18.07.2013 Views

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

α λυς, ἡ ἀδημονία, καὶ ἡ πλάνη τῆς διανοίας. τὸ δὲ ἀλύω, τὸ ἀδημονῶ, ὡς πλήθω

πληθύω. ̓Αλυκτεῖν· ἀλυκταίνειν. δυσφορεῖν, ἀγανακτεῖν. ̓Αλυσκάζω. τὸ ἐκκλίνω.

̓Αλφάνει. εὑρίσκει. *καὶ ἀλφῶ τὸ εὑρίσκω.* ̓Αλφάζω. τὸ προνοῶ. Αλφειν. τὸ

εὑρίσκειν. ἀλφῶ τὸ εὑρίσκω, ἐξ ου καὶ α λφα. ̓Αλῶ. τὸ πλανῶ. καὶ ἁλῶ, τὸ

συλλαμβάνω. ̔Αλῴη. κρατηθῇ. ε χει τὸ ˉι προσγεγραμμένον ἐν τῇ παραληγούσῃ·

ε στι γὰρ, ἐὰν ἁλῷ, ἐὰν alpha.139 ἁλῷς, καὶ πλεονασμῷ τοῦ ˉη γίνεται ἁλῴη. ω σπερ

ἐὰν στῶ, στῇς, στῇ, στῄη. στῄη ἐπ' ὠκυῤῥόῳ ποταμῷ. καὶ ἐὰν φῶ, φῇς, φῇ, φῄη.

δύναται καὶ τὸ ἁλῴη μὴ ε χειν τὸ ˉι κατὰ τὴν παραλήγουσαν, ἀλλὰ κατὰ τὴν

λήγουσαν· ι να ει πωμεν αὐτὸ ἀπὸ τρισυλλάβου, ἀπὸ τοῦ ἐὰν ἁλώω, ἐὰν ἁλώῃς, ἐὰν

ἁλώῃ. ἁλῶ τὸ συλλαμβάνω. ο περ Ομηρος ε φη· η κεν ἁλώω. παράγεται ἀπὸ τούτου

καὶ τὸ ἁλίσκω. ει ρηται παρὰ τὸ τὴν α λα, ἀπὸ τῶν κατὰ θάλατταν λαμβανομένοις

πρῶτον ἁλίσκεσθαι νομιζόντων. ̓Αλέντεσ. συγκλεισθέντες. ̓Αλίσασ. ἀντὶ τοῦ κονίσας.

καὶ ἀλίζειν τὸ ἀλείφεσθαι, η α λας ἐπιπάττειν. ου τως ευ ρον παρὰ τῷ Ψελλῷ.

̓Αλδαίνειν. μεμηνέναι. τοῦ Ψελλοῦ· α γγουρος τὸ μελίπηκτον, ἀλδαίνειν μεμηνέναι.

( ̓Επίῤῥημα.) ̓Αλλά. ἀντὶ τοῦ ο ταν δὲ, καὶ ἀντὶ τοῦ ˉγˉε. ου τος ὁ σύνδεσμος δοκεῖ

προκειμένοις τισὶν ἐπιφέρεσθαι, οι ο· οὐκ ἐγὼ ταῦτ' ει πον, ἀλλ' ὁ δεῖνα. καὶ ἐν τῷ·

οὐ μὴν ἀλλ' ε γωγε. ἀρχὴ δὲ λόγου ὁ ἀλλὰ σύνδεσμος, θαυμαστὸν τινὰ καὶ ε κπληξιν

εἰσάγει, οι ον· ἀλλ' ε μοιγε δοκεῖ–. * Αλλως τε. μάλιστα.* ̓Αλείπτωσ. ἀνενδεῶς.

ἀλήπτως δὲ ἀντὶ τοῦ ἀδώρως, ˉη. Αληθεσ. ἀντὶ τοῦ ο ντως. ̓Αλληνάλλωσ. ὡς

ε τυχεν. Αληκτον. ἀντὶ τοῦ ἀλήκτως. α ληκτον ὑμνεῖ τὸν κενούμενον λόγον. ε στι

δὲ μεσότητος ἐπίῤῥημα· μετάγεται δὲ ἀπὸ τοῦ ὀνόματος ὡς ἐπίῤῥημα. Αλισ. ἱκανῶς,

ἀρκετῶς, αὐτάρκως. alpha.140 ̓Αλλοτρίωσ. πολεμίως. φησὶ καὶ ∆αβίδ· ἐπ' ἀλλοτρίων

φεῖσαι τοῦ δούλου σου, τοῦτ' ἐστὶ τῶν πολεμίων. Αλλυδισ. ἀντὶ τοῦ ἀλλαχοῦ, ἀπὸ

τοῦ α λλος. ̓Αλωπεκῆθεν. ἀπὸ τῆς ̓Αλωπεκῆς. ε στι δὲ ̓Αλω πεκὴ δῆμος ̓Αντιοχίδος.

Αλλωσ. ἀντὶ τοῦ ματαίως. παρὰ τὸ η λος, τὸ μάταιος. οι ον· δαιμόνιε φρένας ἠλέ–

καὶ διπλασιασμῷ τοῦ ˉλ καὶ συστολῇ τοῦ ˉη α λλως. εἰώθασι γὰρ οἱ ∆ωριεῖς

διπλασιάζοντες τὸ ἀμετάβολον, συστέλλειν τὰς ὑποκειμένας συλλαβάς. ̓Αλογίστωσ.

α νευ λόγου καὶ τινὸς αἰτίας. τοῦ θεολόγου· μηδὲν εἰκῆ, μὴ δὲ ἀλογίστως, μὴ δὲ

χαμερπῶς–. Τὸ Α μετὰ τοῦ Μ. ( ̓Αρσενικόν.) ̓Αμαθέστερος καὶ ἀμαθήσ. ἀντὶ τοῦ

ἀπαίδευτος καὶ ἀκόσμητος. ου τως Πλάτων. τάσσεται δὲ καὶ ἐπὶ τοῦ δυσμαθοῦς, καὶ

ἐπὶ τοῦ μὴ μαθόντος, φύσει δὲ ἐπισταμένου. ̓Αμαθήσ. ἀδίδακτος, ἀμύητος. ὁ δὲ

ἀκούει ταῦτα καὶ μὴ ω ν ἀμαθὴς οἰωνῶν τὸν παῖδα ἐπανάγει καὶ τρέφει ὡς γνήσιον.

ὁ δὲ ̓Ιουστῖνος ἀμάθητος η ν γραμμάτων ἁπάντων, καὶ τὸ δὴ λεγόμενον

ἀναλφάβητος. ̓Αμαθί. ο νομα κύριον. ̓Αμάν. κύριον. ου τος προεστὼς η ν βασιλικῶν

πραγμάτων ∆αρείου. ̓Αμμανίται. ο νομα ε θνους. σημαίνει δὲ καὶ τοὺς μύκητας.

̔Αμαξουργόσ. ὁ τὰς ἁμάξας κατασκευάζων. ̓Αμάξιτοσ. πολίχνιον τῆς Τρωάδος. ὁ

πολίτης ̓Αμαξιτηνός. alpha.141 ̓Αμαρτυρήτουσ. ἀντὶ τοῦ ἀμαρτύρους. ου τως

̓Αντιφάνης. ̔Αμαρτίνουσ. ὁ κατὰ νοῦν ἁμαρτῶν. τὰ ἀπὸ περισπωμένου ῥήματος

γινόμενα ῥήματα, η διὰ τοῦ ˉο γίνεται, οι ον, μισῶ, μισογύνης, φιλῶ, φιλόθεος, η

διὰ τοῦ ˉι, οι ον, ἁμαρτῶ, ἁμαρτίνους, οἰδῶ, οἰδίπους. Αμαχοσ. ὁ μὴ μαχόμενος.

ου τως Ξενοφῶν. καὶ ἀμάχητοι οἱ μήπω μεμαχημένοι. Αμασισ. ο νομα κύριον. ο ς

ει λε Κύπρον πρῶτος ἀνθρώπων, καὶ κατεστρέψατο εἰς φόρου ἀπαγωγάς. ε στι δὲ καὶ

Αμασις ο νομα πόλεως. * ̓Αμουργοί. λαμπτῆρες.* ̓Αμαλλοδετήρ. ὁ τὰ δράγματα

συλλέγων. α μαλλα γὰρ ἡ δέσμη τῶν ἀσταχύων. ̔Αμαρτοεπήσ. ὁ ἐν τῷ λέγειν

ἁμαρτάνων. ̓Αμάλθακτοσ. ἀνένδοτος. ̔Αμαρτωλοί. οἱ ἑκουσίως ἁμαρτάνοντες, καὶ

μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας. ̓Αμαιμάκετος καὶ ἀμαιμακέτησ. ὁ

μακρὸς, ὁ ἀκαταγώνιστος, ὁ ἀκαταπόνητος. παρὰ τὸ μῆκος, μάκετος. οι ον· ἱστὸν

ἀμαιμάκετον. καὶ διπλασιασμῷ μαμάκετος· καὶ πλεονασμῷ τοῦ ˉι καὶ ἐπιτάσει τοῦ

ˉα ἀμαιμάκετος, ὁ ὑπερφυής. τὸ δὲ –πνείουσ' ἀμαιμάκετον πῦρ παρὰ τὸ μαιμῶ,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

35

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!