Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...
Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...
Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...
Create successful ePaper yourself
Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.
συλλαβήν· καὶ εἰ μὲν ω σι δύο σύμφωνα, ἀποβάλλουσι τὸ ε ν· δοῦναι δόμεναι, θεῖναι

θέμεναι· εἰ δὲ εὑρεθῇ ε ν ε χον, φυλάσσει αὐτό· οι ον, στῆναι στήμεναι, βῆναι

βήμεναι, ει ναι ε μμεναι. ̓Εμέλλησεν. ὑπερέθετο, ἐβράδυνεν. ̓Εμεγαλύνθη. ὑψώθη.

̓Εμετεωρίσθησαν. ἐχάρησαν. Εμελλεν. ἐφαίνετο, ἀπέκειτο, ἐῴκει. παρ' ̔Ομήρῳ.

̓Εμείωσασ. ἠλάττωσας. ̓Εμηδίασαν. τὰ τῶν Μήδων ει λοντο. ο τι μετὰ τὴν ἐν

Μαραθῶνι μάχην οἱ Θετταλοὶ ἐμηδίασαν. ̓Εμημεκώσ. ἐμέσας. ̓Εμηχανᾶτο.

ἐτεχνάζετο. ἀνέμβατα ο ρη ἐμηχανᾶτο φαίνεσθαι. ̓Εμηνίων. ὠργίζοντο. ̓Εμήνυον.

ἀνεμάνθανον. ̓Εμήσατο. ἐβουλεύσατο. ̓Εμιτρώσατο. ἐζώσατο. ̓Εμιτροφόρουν. ἀντὶ

τοῦ μίτρας η τοι ζώνας διαζωσάμενοι. ̓Εμνώοντο. μνήμην ἐποιοῦντο. ̓Εμόγησα.

ἐμόχθησα· ἐκακοπάθησα. epsilon.708 Εμμορεν. ε λαχεν, ε τυχεν. ε στι δὲ δεύτερος

ἀόριστος ἀπὸ τοῦ μορῶ, ο σημαίνει τὸ τυγχάνω. ο τι δὲ δεύτερος ἀόριστος, δῆλον.

καὶ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ε μμορον εὑρίσκομεν. ̓Εμπαροινοῦντεσ.

ἐνυβρίζοντες. ̓Εμπάζεται. ἐπιστρέφεται, η φροντίζει. ̓Εμπάζομαι. ἐντίθεμαι, λόγον

ποιοῦμαι. †οι ον· ου τι θεοπροπίης ἐμπάζομαι– παρὰ τὸ ε μπης· η παρὰ τὸ ε μπαιος.†

̓Εμπεδοῖ. βεβαιοῖ, στερεοῖ. ̓Εμπεδορκεῖν. ἐμπέδως τηρεῖν τὰ ο ρκια. ὡς α ν

ἐμπεδορκοίη, η λαυνεν εἰς τὴν πόλιν. ̓Εμπεσών. α ρξας τῶν πραγμάτων. ο ς ἐμπεσὼν

τοῖς πράγμασιν. ̓Εμπερονῆσαι. διατρῆσαι, διατρυπῆσαι. ̓Εμπεφυυῖα. ἰσχυρῶς

κρατοῦσα, καὶ ἐμπεφύασιν. οι ον· ω ς ε χετ' ἐμπεφυυῖα. ε στι φῦμι, τὸ προσπελάζω, ὁ

μέλλων φύσω, ὁ παρακείμενος πέφυκα, ἡ μετοχὴ ὁ πεφυκὼς, ἀποβολῇ συμφώνου

πεφυὼς, καὶ τὸ θηλυκὸν πεφυυῖα καὶ ἐμπεφυυῖα. ̓Εμπειρεῖν. πεπειραμένως ε χειν.

φήσας γεγονέναι πλείω χρόνον ἐν ταῖς Σάρδεσι καὶ τὸν τόπον ἐμπειρεῖν. epsilon.709

̓Εμπιπρᾶται. καίεται, ἐμπυρίζεται. ̓Εμπιπλᾶται. πληροῦται· χορτάζεται. ̓Εμπίπλη.

̓Αττικόν. ̓Αττικοὶ γὰρ λίαν ἀποβο λὴν τοῦ μ ποιοῦσι. ἡ κοινὴ γὰρ ι στημι, αὐτοὶ δὲ

ι στη. ̓Εμπλασσόμενοι. προσκρούοντες, προσπελάζοντες. οἱ δὲ Καρχηδόνιοι ἀλλήλοις

ἐμπλασσόμενοι καὶ περιπίπτοντες τοῖς θηρίοις ἀπέθνησκον. καὶ ἀντὶ τοῦ

ἐπεμβαίνοντες καὶ συῤῥηγνύμενοι. τοῖς φίλοις καὶ οἰκείοις ἐμπλασσόμενοι,

ἀπέσφαττον αὐτοὺς ὡς πολεμίους. ̓Εμπλασσόμενοι. ἐμπίπτοντες τῷ ποταμῷ. οἱ δὲ

ἐμπλασσόμενοι κατέῤῥεον εἰς τὰ ἐπὶ θάτερα τοῦ ποταμοῦ. Θουκυδίδης τοῦτο φησί.

καὶ ἀντὶ τοῦ μολυνόμενοι. παλάσσω γὰρ τὸ μολύνω. ̓Εμπλείμην. κορεσθείην.

εὐκτικῆς ἐγκλίσεως τετύχηκεν. ε στι γὰρ τὸ ἐμπιπλῶ, ο παρὰ ἀναδιπλασιασμὸν

κλίνεται. ̓Αριστοφάνης· βάλλων ἐκεῖνον οὐκ α ν ἐμπλείμην λίθοις. epsilon.710

Εμπλην. ἐπλησίαζον. ε στι ῥῆμα πλῶ τὸ πλησιάζω, παράγωγον πλῆμι. ὁ δεύτερος

ἀόριστος ε πλην. γίνεται δὲ καὶ ἀπὸ τοῦ πλῶ κατὰ ἀναδιπλασιασμὸν πιπλῶ, πίπλημι,

ὡς στῶ, ἱστῶ, ι στημι. καὶ πλῶ, πλήσω, πλήτης, καὶ ἐν συνθέσει τειχεσιπλήτης. η

ε μπλην, πλησίον καὶ ἐγγύς. παρὰ τὸ πέλω ῥῆμα, ο δηλοῖ τὸ πλησίον. καὶ ἐν

συγκοπῇ πλῶ, καὶ συνθέσει ἐμπλῶ, καὶ ε μπλην. Βοιωτῶν δ' ε μπλην ἐπ' ἀρίστεων–.

̓Εμπλατειάσασα. τρυφερευσαμένη. ̓Εμπωλεῖ. πραγματεύεται. καὶ ἐμπωλήσαντες.

̓Εμπολήσωμεν. ἀντὶ τοῦ ἐμπορευσώμεθα. η κερδήσωμεν καὶ συνάξωμεν πωλήσαντες

τὸν καρπόν. ̓Εμπολεμῶσαι. τὸ πολεμίους ποιῆσαι, καὶ ἐπὶ πόλεμον τινὰς παροξύναι.

ἐκπολεμῆσαι δὲ, τὸ ἐκπορθῆσαι. epsilon.711 ̓Εμπομπεύων. ἐπιφαίνων. θριαμβεύων.

̓Εμπορπῶ. τὸ συμβάλλω. καὶ ἐμπορποῦσθαι. ̓Εμπρήσαντεσ. καύσαντες. ἐμπρίσαντες

δὲ ἀντὶ τοῦ συσφίγξαντες καὶ προσαρμόσαντες, ˉι. οἱ δὲ ἐμπρίσαντες τοὺς ὀδόντας

τοῦ ει ξαι τῷ τυράννῳ, γεγόνασι κρείττους. ̓Εμυκᾶτο. ἐβρυχᾶτο. ̓Αριστοφάνης·

ε βλεψεν εἰς ἐμὲ δριμὺ καὶ ἐμυκᾶτό γε. ̓Εμύξατο. ε ξεσεν. ̓Εμυωπίασεν. α κροις τοῖς

ὀφθαλμοῖς προσέσχε. μυωπάζω γὰρ τὸ καμμύω. ̓Εμφαλκωμένοισ. περιπεπλεγμένοις.

ε πειτα κάλοις ἐμφαλκωμένοις. ̓Εμφανίζω σοι. φανερῶ σοι. ̓Εμφαίνων. δεικνύς.

̓Εμφοροῦμαι. κορέννυμαι. ̓Εμφιλοχωρεῖ. ἐνδιατρίβει. ̓Εμφύσ. ἐμπλακεὶς, ἐμπεσών. ὁ

δὲ Κέλτος προθυμίαν ει χεν ἐμφὺς τῷ πολέμῳ καὶ χερσὶ καὶ στόματι δίκην θηρίου

διασπάσαι αὐτόν. ̓Εμπρέποντα. διαπρέποντα. ̓Εμῶ. τὸ τὴν τροφὴν ἐμβάλλω.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

170