18.07.2013 Views

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

τὸ ἐξηρτημένον τοῦ ἱστοῦ σχοινίον, ο ἀνίεται καὶ ἐκτείνεται. παρὰ τὸ ὑπεράνω

ει ναι. ̔Υπερβασία. κυρίως ἐπὶ τῶν ὑπερβαινόντων τοὺς ἰδίους ο ρους. τοῦτο καὶ ἐπὶ

τῆς ὑπερηφανίας· δοκοῦσι γὰρ οἱ ὑπερήφανοι ποιεῖν τὸ ὑπὲρ αὐτούς. –ὑπερβασίης

ἀλεγεινῆς. ̔Υπερῴα. ὁ οὐρανίσκος. παρὰ τὸ ὑπ' αὐτὴν ὁρμᾶσθαι τὴν τροφήν· ἐρωὴ

γὰρ ἡ ὁρμή. η μετενήνεκται ἀπὸ τῶν ὑπερώων οἰκοδομημάτων, τῶν

μετεωρισμένων ὑπὲρ τὴν ε ραν, ο ἐστι τὴν γῆν. ̔Υπήνη. αἱ ὑποκάτω τοῦ γενείου

τρίχες. ἀπὸ τοῦ ὑπεῖναι καὶ ὑποκεῖσθαι τῷ γενείῳ. οἱ δὲ παρὰ τὸ ι ημι, ου ὁ μέλλων

η σω, η νη καὶ ὑπήνη. παρὰ τὴν ε σιν τῶν τριχῶν. ἐν δὲ τῷ ῥηματικῷ ευ ρον, ο τι

σημαίνει μύστακα, γένειον, πώγωνα, καὶ τὴν α νω τοῦ χείλους τρίχωσιν. ̔Υπηρεσία.

κυρίως, ε νθα καθέζονται οἱ ἐρέττοντες. upsilon.1772 ̔Υπόνοια καὶ ὑπονοεῖν. ἡ ὑπὸ

πρόθεσις ἐντελοῦς διαθέσεως ε λλειψιν δηλοῖ. ὑπονοεῖν ου ν ἐστι τὸ μὴ τελείως

νοεῖν τὸ προκείμενον. ̔Υποτύπωσισ. ὑπόδειγμα, ὑπογραμμὸς, χαρακτὴρ, λόγος. ̔Υπὸ

οὐλήν. ὑπὸ δόλον. ω ς φησι ∆ημοσθένης. ̔Υπόκρισισ. η θος πεπλασμένον. πικρία

λανθάνουσα. ̔Υπόμνησισ. ἀνάληψις ἐκ λήθης τινὸς συμβεβηκότος. ̔Υποταγή.

ἀδιάκριτος πειθὼ τοῦ ὑποτασσομένου. ̔Υπόληψισ. ἡ παχυμερὴς γνῶσις, καὶ ἡ

εἰκασία, καὶ ἡ δόξα, καὶ ἡ ὑπόνοια. ̔Υποθῆκαι. παραινέσεις. ̔Υποβάθρα. θεμέλιον.

̔Υπόθεσισ. αἰτία. περιοχή. *ὑποθέσεις δὲ ε θος τοῖς ἀνδράσι τὰς ἀρχὰς λέγειν τὰς

ἀναποδείκτους, α ς καὶ ἀξιώματα καλοῦσιν. ὑποθέσεις δὲ λέγουσι καὶ α ε χοντα

ἀπόδειξιν χωρὶς τῆς οἰκείας ἀποδείξεως λαμβάνουσί τε καὶ ὑποτίθενται, ὡς

δείξοντες αὐτὰς υ στερον.* upsilon.1773 ̔Υποστιγμή. σημεῖον διανοίας μηδέπω

ἀπηρτισμένης, ἀλλ' ε τι ἐνδεούσης. ̔Υπόκρισισ. ἡ τῶν ὑποκειμένων σωμάτων η

πραγμάτων μίμησις. ̔Υποφητεία προφητείας διαφέρει, ο τι ἡ μὲν προφητεία πρὸ τοῦ

γενέσθαι λέγει τὰ υ στερον γενησόμενα, ἡ δὲ ὑποφητεία ἐν τῷ γίνεσθαι λέγει, η

μετὰ τὸ γενέσθαι τὸ γενόμενον η γινόμενον. λέγει περὶ τούτου αὐτοῦ τὰ παρεστῶτα

η καὶ τὰ ο σον ου πω ἐπελευσόμενα. ̔Υπογραφή. λόγος σύντομος, δηλωτικὸς

συμβεβηκότων. ̔Υπόῤῥηνοσ. ε γγυος. ὑπόῤῥηνος αι ξ. ῥὴν γὰρ τὸ πρόβατον.

̔Υπόστασισ. ὑπόστασις κατὰ τὴν ἐκκλησιαστικὴν καὶ ἀποστολικὴν παράδοσιν τὸ

πρόσωπον, η γουν ὁ χαρακτὴρ, ὡς φησὶν ὁ ̓Απόστολος τὸν υἱὸν ἀπαύγασμα τῆς

δόξης καὶ χαρακτῆρα τῆς ὑποστάσεως αὐτοῦ· τουτέστι πρόσωπον ὁμοούσιον τοῦ

χαρακτῆρος καὶ τῆς ὑποστάσεως αὐτοῦ τοῦ πατρός. πρόσωπα δὲ καὶ χαρακτῆρας

λέγομεν ἐπὶ θεοῦ, ἀσώματα καὶ ἀσχημάτιστα. πρόσωπον η γουν ὑπόστασίς ἐστι κατὰ

τοὺς ἁγίους πατέρας τὸ ἰδικὸν παρὰ τὸ κοινόν. κοινότης γάρ ἐστιν ἡ φύσις ἑκάστου

πράγματος· ι διαι δέ εἰσιν αἱ ὑποστάσεις, οι όν τι λέγω. φύσις η γουν οὐσία μία ἡ

θεότης, ὑποστάσεις δὲ τρεῖς, πατὴρ, υἱὸς καὶ α γιον πνεῦμα. τρία πρόσωπα η γουν

χαρακτῆρες, μία δὲ οὐσία καὶ γένος. ἐὰν ου ν ει πῃς, φυλάξαι ἡμᾶς ἡ θεότης, ο λην

τὴν upsilon.1774 ἁγίαν τριάδα ἐσήμανας· εἰ δὲ ει πῃς, μεθ' ἡμῶν ὁ υἱὸς τοῦ θεοῦ,

μίαν τῶν τριῶν ὑποστάσεων ει πας, καὶ οὐχ ο λην τὴν θεότητα. τρεῖς ὑποστατικαὶ

ἰδιότητες εἰσὶν ἐπὶ τῆς θεότητος· τὸ ἀγέννητον τοῦ πατρὸς, τὸ γεννητὸν τοῦ υἱοῦ,

καὶ τὸ ἐκπορευτὸν τοῦ ἁγίου πνεύματος. οὐ γάρ ἐστι γεννητὸς ὁ πατὴρ, οὐδὲ

ἐκπορευτὸς ὁ υἱὸς, οὐδὲ γεννητὸν τὸ πνεῦμα τὸ α γιον. πενταχῶς δὲ ει ρηται ἡ

ὑπόστασις· ὑπόστασις· πρόσωπον· χαρακτήρ· α τομον, καὶ ι διον. φύσις δὲ λέγεται,

οι ον ἀγγελιότης. ὑποστάσεις δὲ καὶ αἱ ἰδικαὶ ἑκάστου προσηγορίαι, η γουν Μιχαὴλ,

Γαβριήλ. ὡσαύτως φύσις ἐστὶ μία καὶ κοινὴ, ἡ ἀνθρωπότης· ὑποστάσεις δὲ, Πέτρος

καὶ Παῦλος καὶ τὰ λοιπὰ πρόσωπα τῆς ἀνθρωπότητος, καὶ οἱ χαρακτῆρες. ἡ ου ν

φύσις κυρία ἐστὶ καὶ αἰτία καὶ γεννητικὴ τῶν ἐν αὐτῇ ὑποστάσεων. καὶ διὰ τοῦτο

ὑποστάσεις λέγονται ὡς ὑπὸ τὴν φύσιν ἱστάμεναι, τὴν αὐτῶν πηγήν. ἐὰν ει πῃς,

καλὴ φύσις ὁ α γγελος, ο λην τὴν οὐσίαν αὐτῶν ἐσήμανας· εἰ δὲ ει πῃς, μέγας ἐστὶν ὁ

Γαβριὴλ, ὑπόστασιν μίαν ἐκ πάντων ἐδήλωσας. ὁ α νθρωπος ἐλεεινὸς, ἰδοὺ ἡ οὐσία

ο λη· Καῒν δὲ καὶ ̓Ιούδας ὑποστάσεις εἰσί. †πάλιν ἐὰν ει πῃς, τὸ πετεινὸν ἐλαφρὸν,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

384

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!