18.07.2013 Views

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

περιβόλαιον. ῥέξαι δὲ τὸ βάψαι καὶ οι ον μεταποιῆσαι. ̔Ρήγιον. πόλις Σικελίας.

ει ρηται δὲ, ἐπειδὴ σεισμοῦ γενομένου ἀπετελέσθη τὰ ἐκεῖ ῥαγέντα τοῦ τόπου

ἐκείνου. ̔Ρηΐτερον. εὐκολώτερον. ῥηΐδιον. ἀπὸ τοῦ ῥέω ῥεΐδιον, καὶ κατ' ε κτασιν

ῥηΐδιον. ̔Ησίοδος· ῥηΐδιον γὰρ ε πος εἰπεῖν. ̔Ρήϊστον. ευ κολον. ̔Ρήγιον. τόπος ε ξω

τῆς Κωνσταντινουπόλεως. ̔Ρῆμα. ὁ λόγος καὶ τὸ πρόσταγμα. ὡς τό· ῥῆμα κυρίου

ἐγένετο ἐπ' αὐτόν. η ῥῆμα ἐστὶ φωνὴ σημαντικὴ κατὰ συνθήκην μετὰ χρόνον. ὡς δὲ

Πλάτων, φωνὴ πράξεως η πάθους σημαντική. ̔Ρῆμα. λέξις α πτωτος, ἐπιδεικτικὴ

χρόνων τὲ καὶ προσώπων καὶ ἀριθμῶν, ἐνέργειαν η πάθος παριστῶσα. διατί ει πεν

α πτωτος; ἐπειδὴ πτώσεις οὐκ ἐπιδέχεται. διατί ει πεν ἐπιδεκτικὴ χρόνων τὲ καὶ

προσώπων καὶ ἀριθμῶν; rho.1612 ἐπειδὴ πρόσωπα καὶ χρόνους καὶ ἀριθμοὺς

ἐπιδέχεται. διατί ει πε μετ' ἐνεργείας η πάθους; ἐπειδὴ παρεμφαίνει τὴν ἐνέργειαν

καὶ τὸ πάθος· ἐνέργειαν μὲν, οι ον τύπτω· πάθος δὲ, οι ον τύπτομαι. η ῥῆμα ἐστὶ

μέρος λόγου α πτωτον, ἐν ἰδίοις μετασχηματισμοῖς διαφόρους χρόνους δηλοῦν. μετ'

ἐνεργείας η πάθους η οὐδετέρου προσώπου σημαντικόν· ω στε καὶ τὰς τῆς ψυχῆς

διαθέσεις δηλοῖ. διατί ει πε μέρος λόγου; ἐπειδὴ ἐκ τῶν ὀκτὼ μερῶν τοῦ λόγου ε ν

μέρος ἐστὶ τὸ ῥῆμα. μέρη δὲ τοῦ λόγου εἰσὶν ὀκτώ· ο νομα· ῥῆμα· μετοχή· α ρθρον·

ἀντωνυμία· πρόθεσις· ἐπίῤῥημα· σύνδεσμος. διατί ει πεν ἐν ἰδίοις μετασχηματισμοῖς

διαφόρους χρόνους δηλοῦν; διὰ τὰ χρονικὰ ἐπιῤῥήματα, οι ον χθές· σήμερον·

αυ ριον. ἰδοὺ γὰρ καὶ αὐτὰ χρόνου σημαντικά εἰσι καὶ διαφόρους χρόνους δηλοῦσιν,

ἀλλ' ἐν ἀλλοτρίαις φωναῖς, καὶ οὐκ ἐν ἰδίοις μετασχηματισμοῖς· οὐδὲ γὰρ μετέχει τὸ

χθὲς τοῦ σήμερον, αυ ριον, ἀλλὰ τελεία φωνὴ τῆς μεταλλαγῆς ἐγένετο. τὰ μέντοι

ῥήματα ἐν ἰδίοις μετασχηματισμοῖς διαφόρους δηλοῦσι χρόνους, καὶ οὐκ ἐν

ἀλλοτρίαις φωναῖς. διατί ει πεν οὐδετέρου προσώπου σημαντικόν; διὰ τὴν

ἀκρίβειαν, ἐπειδὴ εἰσὶ τινὰ ῥήματα, α ου τε ἐνέργειαν ου τε πάθος δηλοῦσιν, α τινα

καὶ οὐδέτερα λέγονται, ὡς ἐπὶ τοῦ ζῶ, πλουτῶ, ὑπάρχω. διατί ει πεν ω στε καὶ τὰς

τῆς ψυχῆς διαθέσεις δηλοῖ; ἐπειδὴ τῶν ῥημάτων τὰ μὲν ε χουσι πρόσωπα, ὡς τὰ

ὁριστικὰ, προστακτικὰ, εὐκτικὰ, ὑποτακτικὰ, α τινα καὶ διαθέσεις ψυχῆς ε χουσι· τὰ

δέ εἰσιν ου τως χωρὶς προσώπων, ὡς τὰ rho.1613 ἀπαρέμφατα. παρέπεται δὲ τῷ

ῥήματι ὀκτώ· ἐγκλίσεις· διαθέσεις· ει δη· σχήματα· ἀριθμοί· πρόσωπα· χρόνοι καὶ

συζυγίαι. ε γκλισίς ἐστι βούλημα ψυχῆς διὰ φωνῆς σημαινόμενον. ἐγκλίσεις δέ εἰσι

τέσσαρες· ὁριστική· προστακτική· εὐκτική· ὑποτακτική. ἡ γὰρ ἀπαρέμφατος οὐκ ε στι

κυρίως ε γκλισις, ἀλλὰ καταχρηστικῶς. καὶ διατί οὐκ ε στι κυρίως ε γκλισις; ἐπειδὴ

ε γκλισις λέγεται βούλημα ψυχῆς· ἡ δὲ ἀπαρέμφαιος, μὴ ε χουσα βούλημα ψυχῆς,

εἰκότως οὐδὲ ε γκλισίς ἐστι. προτέτακται δὲ ἡ ὁριστικὴ τῶν α λλων ἐγκλίσεων,

ἐπειδὴ, ω σπερ ἐν τοῖς ὀνόμασιν ἡ ὀρθὴ πτῶσις πρώτη ἐστὶν, εὐθεῖα ου σα τοῦ

ὀνόματος, ου τω καὶ ὁριστικὴ τῶν α λλων ἐγκλίσεων. διάθεσις δέ ἐστιν ἡ τοῦ

σώματος μετάθεσις. η διάθεσίς ἐστι δρᾶσις η πεῖσις, ἐν αι ς διατίθεται ἡ ψυχὴ, ὡς

ἐνεργοῦσα τὶ η πάσχουσα. διαθέσεις δέ εἰσι τρεῖς· ἐνέργεια· πάθος· μεσότης. μέση δὲ

διάθεσίς ἐστιν ἡ ἑκατέρων τῶν μερῶν μετέχουσα, η γουν ἐνεργείας καὶ πάθους.

ει δος δέ ἐστι φωνῆς εἰκὼν τὴν ἐν αὐτῇ δηλοῦσαν πρώτην η δευτέραν σχέσιν. ει δη

δὲ δύο εἰσὶ, πρωτότυπον καὶ παράγωγον. σχῆμα δέ ἐστι λέξεων ποσότης ὑφ' ε να

τόνον καὶ ε ν πνεῦμα ἀδιαστάτως ἀγομένη, ἐν ἁπλότητι η συνθέσει. σχήματα δέ εἰσι

τρία· ἁπλοῦν, σύνθετον, παρασύνθετον. ἀριθμός ἐστι σωρεία μονάδων η μονάδος

σύνθεσις. ἀριθμοὶ δέ εἰσι τρεῖς· ἑνικὸς, δυϊκὸς καὶ πληθυντικός. πρόσωπα δέ εἰσι

τρία· πρῶτον, δεύτερον, τρίτον. πρῶτον δὲ πρόσωπον ἐστὶ τὸ ἀφ' ου ὁ λόγος·

δεύτερον, τὸ πρὸς ο ν ὁ λόγος· τρίτον, τὸ περὶ ου ὁ λόγος. *οι ον λέγει.* χρόνος δέ

ἐστι πλατικὸς ἐνιαυτὸς, η ἀκαριαῖος· α μα δὲ τὸ βούλεσθαι ε χει καὶ τὸ ει ναι. τρεῖς

δέ εἰσι χρόνοι· ἐνεστώς· παρεληλυθώς· μέλλων. καὶ ἐνεστώς ἐστιν ὁ ἐνισταμένην καὶ

ἀπλήρωτον ε χων τὴν σημασίαν· παρεληλυθὼς δὲ, ὁ η δη παρελθών· μέλλων δὲ, ὁ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

349

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!