18.07.2013 Views

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

τοῦτο ποιοῦντες φασὶ μὴ ε χειν ἁμαρτίαν. μισοῦσι δὲ τὴν ἐγκράτειαν καὶ κατὰ

ἀνατολὰς οὐκ ευ χονται. τινὲς ̓Οσσαῖοι γράφουσιν. † ̓Εσσηρόσ. ὁ μάντις.† ̓Εσσεβών. ὁ

ἀῤῥαβὼν, ἑβραϊστί. καὶ ἀντὶ τοῦ ε σωθεν. ̓Εσσήν. ὁ βασιλεὺς τῶν μελισσῶν. ἡ γενικὴ

τοῦ ἐσσῆνος. epsilon.878 ̓Ες κόρακασ. εἰς σκότος. εἰς ο λεθρον. ̓Εσμόσ. κυρίως τὸ

πλῆθος, καὶ ὁ ο χλος τῶν μελισσῶν. παρὰ τὸ α μα πετομένας ι εσθαι. ̔Εσπέριοι. οἱ ἐπὶ

τὴν δύσιν οἰκοῦντες. Εσπεροσ. ἀστὴρ, ο ς κάλλιστος ἐν οὐρανῷ ι σταται. ει τε καὶ ὁ

καιρὸς, ει τε καὶ ὁ ἀστήρ. ἀπὸ τοῦ ε σω ποιεῖν τὰ ζῶα περᾷν ἀναπαυσόμενα. η ὁ

πέρας τῆς ἑῴας φέρων. ̔Εστιαιεύσ. κύριον. καὶ ̔Εστιαῖος. ̔Εστιάτωρ. ὁ δειπνοκλήτωρ.

̓Εσχαρίτησ. α ρτος ὁ ἀπὸ κλιβάνου. Εσχατοσ. ὁ τελευταῖος. ἀπὸ τοῦ ε χω. ε χατος καὶ

ε σχατος. περὶ τὰ τέλη γινόμενοι, ἐνεχόμεθα η βαδίζειν η ἀριθμεῖν, η ο , τι ποιεῖν

οὐκ ε τι προβῆναι δύναται. ἀλλὰ υ στερος κεῖται τοῦ πρώτου. (Θηλυκόν.) ̓Ες ἀώ. εἰς

μίαν ἡμέραν. ̓Εσαώρασ. εἰς καιρούς. Εσσα. ο νομα πόλεως. epsilon.879 ̓Εσθήσεσιν.

ἱματίοις. ἐσθήσεσιν ἀστραπτούσαις. ̓Εσθήσ. τὸ ἱμάτιον. παρὰ τὸ ε ω, τὸ ἐνδύομαι,

ἑστής. ω σπερ παρὰ τὸ ἀργὸς ἀργὴς, ἀφ' ου τό· –ἀργῆτα κεραυνόν. καὶ γυμνὸς

γυμνής· ου τως καὶ ἐστὸς ἐστὴς καὶ ἐσθής. ̔Εσία. ἡ πρεσβεία. αἰσία δὲ ἡ δικαία καὶ ἡ

πρέπουσα, δίφθογγον. ̓Εσκουπονδία. στρατιωτικὰ ἐφόδια κατὰ ̔Ρωμαίους. ̔Εσπέρα.

ἡλίου στέρησις η πέρας τῆς ἡμέρας· ε ως γὰρ ἡ ἡμέρα. ̓Ες ἠῶ. εἰς ἡμέραν. ̔Εστιάδεσ.

αἱ ἱέρειαι. ̔Εστία. ἡ οἰκία, δίαιτα, οι κησις, βωμὸς, χυτρόπους, ἐσχάρα. ̔Εστιατορία. ἡ

ἑστίασις. ̓Εσχατιά. τὸ ε σχατον μέρος τῆς ἐρημίας, η ὁ ε σχατος τόπος τῆς γῆς, η τὰ

νομὰς ε χοντα χωρία. καὶ τὰ πρὸς τοῖς τέρμασι τῶν χωρίων ἐσχατιὰς ε λεγον, οι ς

γειτνιᾷ ο ρος ει τε θάλασσα. epsilon.880 ̓Εσχάτη ἀδικία. α κρα καὶ τελεία.

̓Εσχατόωσαν. ἐσχάτην κειμένην. ̓Εσχάρα. Λυκοῦργος καὶ ̓Αμμώνιος τὴν ἑστίαν

λέγουσι τὴν μὴ ε χουσαν υ ψος, ἀλλ' ἐπὶ γῆς ἱδρυμένην η κοίλην. παρὸ καὶ τοὺς

ἰατροὺς τὰ ἐν σώματι κοῖλα ε λκη λέγουσι καλεῖν ἐσχάρας. ̓Εσχάραι καὶ αἱ ἐπ'

ἐδάφους ἀνθρακίαι. ο σσαι γὰρ Τρώων πυρὸς ἐσχάραι. ̓Εσχάτη γαστήρ. τὸ

κοιλοέντερον λέγει ὁ ̔Ιπποκράτης. καὶ ὁ Ψελλός· τὸν θώρακα δὲ κίθαρον, κρατῆρας

τοὺς ὀδόντας. τὸ κῶλον καὶ τὸ ε ντερον ἐσχάτην τῆς γαστέρος. ε στι δ' ο που τὸν

τράχηλον στόμαχον τῆς γαστέρος. (Οὐδέτερον.) ̓Εσθημάτων. ἱματίων. Εσθοσ. τὸ

ἱμάτιον. ̓Εσθλά. ἀγαθά. ἐσθλὸς ἐὼν α λλου κρείττονος ἀντέτυχεν. ̔Εσπέρια. τὰ

δυτικά. Εσοπτρον. κάτοπτρον. ἐσόπτρῳ ἐνορῶντες. ̔Εστιατορεῖον. δειπνοκλητόριον.

epsilon.881 ̓Ες τάχος γράφει. ἀττικῶς ου τω λέγει. καὶ ἐς κάλλος γράφει, ἀλλ' οὐ

καλλιγραφεῖ. ̓Εσχαρίου πυρόσ. τοῦ ἐπὶ τῆς ἐσχάρας. Ηριπεν ἐσχαρίου λάβρον ἐπ'

α σθμα πυρός. Εσχατα κακά. τὰ μεγάλα παθεῖν. μὴ τὰ ε σχατα αὐτὸν περιϊδεῖν

παθόντα. ἀντὶ τοῦ λίαν, μέγα. ̓Εσχάριον. τὸ θυμιατήριον. τοῦ Ψελλοῦ· τὸ δὲ

θυμιατήριον ἐσχάριόν μοι κάλει. ̓Εσάλευε καὶ ἀπεσάλευε. τοῦτο ἐπὶ νεῶν λέγεται καὶ

ἐπὶ ἀνθρώπων. σημαίνει δὲ ἡ λέξις τὰς ἐλπίδας ἐπὶ τούτοις ει χεν. Εσσατο.

περιεβάλλετο. ε σσατο ∆αμαρέτου θυγάτηρ. Εσαν. ὑπῆρχον. ε στι παρατατικὸς

τρίτου προσώπου τῶν πληθυντικῶν τῶν εἰς ˉμˉι. τοίοι ε σαν κήρυκες καὶ ὀτρυρώ–.

̓Εσέφθη. ἐσεβάσθη, ἐτίμησε, καὶ ἀντὶ τοῦ ἐθαύμασε καὶ ἐξεπλάγη, καὶ ἀντὶ τοῦ

ἐμαντεύθη. ̓Εσεσήρεσαν. ἀντὶ τοῦ ἐκεχήνεσαν. ἡ μεταφορὰ ἀπὸ τῶν ὀργιζομένων

κυνῶν. ἐς ἀλλήλας epsilon.882 ἐσεσήρεσαν ἡμιμανές τε καὶ α γριον οἱ Σκύθαι.

̓Εσεσήρει. ὠργίζετο. λίαν γὰρ εἰς αὐτὴν ἡ Θεοδώρα ἠγριαίνετο καὶ ἐσεσήρει. η

ἐσεσήρει ἀντὶ τοῦ ἐδυσχέραινεν. Εσεισεν. ἀντὶ τοῦ ἐλύπησεν. ε σεισέ μου τὴν

καρδίαν. καὶ ἀντὶ τοῦ ἐτάραξεν. ἐσείσθησαν λαοί. ̓Εσήλατο. εἰσῆλθεν, εἰσέφρησεν,

ἐπεισῆλθεν, εἰσεπήδησεν. ̓Εσήμαινε. προσέτασσεν. ὁρῶν τὸ πρόθυμον τῶν ̔Ρωμαίων,

ἐσήμαινε τοῖς ἑαυτῷ ἑπομένοις ἐπικουρεῖν. Εσθενε. σθένους καὶ δυνάμεως μετεῖχεν.

ε στενε δὲ, ἀντὶ τοῦ ἐστέναζεν. ̓Εσθίειν λέγεται. ε σθειν δὲ σπανίως καὶ ει περ α ρα οἱ

ποιηταί. Εσθε. τρῶγε. Εσθω. τρώγω. ἀφ' ου παράγωγον ἐσθίω. καὶ ἡ μετοχὴ ὁ

ε σθων. ε σθων καὶ πίνων. παρὰ τὸ ε δος ἐστός. ὡς βάζω, βιβαστὸς, ἐγείρω, ἐγερτός·

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

204

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!