18.07.2013 Views

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

τοίνυν κατὰ τὸ φρόνημα τῆς ἐκκλησίας ἀληθὴς πραγμάτων υ παρξις. κατὰ

̓Αριστοτέλην καὶ τοὺς λοιποὺς Ελληνας πολυτρόπως ἡ φύσις ὁρίζεται· ου στινας

ο ρους οἱ ἀπὸ Σεβήρου κρατοῦντες, ἀπεπλανήθησαν. Φύσισ ἐστὶ κατὰ τὸν ̓Απόστολον

πᾶν τὸ ἐν ἀληθείᾳ ο ν καὶ οὐκ ἐν φαντασίᾳ λεγόμενον. φύσιν γὰρ λέγει ἡ ἐκκλησία

τὴν τῶν ὑπαρχόντων ἀλήθειαν, η γουν τὸ τούτων ἐνούσιον. φύσις δὲ ει ρηται διὰ τὸ

πεφυκέναι καὶ ει ναι, ω σπερ καὶ οὐσία, ὡς ου σα ἐν ἀληθείᾳ καὶ γνωριζομένη. φύσις

δὲ καὶ οὐσία καὶ γένος καὶ μορφὴ ε ν καὶ τὸ αὐτό ἐστιν ἐν τοῖς ἐκκλησιαστικοῖς

δόγμασιν. ω σπερ ὁ α ρτος, τὸ ψωμίον καὶ τὸ βουκίν. διὸ καὶ τὸ ε μφυτον καὶ τὸ

ἐνούσιον ταυτό ἐστι. τετραχῶς δὲ ει ρηται ἡ φύσις, ὡς ε φην· οὐσία καὶ φύσις καὶ

γένος καὶ μορφή. φύσις ἁπλῆ πολυσήμαντόν ἐστι. δηλοῖ γὰρ καὶ θεὸν καὶ α γγελον

καὶ ψυχὴν καὶ νοῦν· ὁμοίως phi.1830 καὶ τὸ α ληπτον. ἀλλὰ καὶ τὸ ληπτὸν, ὁμοίως

καὶ κρατητὸν, σημαίνει πολλὰ, πάντα γὰρ τὰ ὁρώμενα. Φύσις θεοῦ α πειρος καὶ

ἀόριστοσ. καὶ α πειρος μὲν, καθὸ πέρατι οὐχ ὑπόκειται· ἀόριστος δὲ, ἐπείπερ

ὁρογραφίᾳ οὐχ ὑπογράφεται. καὶ τοῦτο ἀποδεικτέον ου τως. πάντα τὰ ὑπὸ χρόνον

καὶ ἀρχῇ ὑπόκειται καὶ πέρατι· ἀρξάμενα γὰρ τοῦ ει ναι φθάνουσι καὶ εἰς τὴν τοῦ μὴ

ει ναι κατάπαυσιν. ταῦτα δὲ δημιουργήματα ο ντα εἰκότως καὶ περιγράφονται· ο γὰρ

τῷ χρόνῳ περινοεῖται, τοῦτο δὴ καὶ πεπόσωται· ποσούμενον δὲ καὶ πεποίωται· ὑπὸ

δὲ τὴν ποιότητα γινόμενον καὶ εἰς ο ρον χωρεῖ. ο ρον τὸν ἐπὶ τῶν σωμάτων, λέγω δὴ

τῆς περιγραφῆς. καθὼς δηλοῦσι καὶ τὰ ὁροθέσια. ἀλλὰ μὴν καὶ αὐτὰ τὰ ἀσώματα,

α γγελοι φημὶ καὶ ψυχαί. καὶ εἰς τόπον διαφεύγουσι καὶ υ λην καὶ παχύτητα

σώματος. ἀλλ' ου ν ο μως ὑπὸ περιγραφήν εἰσι καὶ ο ρῳ τινὶ περιέχονται. καὶ ἀρχὴν

ου ν ε χουσι τῆς ὑπάρξεως, οὐ χωροῦσι δὲ εἰς τὸ τέλος. Φύσισ καὶ οὐσία καὶ μορφὴ

καὶ γένος ε ν κατὰ τοὺς ἁγίους πατέρας καὶ τὸν ἀληθῆ λόγον ταυτόν ἐστιν, ἡ τῶν

ο ντων ου σα ποιότης. τάττονται δὲ καὶ κατὰ τοῦ ει δους. Φύσισ ἐστὶν ἡ ἀρχὴ καὶ

αἰτία τοῦ κινεῖσθαι καὶ ἠρεμεῖ, ἐν ῳ ὑπάρχει πρώτως κατ' αὐτὸ καὶ μὴ κατὰ

συμβεβηκός. Φύσισ ἐστὶν ο νομα δηλωτικὸν τῆς ἁπλῆς τῶν ο ντων κινήσεως. πάντα

γὰρ ἐν κινήσει ο ντα ὁρᾶται. φύσις ἡ πρώτη ἑκάστῳ ὑποκειμένη υ λη. Φύσισ ἐστὶν, ἐν

ῳ τὸ ει ναι τῆς οὐσίας λαμβάνεται. φύσις λόγου, καὶ φύσις χρόνου, καὶ φύσις

ψεύδους κατὰ τὸν μέγαν Βασίλειον. Φύσισ ἐστὶ ἡ μορφὴ καὶ τὸ ει δος κατὰ τὸν

θεολόγον Γρηγόριον. Φύσισ θυμοῦ τὸ τοῖς δαίμοσι μάχεσθαι καὶ ὑπὲρ ἡστινοσοῦν

ἡδονῆς ἀγωνίζεσθαι. phi.1831 Φύσισ ἐστὶν ἡγεμὼν καὶ αἰτία αὐξητικὴ διὰ τροφῆς,

τηρητικὴ τοῦ καθ' ἑαυτὴν συστήματος. Φύσισ ἐστὶν ἡ φύουσα καὶ συνέχουσα ἐν τῷ

γενικωτάτῳ τὸ ζῇν. Φύσισ ἐστὶν αὐθυπόστατος υ παρξις ἀνελλιπῶς σώζουσα τὰ

οἰκεῖα γνωρίσματα. φύσις ἐστὶν ὁλότης ἀνενδεὴς πάντων τῶν ἐν οι ς πέφυκεν

ἐνθεωρεῖσθαι. Φύσισ ἐστὶν ἡ ἀεὶ ὡσαύτως ε χουσα καὶ μὴ ἐξισταμένη τῆς οἰκείας

ἀμετρίας, κᾳ ν ἐν ἀτόμοις διακρίνηται. Φύσισ ἐστὶν ἀναλλοίωτος, ἀντεχομένη τῶν

οἰκείων ἰδιωμάτων, καὶ οι α τίς ἐστι παραδεικνύουσα. Φύσισ ἐστὶ κατὰ τοὺς ε ξω

φιλοσόφους δύναμίς τις θεία ἐνδεδυκυῖα τῇ υ λῃ, ἀρχὴ ἠρεμίας καὶ κινήσεως. ἡ γὰρ

ἀληθῶς φύσις τοῦτό ἐστι. Φύσιν πολλάκις καλοῦμεν τὸ τοιῶσδε πεφυκέναι, καὶ οὐκ

αὐτὴν πάντως τὴν οὐσίαν. φύσιν δὲ πάλιν ὡς τὰ πολλὰ τὴν οὐσίαν καλεῖν σύνηθες,

καὶ μάλιστα τοῖς ἡμετέροις διδασκάλοις. φέρεραι δὲ πολλάκις τὸ τῆς φύσεως ο νομα

καὶ κατὰ ἀνυπάρκτων. ταῦτα φύσεις ε χοντα οὐσίαι εἰσί. Φύσιν καλοῦσιν αὐτὴν τὴν

ἁπλῶς τῶν ο ντων κίνησιν. αυ τη δὲ πεντάτροπος· η γὰρ νοερὰ τυγχάνει, η λογικὴ,

η αἰσθητικὴ, η φυτικὴ, η α ψυχος. καὶ νοερὰ μὲν, ὡς ἐπὶ τῶν ἀγγέλων, ἐξ αὐτῶν

τῶν νοημάτων ἀλλήλοις συγγινομένων. phi.1832 λογικὴ δὲ ἐπὶ τῶν ἀνθρώπων, δι'

ὀνομάτων καὶ ῥημάτων τὰ ἀφανῆ τῆς ψυχῆς κινήματα. Φύσει. ἀντὶ τοῦ ἀληθῶς καὶ

γνησίως. ὁ ̓Απόστολος· τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί. †Φυταή. γένεσις.†

Φυταλιῆσ. ἀμπελοφύτου γῆς. παρὰ τὸ φυτεύειν. Φύτλη. ἡ συγγένεια. *οὐσία.*

Φυσιώσεισ. ὀφρυώσεις. ὠφρυῶντο γὰρ κατὰ Παύλου τιμῶντες τοὺς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

397

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!