18.07.2013 Views

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

τοῖς οι κοις ἐν πόλει κηπίον. Γῆρασ. ἡ παρακμὴ τοῦ σώματος. η φθίσις σώματος

φυσικῶς ὑπὸ χρόνου γινομένη. παρὰ τὸ γέρας· ε πεται γὰρ τοῖς γέρουσιν ἡ τιμή.

Γήρεια. τὰ τῶν κινάρων α νθη. Γηρωκομεῖον. μέγα. Γηροτροφεῖον. μικρόν.

Γηρυόνεια δένδρα καὶ γηρυόνειον νῆμα. Γήτειον. τὸ χλωρὸν κρόμμυον. καὶ τὸ

ἀμπελόπρασον. παρὰ τὸ ἐκ γῆς αι τιον, τὸ αὐτόετες gamma.436 ἐκ τῆς γῆς ο ν.

λέγεται καὶ γῆθυ, γήθυον. τὰ ἀπὸ τῶν εἰς ˉοˉς δισύλλαβα οὐδέτερα διὰ τοῦ ˉεˉιˉοˉν

γινόμενα, διὰ τῆς ˉεˉι διφθόγγου γράφεται. οι ον δάνος δάνειον, βρένθος βρένθειον.

ου τως ου ν καὶ ἀπὸ τῆς γῆς γίνεται γῆτος γήτειον. πρόσκειται μονογενῆ διὰ τὸ α γος

α γιον. Γήϊνον. ἀδὰμ ἑρμηνεύεται, καθὼς φασὶν οἱ τῶν ̔Εβραίων φωνῆς ἐπιΐστορες.

διὸ καὶ ὁ ̓Απόστολος διαφερόντως τὴν πάτριον τῶν ̓Ισραηλιτῶν πεπαιδευμένος

φωνὴν τὸν ἐκ γῆς α νθρωπον χοϊκὸν ὀνομάζει, οἱονεὶ μεταβαλὼν τὴν τοῦ ἀδὰμ

κλῆσιν εἰς τὴν ἑλλάδα φωνήν. ( ̔Ρῆμα.) Γήθησεν. ἐχάρη. Γῆμεν. ἀντὶ τοῦ ε γημεν, η

ἀντὶ τοῦ ἐχαύνωσε. Γήθειν. χαίρειν. Γηράναι. ἀντὶ τοῦ γηράσαι. Γηράσ. ἀπὸ τοῦ γηρῶ

γίνεται γήρημι, ἡ μετοχὴ γηράς. ω σπερ ι στημι ἱστάς. τὸ ἀπαρέμφατον γηράναι, ὡς

ἱστάναι. ἡ γενικὴ τῶν πληθυντικῶν τῶν γηράντων· οι ον γηράντων ἀνδρῶν· ὡς

ἱστάντων. ἡ δοτικὴ ω σπερ γηράντεσσι τοκεῦσιν. ἡ αἰτιατικὴ γηράντας. Γηροτροφῶ.

γηροβοσκῶ. ( ̓Επίῤῥημα.) Γηθοσύνωσ. μετὰ χαρᾶς. Γηΐνωσ. φθαρτῶς. Τὸ Γ μετὰ τοῦ Ι.

( ̓Αρσενικόν.) Γιγλισμόσ. κιχλισμός. ἀπὸ χειρῶν γέλως, η γαργαλισμός. gamma.437

Γίγασ. παρὰ τὸ ἐκ τῆς γῆς ἰέναι. καὶ ὁ ∆αβίδ· καὶ γίγας δραμεῖν ὁδόν. λέγει δὲ τὸν

η λιον. Γίγλυμοι. ἀντεμβολαὶ τινῶν ἐξοχῶν πρὸς κοιλότητας, οι απερ ἡ κατὰ τὸν

πῆχυν πρὸς τὸν βραχίονα συμβολή. Γίγησ. κύριον ο νομα. Γιώρασ. κύριον. Γίγασ.

παρὰ τὸ γῆ γίνεται γᾶς καὶ κατὰ ἀναδιπλασιασμὸν γίγας. η παρὰ τὸ γῶ τὸ χωρῶ καὶ

λαμβάνω καὶ δέχομαι. τὸ γι ˉι, διατί; πᾶς ἀναδιπλασιασμὸς διὰ βραχέως ἐκφέρεται.

τί ε στιν ἀναδιπλασιασμός; ο ταν τὸ ἑξῆς τῆς λέξεως δὶς τῷ αὐτῷ συμφώνῳ

παραλαμβάνηται. Γιγαντώδησ. ἐδόκει τὸ σῶμα γιγαντώδης ει ναι καὶ τὸν θυμὸν

θηριώδης. Γιεζῆ. κύριον. (Οὐδέτερον.) Γίγαρτον. τὸ ε νδον τῆς σταφυλῆς. Γιχάσλα

καὶ Γίσχαλα. ὀνόματα τόπων. ( ̔Ρῆμα.) Γινόμενα καὶ γενόμενα διαφέρει. τὰ μὲν γὰρ

γινόμενα η ἀποβαίνει η ου · τὰ δὲ γενόμενα πάντως ἀπέβη. Γιγαντιᾷν. τὰ τῶν

γιγάντων φρονεῖν. Γινώσκει. ἀντὶ τοῦ τιμᾷ, κατὰ τὸ εἰρημένον παρὰ θεοῦ πρὸς

Μωσῆν· ε γνωκά σε παρὰ πάντας, καὶ ευ ρες χάριν παρ' ἐμοί. καί· ε γνω κύριος τοὺς

ο ντας αὐτοῦ. καὶ γινώσκει ἀντὶ τοῦ οἰκειοῦται, ὡς τό· γινώσκει κύριος ὁδὸν

δικαίων. οὐκ ἐπὶ γνώσεως ε λαβε τὸ γινώσκει, ἀλλ' ἐπὶ οἰκειώσεως καὶ ἐπιμελείας·

οἰκειοῦται γὰρ ὁ θεὸς τῶν δικαίων τὰς πράξεις. τῶν δὲ ἀσεβῶν τὰ ἐπιτηδεύματα

ἀπωλείᾳ παραδοθήσονται σὺν gamma.438 τοῖς ἐργασμένοις. σημαίνει δὲ, ο τι καλὸν

μόνον γινώσκεται ὑπὸ θεοῦ, φαῦλον δὲ οὐδέν. ὡς τό· ε γνωκε κύριος τοὺς ο ντας

αὐτοῦ. Γινώσκω. γνωρίζω. η δη γάρ σε γινώσκω, καὶ ω ν ει πας ἀκούσασα καὶ τὴν

ο ψιν ἰδοῦσα. Γίνεται. τὸ ἀποτελεῖται. διὰ τοῦ ι. ω φειλε διὰ διφθόγγου γράφεσθαι,

ει γε τὰ αὐτοῦ κινήματα ε χει τὸ ˉε, οι ον ἐγενάμην, ἐγενόμην· ἀλλὰ πρὸς

ἀντιδιαστολὴν τοῦ γείνεται, ο σημαίνει τὸ γεννᾶται· τοῦτο γὰρ ἀπὸ τοῦ γέω τὸ

τίκτω, καὶ πλεονασμῷ τοῦ ν γένω· ἐκεῖνο δὲ ἀπὸ τοῦ γίγνεται γέγονε κατὰ

ἀποβολὴν τοῦ ˉγ, ὡς τὸ γινώσκω, γιγνώσκω. τὸ δὲ γίγνεται ἀπὸ τοῦ γένομαι

γέγονεν ἐν παραλήψει συμφώνου· τὸ ˉε γὰρ ἐν παραλήψει συμφώνου γινόμενον

τρέπει εἰς ˉι. μένω, μίμνω, τέκω, τίκτω. ου τως ου ν καὶ γίγνεται, γίνεται. Τὸ Γ μετὰ

τοῦ Λ. ( ̓Αρσενικόν.) Γλαυκόσ. κυανὸς, η λευκὸς, η πυρώδη τὰ ο μματα ε χων. παρὰ

τὸ γλαύσω τὸ λάμπω γλαυκὸς, ὡς λεύσω λευκός. Γλακερόσ. λευκός. ἐκ τῆς γάλακτος

γενικῆς, γλάκος καὶ γλάγος. α ρκυν τὲ γλακερῶν λαιμοπέδαν γεράνων. Γλάμων. ὁ

λημῶν τοὺς ὀφθαλμοὺς, ο ἐστι τζιμπλῶν, καὶ διύγρους αὐτοὺς ε χων. γλάμων καὶ ὁ

ἀκάθαρτος. ̓Αριστοφάνης· ὁ καρχέδημος λίαν γλάμων ἐστί. καὶ ὁ Σοφοκλῆς· ἐπιορῶ

τοὺς γλαμύρους καταφορβᾶν. Γλάνισ. ει δος ἰχθύος. Γλήχων. ει δος βοτάνης.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

106

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!