Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...
Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...
Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...
Create successful ePaper yourself
Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.
πλανητικός. Αλημα. παραλογιστικὸν πανούργημα η ἐπίτριμμα. ω τέκνον Λαερτίου

κακοπινέστατ' α λημα στρατοῦ. alpha.132 ̓Αλείατα. τὰ α λευρα. Αληκτον.

ἀκατάπαυστον. ̓Αλισγημάτων. μιασμάτων, ἐκ μυσαρᾶς θυσίας τῶν εἰδώλων.

̓Αλλεπάλληλον. πυκνόν· συνεχές. ̓Αλληλέγγυον. ἡ ἐξ ἀμφοτέρων πίστις. ̔Αλίπεδον.

τὸ παραθαλάσσιον πεδίον. ̓Αλίαστον. τὸ ἀκατάπαυστον, ο οὐ δύναταί τίς ἐκφυγεῖν.

̓Αλιτόμηνον. τὸ ἁμαρτάνον τῶν ἐννέα μηνῶν. ἀλιτόμηνα βρέφη. ̓Αλείαρ. τὸ ὑπὸ τῶν

πυρῶν α λευρον· τὸ γὰρ ἀπὸ κριθῆς α λφιτον λέγεται. ̓Αλεξιφάρμακον.

θεραπευτικὸν βοήθημα. ̓Αλίγκιον. ο μοιον. ̔Αλιῤῥόθιον. κῦμα θαλάσσιον. ̓Αλληλούϊα.

αι νος θεοῦ ἑρμηνεύεται. ε στι τὸ μὲν ἀλληλοῦ, αι νος, τὸ ι α, θεός. διότι καὶ ἀντὶ τοῦ,

αἰνεῖτε τὸν κύριον, ο τι ἀγαθὸν ψαλμὸς, ἀλληλούϊα, ο τι ἀγαθὸν ψαλμὸς, ὁ

Σύμμαχος τέθεικεν. Αλασ. τὸ ἐσθιόμενον. παρὰ δὲ τῷ εὐαγγελίῳ ἡ φρόνησις, η ς

ε μπλεως ὁ ἀποστολικὸς λόγος. ο ν τρόπον α νευ ἁλὸς ου τε α ρτος, ου τε ο ψον

ἐδώδιμον. ὡς τό· ὑμεῖς ἐστὲ τὸ α λας τῆς γῆς. γῆν καλεῖ τὰς ψυχὰς τῶν ἀνθρώπων·

ψυχὴ γὰρ μὴ ἡλισμένη τῷ ἁγίῳ πνεύματι σέσηπται. Αλκαρ. δύναμις, σωτηρία,

βοήθημα. παρὰ τὸ ἀλκή. alpha.133 ̓Αλαλκτήρια λιμοῦ. τὰ δυνάμενα ἀλαλκεῖν καὶ

ἀπείργειν τὸν λιμόν. ̓Αλλόβριθεσ. ε θνος δυνατώτατον Γαλατικόν. Πολύβιος. διὰ τοῦ

ˉι γράφεται τὸ ̓Αλλόβριθες. ̓Αλόγιστα παροίσομεν. ἀδιήγητα τὰ κακὰ βαστάζομεν.

Σοφοκλῆς· ἐν πυμάτῳ δ' ἀλόγιστα παροίσομεν–. ̓Αλογίας δίκη. α ν φεύγουσιν οἱ

α ρχοντες τὸν λόγον οὐ διδόντες τῶν τῆς ἀρχῆς διοικημάτων. ̓Αλλοδαπά. ξένα,

παντοῖα. ̓Αλήρια. ὀστᾶ. ̓Αλλόκοτον. ξένον. παρὰ τὸ ἀλλαχοῦ κεῖσθαι καὶ μὴ κατὰ τὸ

αὐτό. ἀλλόκοτον καὶ τὸ ἀνόμοιον. ̔Αλμυρόν. δριμύ. ̔Αλυκόν. δριμύ. –ἁλυκὸν δέ οἱ

ε κπεσε δάκρυ. ̓Αλυκρά. χλιαρά. –γέντο δ' ἀλυκρά–. Αλυκτον. ο οὐ δύνατάι τις

φυγεῖν. Αλφιτα. τὰ ἀπὸ τῆς κριθῆς α λευρα. Αλσοσ. δάσος, σύνδενδρος τόπος. παρὰ

τὸ α λδω, α λσω, α λσος· η παρὰ τὸ α ρδω, ὁ μέλλων α ρσω, καὶ ἐξ αὐτοῦ α λσος.

̓Αλυσιτελέσ. ἀσύμφορον, βλαβερόν. ̔Αλώσιμον. τὸ ληφθῆναι δυνάμενον. ̓Αλύαττα.

πόλις Βιθυνίας. ̔Αλώνητα. τὰ βάρβαρα ἀνδράποδα. τοὺς γὰρ α λας διδόντες τοῖς

Θρᾳξὶν ὠνοῦντο τὰ ἀνδράποδα. Αλωα. τὰ παρὰ τὴν σελήνην νεφελώδη. ̓Αλώϊον.

πόλις Θεσσαλίας. Αλπειον. ο ρος. καὶ Αλπιον, καὶ Αλπεινον. Alpha. τὸ στοιχεῖον.

παρὰ τὸ ἀλφῶ, τὸ εὑρίσκω· πρῶτον γὰρ τῶν α λλων στοιχείων εὑρέθη. alpha.134 η

ἀπὸ τοῦ κατὰ ἀμοιβὰς πολιτεύεσθαι· α λφειν γὰρ τὸ ἀμείβειν. ̔Αλίπεδον. τὸ ὁμαλόν.

ου τως ευ ρον παρὰ τῷ Ψελλῷ. ( ̔Ρῆμα.) ̓Αλαλάξατε. ὑψώσατε φωνήν. καὶ ἀλαλάζειν

παρὰ τὸ τὴν ἀλάλην, ο σημαίνει τὸν θόρυβον. ̓Αλαλύκτημαι. τεθορύβημαι,

πεπλάνημαι. παρὰ τὸ τὴν ἀλάλην, ο σημαίνει τὸν θόρυβον, ἀλαλῶ, ἀφ' ου

ἀλαλύσσω, ῥηματικὸν ο νομα ἀλαλυκτὸς καὶ ἀλαλυκτῶ, καὶ ἀλαλύκτημαι. καὶ ε στι

παρακείμενος. εἰ δὲ ἐνεστὼς, ἀλυκτῶ, ου παράγωγον τῶν εἰς ˉμˉι ἀλύκτημι· ου

παθητικὸν αἰολικὸν ἀλύκτημαι. ἐκεῖνοι γὰρ ου τω λέγουσιν ποίημαι καὶ νόημαι. καὶ

ἐν διπλασιασμῷ ἀλαλύκτημαι. πολλοῖς γὰρ χρῆται αἰολικοῖς ὁ ποιητὴς καὶ μάλιστα

ἐν μετοχαῖς· οι ον ἀκαχημένος, ἀκαχμένος. ̓Αλαίνω. τὸ πλανῶμαι. παρὰ τὸ α λη,

ἀλῶμαι, παραγώγως ἀλαίνω· ὡς ἱδρὼς ἱδραίνω. ̓Αλαπάξαι. ἐκπορθῆσαι. κυρίως δὲ

ἐκκενῶσαι· κενωτικὸν γὰρ γαστρὸς ἡ λάπαθος βοτάνη. η παρὰ τὸ λίαν α ποθεν

ἡμῶν ποιεῖν τὰ πάθη. η παρὰ τὸ ˉλˉα ἐπιτατικὸν καὶ τὸ παθητικόν. ̓Αλαλκεῖν.

ἀπείργειν, ἀποσοβεῖν, η τὸ βοηθεῖν. ἀόριστος δεύτερος καὶ μέλλων, ἀλάλκω,

η λαλκον, ἀλαλκῶ καὶ ἀλαλκεῖν. ̓Αλαλκών. μετοχή ἐστι, δεύτερος ἀόριστος καὶ

μέσος. ἀλάλκω γάρ ἐστιν. ὁ μέλλων ἀλάλξω. ὁ δεύτερος ἀόριστος η λαλκον, καὶ

ἀλαλκὼν μετοχή. τὸ δὲ ἀλάλκω ἀπὸ τοῦ ἀλκὴ, ἀλκῶ, καὶ κατὰ ἀναδιπλασιασμὸν

ἀλαλκῶ. ̓Αλλαξάμενοσ. προτιμήσας ὑπὲρ τοῦ κέρδους. ὁ Λακεδαιμώνων τὴν

πήρωσιν ἀλλαξάμενος. ̓Αλλάχθητε. ἀντὶ τοῦ διαλλάχθητε. ου τως Σοφοκλῆς.

alpha.135 ̓Αλλὰ χρή. ἀντὶ τοῦ· ε στω τοῦτο. δηλοῖ συγκατάθεσιν–οι ον. καὶ τὸ μάλα.

̓Αλάλημαι. τεθορύβημαι. ἀπὸ τοῦ ἀλάλη. ̓Αλαστήσασ. σχετλιάσας, δεινοπαθήσας.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

33