸ βασιλεύω. Μεθείσ. καταλείψας, ἐάσας. καὶ μέθες. †Μεθέμεν.

συγχωρῆσαι.† Μεθήσειν. ἐάσαι. Μελδόμενοσ. τηκόμενος, καιόμενος. κυρίως δὲ

μέλδειν τὸ ε δειν τὸ μέλι, οι ον μελέδειν καὶ μέλδειν κατὰ συγκοπήν. mu.1351

Μέλπω. ᾳ δω, ὑμνῶ. παρὰ τὸ τὰ μέλη η τοι τοὺς ῥυθμοὺς ε πειν, η γουν λέγειν.

σημαίνει δὲ τὸ μέλπειν καὶ τὸ παίζειν καὶ τέρπεσθαι. καὶ μέλπηθρα, τὰ παίγνια, παρὰ

τὸ μέλπω, τὸ παίζω. Μελετᾷ. γυμνάζεται, ἀσκεῖ. καὶ μελετῶ παρὰ τὸ μελέτη, τοῦτο

παρὰ τὸ μέλι καὶ τὸ ἐτεὸν, τὸ ἀληθές· ο ἐστιν ἡ ἀληθινὴ γλυκύτης. η παρὰ τὸ μέλω,

τὸ φροντίζω. τὰ γὰρ μαθήματα φροντίδος α ξια πολλῆς. Μελήσω. σπουδάσω.

Μέλλει. ἀναβάλλεται, ὑπερτίθεται. Μεμαὼς καὶ μεμαυῖα. ἀπὸ τοῦ μῶ, μάσω, ἀφ' ου

μεμάκασι καὶ ἀποβολῇ μεμάασιν. η ἀπὸ τοῦ μῶ, μήσω, μέμηκα, καὶ κατὰ συστολὴν

τοῦ ˉη μέμακα, μεμαὼς, καὶ τὸ θηλυκὸν μεμαυῖα. ου τως πάντες λέγουσι.

Μέμβλωκε. παραμένει. παρὰ τὸ μολῶ, μολήσω, μεμόληκα, ὡς νοῶ, νοήσω, νενόηκα,

καὶ κατὰ συστολὴν μέμληκα, καὶ πλεονασμῷ τοῦ β μέμβληκα, καὶ τροπῇ τοῦ ˉη εἰς

ˉω μέμβλωκα, ὡς παρώχηκα, παρώχωκα. Μεμετρέαται. ἀπὸ τοῦ μετρῶ, μετρήσω,

μεμέτρηκα, μεμέτρημαι, μεμέτρηται, καὶ ἰακῶς mu.1352 μεμετρέαται. ὡς παρ'

̔Ιππώνακτι· ὁ μὲν ου ν βόσπορος καὶ ὁ πόντος, ου τως καὶ ὁ ̔Ελλήσποντος κατὰ πάντά

μοι μεμετρέαται. Μεμακυῖαι. μηκώμεναι. μήκη γὰρ ἡ τῶν αἰγῶν φωνή· βληχὴ δὲ ἡ

τῶν προβάτων. ο θεν καὶ μηκάδες αἰγῶν. Μέμνω. ἀπὸ τοῦ μένω, κατὰ συγκοπὴν

μνῶ καὶ μέμνηκα, ὁ μέλλων μνήσω, ὁ παρακείμενος μέμνηκα. μέμνω δὲ τὸ καρτερῶ.

*καὶ μεμένηκα.* Μέμηλα. μέσος παρακείμενος ἀπὸ τοῦ ἐνεργητικοῦ τοῦ μεμέληκα

γέγονεν, ἀπὸ τοῦ μέλω ἐνεστῶτος, ο σημαίνει τὸ φροντίζω. Μεμνέῳτο. ἀντὶ τοῦ

ἐπισκοποίη καὶ ἐπιμελοῖτο. προπαροξύνεται καὶ γράφεται σὺν τῷ ˉι. Μεμορμένον.

πεπρωμένον. Μέμυκεν. οι ον· μέμυκε δὲ γαῖα καὶ υ λη. εἰ μὲν ου ν σημαίνει τὸ η χον

ἀποτελεῖν, ἀπὸ τοῦ μυκῶ περισπωμένως ἐστὶν, εἰ δὲ τὸ πεπιλῆσθαι καὶ συνεσφίχθαι,

τὸ κρύος δηλοῖ. ο τι ἀπὸ τοῦ μύω ἐστίν. Μεμυκώσ. κρύψας, καμμύσας. mu.1353

Μεμύημαι. δεδίδαγμαι. καὶ μεμυημένος ὁ δεδιδαγμένος καὶ πεπειραμένος. Μέμονασ.

προθυμῇ. ἀπὸ τοῦ μένω. ἀλλά γε πῶς μέμονας–. Μενεαίνων. προθυμῶν. ἀπὸ τοῦ

μενῶ μεναίνω, καὶ πλεονασμῷ τοῦ ˉε μενεαίνω. Μενοινῶ. τὸ προθυμῶ. καὶ μενοινὴ,

ἡ προθυμία. παρὰ τὸ μένω, τὸ προθυμοῦμαι, μενωνὴ καὶ τροπῇ τοῦ ˉω εἰς τὴν ˉοˉι

δίφθογγον μενοινή. ὡς παρὰ τὴν ἀγκῶνος γενικὴν ἀγκώνη καὶ ἀγκοίνη, ου τω

μενωνὴ καὶ μενοινή. καὶ μενοινῶ ῥῆμα. Μερμαίρω. τὸ φροντίζω καὶ μεριμνῶ. καὶ

μερμερίζειν. παρὰ τὸ μείρω, τὸ φροντίζω, γίνεται μέρος, μερίζω, καὶ διπλασιασμῷ

μερμερίζω, καὶ τροπῇ τοῦ ˉε εἰς ˉη μερμηρίζω. ὁ γὰρ φροντίζων μερίζεται τὴν

γνώμην. Μεταλλῆσαι. πολυπραγμονῆσαι. καὶ μεταλλεύει ἀντὶ τοῦ μεταφέρει.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

290

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!