Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...
Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...
Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...
You also want an ePaper? Increase the reach of your titles
YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.
δυστράπελος Αι ας. καὶ δυστράπελον ο ρυγμα, τὸ οὐκ εὐδιάλυτον. ∆ύσπαρι. ἐπὶ κακῷ

ὠνομασμένε. οι ον· ζήσας ὡς Πάρις δυσώνυμε. καὶ χωρίον δύσβατον. ου τω

Ξενοφῶν. ∆ύστροσ. ὁ μάρτιος μήν. ∆υσχερήσ. κακοτέλεστος. ∆ύσχρηστοσ. κάκιστος,

ὁ εἰς οὐδὲν ἀγαθὸν χρησιμεύων. delta.579 ∆υσφώρατοσ. ὁ δυσκόλως ἐλεγχόμενος. η

ὁ μόλις φωραθῆναι δυνάμενος. ∆υσώνυμοσ. κακώνυμος. ∆υνάστησ. ὁ διάβολος.

παρὰ τῇ θείᾳ γραφῇ. ∆αβίδ· ῥύσεται πτωχὸν ἐκ δυνάστου. ∆ύπτησ. κολυμβητής. παρὰ

τὸ δύνειν ἑαυτὸν εἰς τὴν θάλασσαν. πρὸς κῦμα δύπτην ἐμπεπλεγμένον κάλοις. παρὰ

τὸ δύω δύπτης, ὡς ο πτω, ο πτης καὶ ἐπόπτης. ∆υσπέφελοσ. ὁ δυσάρεστος, ὁ

δυσπειθὴς, ὁ δυσκίνητος, ὁ χαλεπὸς, ὁ μεμψίμοιρος. ει ρηται δὲ ἀπὸ μεταφορᾶς τῶν

δυσπετούντων σιτίων. καὶ ὁ ̔Ησίοδος· εἰ δέ σε ναυτιλίης δυσπεφέλου ι μερος αἱρεῖ.

(Θηλυκόν.) ∆ύη. ἡ κακοπάθεια. ἡ δυστυχία. ἀπὸ τοῦ δῶ τὸ δεσμῶ, ου παράγωγον

δέω, ἀφ' ου δέοιμι. ἀπὸ τοῦ δέω ου ν δύω, ὡς ῥέω, ῥύω καὶ ῥύσις. ἡ συνδεδεμένη τῷ

πάσχοντι, η ῃ τινι συνδέδεται τὶς κακοπάθεια. ∆υαί. ἐκ τοῦ δέω γίνεται δυὴ καὶ δυαί.

∆υαὶ μὲν Μενελάῳ ἀρηγόνες– ∆υάσ. παρὰ τὸ συνδεδέσθαι α λλῳ ἀριθμῷ τῷ ἑνί. τὸ

γὰρ ε ν ἀπολελυμένον ἐστὶ παρὰ τὴν ε σιν καὶ α φεσιν. ∆υνατήν. ἐνδεχομένην.

ἡγήσασθαι δυνατὴν ὑπὸ ζυγίοις πορεύεσθαι ὁδόν. ∆υναστεία. ἡ ἰσχύς. delta.580

∆ύναμισ. ἡ ἰσχύς. καὶ ὁ στρατός. συναχθείσης δυνάμεως θαυμαστῆς. δύναμίς ἐστι

φυσικὴ α ϋλος ἐνέργεια. δύναμις πάλιν ἐστὶν ε νυλος ἐνέργεια. δύναμις πάλιν

λέγεται καθ' ε ξιν, ὡς ο ταν ει πωμεν· τὸ παιδίον σπερματικόν ἐστι δυνάμει, εἰ καὶ

μήπω τῇ ἐνεργείᾳ διὰ τὸν χρόνον. ὡσαύτως καὶ ὁ κόκκος τοῦ σίτου δυνάμει τῇ καθ'

ε ξιν στάχυς ἐστίν· ε χει γὰρ δύναμιν φυσικὴν γενέσθαι στάχυς. δύναμις λέγεται ἡ

μὲν κατ' ἐπιτηδειότητα, ἡ δὲ καθ' ε ξιν· κατ' ἐπιτηδειότητα, ὡς ο ταν ει πωμεν, τὸ

παιδίον δυνάμει γραμματικὸν ει ναι, καθὸ εἰ καὶ μὴ κέχρηται τῇ τέχνῃ, οὐ γινώσκει

αὐτήν. ει ρηται δὲ παρὰ τὸ διανύω η παρὰ τὸ δύνω· ἡδύνουσα καὶ πράττουσα καὶ

διαιροῦσα τὸ ἀνθιστάμενον. ∆ύμη. πόλις. καὶ ∆υμαῖος ὁ πολίτης. ∆υοκαιδεκάτη καὶ

δυοκαιδέκατοσ. δυωδεκάτη δὲ καὶ δυώδεκα μεγάλα. ∆ύσκλεια. ἡ ἀδοξία, η

κακοδοξία, η ὁ ψόγος. ∆υσκολία. ἀπόκρισις περὶ τὰς διαλεκτικὰς ἀποκρίσεις·

συλλογισμοῦ φθαρτική. ∆υσμή. παρὰ τὸ δέω, δεσμὸς, καὶ δύω, δυσμή· ο τε συνδεῖται

τῷ φωτὶ τὸ σκότος καὶ συνάπτεται. ∆υστροπία. ἡ κακότροπος γνώμη· ἡ κακοτροπία,

ἡ κακουργία. ∆υσερμίασ. κακῆς ἀποτυχίας. ∆υσειρεσία. ἡ κακὴ κωπηλασία. ἀπὸ τοῦ

ἐρέσσω τὸ κωπηλατῶ. ∆υσκολοκάμπτους ᾠδάσ. τὰς κεκλασμένας. delta.581

∆υσμένεια. ε χθρα, κακόνοια. καὶ δυσμενὴς, ὁ πολέμιος. ∆υσφημία. ἡ κακὴ ἀγγελία.

∆ύστοκοσ. ἡ δυσκόλως τίκτουσα. ∆υσστίβητοσ. ὁδὸς ἡ δυσπεριπάτητος. ∆υσβουλία. ἡ

κακοβουλία. ∆υσκελάδου. κακοήχου. ∆υσπαλέας ῥίζασ. τὰς κακῶς ἀναδιδομένας.

ἀπὸ τοῦ πάλλω. η δυσχερῶς γινομένας. ̓Απολλώνιος· οι ον ἀμφί τε δυσπαλέας ῥίζας

χθονὸς οι α γυναῖκες. ∆υσπαίπαλοσ. τραχεῖα. ∆υσποτμία. ἡ δυστυχία. καὶ

δυσποτμότερον, ἀθλιώτερον. ∆ύσοιμοσ. ἡ ὁδὸς ἡ ἐπὶ κακῷ α γουσα. ∆υάσ. παρὰ τὸ

δύω δυάς· ω σπερ παρὰ τὸ μυ μυριὰς, καὶ τὸ χ χιλιάς. *∆υεῖν. δύναμις, γεωμετρικὸν

ἐργαλεῖον. ο θεν φασὶ καὶ τὰς κατὰ κιβωτὸν πήχεις τὰς τριακοσίας καὶ τὰς α λλας

τοιαύτας. η τοι δυνάμεις ει ναι τῶν τριακοσίων δυνάμεων, ἐχουσῶν ἐνακοσίας

δυναμάδας πήχεις συνήθεις.* (Οὐδέτερον.) ∆υερόν. βλαβερόν. ∆υοῖν θάτερον. τὸ

ε τερον τῶν δύο. delta.582 ∆υῤῥάχιον. πόλις ̓Ηπείρου, η τις υ στερον ἐκλήθη

̓Επίδαμνος, πάλιν νῦν καλουμένη ∆υῤῥάχιον. ὠνομάσθη δὲ ου τως, ο τι κατὰ τὸν

τόπον προεχούσης α κρας γεωλόφου καὶ τὸ κῦμα προσπίπτον καὶ σχιζόμενον ῥαχίαν

ποιεῖ μεγάλην· ο θεν διὰ τὴν ῥαχίαν καὶ τὸ δύσορμον ου τως ὠνομάσθη. ∆ύσεργον.

δυσχερὲς, δύσκολον. η δύσεργον η ν τοῖς ἀῤῥωστοτέραν ε χουσι τὴν ἑτέραν.

∆υσπάριτον. τὸ δυσπόρευτον. Ξενοφῶν· ἐρωτώμενος δ', εἰ ει η δυσπάριτόν τι χωρίον

η α βατον. ∆υσπινῆ. τὰ ἐῤῥυπωμένα. ̓Αριστοφάνης· ἀλλ' η δη τὰ δυσπινῆ θέλεις

πεπλώματα. καὶ δυσπινεῖς στολάς. ∆υσπόριστον. δυσεύρετον. ∆υστέκμαρτον.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

142