Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...
Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...
Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...
Create successful ePaper yourself
Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.
τῷ ˉα, ὡς ἐπὶ τοῦ σκιάεις, η τῷ ˉω, ὡς ἐπὶ τοῦ κητώεις. ο θεν τὸ χαρόεις

ἀναλογώτερόν ἐστι τοῦ χαρίεις. Χάρτησ. παρὰ τὸ γῶ, τὸ χωρῶ, γάρτης καὶ χάρτης, ὁ

χωρητικὸς τῶν ἐγγεγραμμένων. Χαυλιόδους, καὶ χαυλιόδων. κεχαλασμένους ε χων

τοὺς ὀδόντας, ἐξέχοντας η διέχοντας. η κατὰ ἐναλλαγὴν τοῦ ˉρ εἰς ˉλ· ὁ

κεχαραγμένους ε χων τοὺς ὀδόντας, ὁ τραχύνων καὶ χαράσσων. Χαῦνοσ. ἀπὸ τοῦ

χαίνω χᾶνος καὶ πλεονασμῷ τοῦ υ χαῦνος. chi.1842 Χαλεπόσ. δύσκολος. ἀπὸ τοῦ

χαλέπτω. ὡς τό· Χρυσὲ κακῶν ἀρχηγὲ, βιοφθόρε, πάντα χαλέπτων. ἐκ τούτου

χαλεπαίνω, κατὰ ἀποβολὴν τοῦ τ. (Θηλυκόν.) Χάλαζα. †ὁλοπαγὲς υ δωρ ὑπὲρ γῆς

πεπηγός. η † ἀθρόα ἐκ νεφῶν εἰς υ δωρ μεταβολὴ καὶ πῆξις ἀπὸ τῆς ἐναποκειμένης

ἐντὸς ψυχρότητος, διὰ τὴν ἐκτὸς θερμότητα. Χαλκὶς, Χαλκίδοσ. ο νομα πόλεως.

Χαλκίσ. καὶ ἡ γλαῦξ. Χαιρώνεια. πόλις. Χαιρώνη. τόπος. Χαιόσ. ἡ ῥάβδος. Χαίτη. ἡ

θρίξ. παρὰ τὸ κρατῶ κράτη καὶ ἀποβολῇ τοῦ ρ, καὶ τροπῇ τοῦ ˉκ εἰς ˉχ, καὶ

πλεονασμῷ τοῦ ˉι χαίτη. Χαμεύνα. ταπεινὴ καὶ εὐτελὴς κλίνη. καὶ χαμευνία, ἡ

ξηροκοιτία. Χαμαιτυπίσ. ἡ πόρνη. Χάρισ. δωρεὰ, χάρισμα. †εὐμένεια· οἰκείωσις.†

chi.1843 Χαράδραι. μικροὶ ῥύακες. η τοῦ υ δατος ὑποῤῥοαί. η κρημνοί. Χαρά.

διάθεσις ἡδονῶν ἐπιτυχοῦσα. η ευ ρησις ἡδονῶν. Χάρμη. ἡ μάχῃ. κατ' εὐφημισμόν.

Χάρυβδισ. ἡ ἀναπινομένη θάλασσα περὶ τὰ Γάδειρα καὶ πάλιν ἐπαναστρέφουσα.

παρὰ τὸ εἰς χάος κατάγειν καὶ ο λεθρον. οἱονεὶ εἰς χάος βαίνειν. Χαρίεσσα καὶ

χαριτόεσσα. Χάρισ. χαρά. παρὰ τῷ ̓Αποστόλῳ· ι να δευτέραν χάριν ε χητε.

Χαναναίαν. τὴν Παλαιστίνην, η γουν τὴν ̔Ιερουσαλὴμ λέγει ὁ θεόλογος· διὰ τὸ

κατοικεῖσθαι αὐτὴν πρότερον ὑπὸ τῶν Χαναναίων. (Οὐδέτερον.) Χαλκοῦν πινάκιον.

τοιοῦτον ει χον οἱ δικασταὶ πρὸς τὰς κληρώσεις, ε χον τὸ ο νομα τοῦ δικαστοῦ

πατρόθεν καὶ τοῦ δήμου καὶ τῆς φυλῆς. ̓Αρίσταρχος δὲ πύξινον ει πεν αὐτό.

Χαλκοπράτιον. ..... Χαλκοβατὲς δῶ. πρὸς δῶμα χαλκοβατές. Χαλαστραῖον. τόπος.

Χαμεύνιον. ἐπὶ τοῦ κραββάτου τάττεται. chi.1844 Χαμαιπετέσ. ταπεινόν. η τὸ εἰς γῆν

πετόμενον. Χαμαιτυπεῖον. καπηλεῖον, η οι κημα ἐν ῳ εἰσὶν αἱ πόρναι.

Χαμαιμηλέλαιον. ..... Χαριστήρια. εὐχαὶ, η υ μνοι ἐπινίκιοι. Χαράκωμα. περίφραγμα.

τειχίον. παρὰ τὸ χαρακῶ, χαρακώσω, χαράκωμα. τοῦτο παρὰ τὸ χάραξ. Χάσμα. τὸ

χάος. Χαλεπόν. δύο σημαίνει. η γουν τὸ ἀδύνατον, ὡς τό· –χαλεπὸν δέ κεν ὀρύσσειν

ἀνδράσι θνητοῖσι– καὶ τὸ δεινόν. χαλεπὸς δὲ ∆ιὸς μεγάλοιο κεραυνός. ( ̔Ρῆμα.) Χάζω.

τὸ ὑποχωρῶ καὶ ἀναχωρῶ. καὶ χάζεο. ἀπὸ τοῦ χῶ, τὸ χωρῶ, παράγωγον χάζω.

Χαίρειν φράσαντεσ. ἀποταξάμενοι, καταγνόντες. Χαίρειν ἐάσαντεσ. ἐπὶ τῶν

καταφρονουμένων καὶ μισουμένων. τὸ γὰρ χαίρειν μόνον προσεπιλέγοντες τούτοις

παρέτρεχον. καὶ χαίρειν ἀντὶ τοῦ οἰμώζειν καὶ στενάζειν. ὡς τό· χαιρέτω ληρῶν,

ἐρυθριάτω φλυαρῶν. chi.1845 Χαίρω. παρὰ τὸ χῶ, τὸ διαχέω. Χαίρομαι. ὁ λέγων

χαίρομαι βαρβαρίζει. καὶ λέγεται δατισμός· ∆άτις γὰρ ὁ Πέρσης ε φη χαίρομαι.

ἐνεστῶτα γὰρ η παρατατικὸν οὐκ ε χει. Χαλιμάζειν. τὸ περὶ τὰς συνουσίας ὁρμᾷν.

ἀπὸ τοῦ χαλᾷν τὰς φρένας πρὸς τὸ πάθος. Χαλεπαίνει. ὀργίζεται. Χαλεπῄνασ.

ἀγανακτήσας. καὶ χαλεπῄνῃ. Χαλέπτει. κακίζει. Χάνῃς, χάνωμεν. Χαρακτηρίζει.

δεικνύει. Χαράσσω. παρὰ τὸ χαίρω, τὸ τραχύνω. ἐξ ου καὶ κάρχαρος κύων. η ω σπερ

α λλος ἀλλάσσω, ου τως α ρης ἀράσσω καὶ πλεονασμῷ τοῦ χ χαράσσω. Χαρήσομαι.

εὐφρανθήσομαι. καὶ ἐὰν χαρήσομαι, εὐφρανθήσομαι. χαρίσομαι δὲ ἀντὶ τοῦ

δωρήσομαι ι. ἐὰν χαρίσωμαι δὲ, ἰῶτα καὶ μέγα. Χαριεντιζόμενοι. εὐτραπελιζόμενοι.

σκώπτοντες. ̓Αριστοφάνης· χαριεντίζεις καὶ κατασκώπτεις ἡμῶν καὶ βωμολοχεύεις.

Χατίζεισ. χρῄζεις. οι μαι, παρὰ τὸ α μὴ ε χειν αἰτεῖν γίνεται χατῶ, χατίζω. ὁ γὰρ

χρῄζων chi.1846 α μὴ ε χει αἰτεῖ. καὶ χατέουσιν. η ἀπὸ τοῦ αἰτῶ αἰτίζω. ἐξ ου καὶ

τό· αἰτίζων ἀκόλους, παρ' ̔Ομήρῳ. Χαριζόμενοι. συγγνωμονικοὶ γίνεσθε. ου τως ὁ

̓Απόστολος· χαριζόμενοι ἑαυτοῖς. ( ̓Επίῤῥημα.) Χαμόθεν. ἐκ τῆς γῆς. Χαμάδισ. χαμάζε

καὶ χαμαί. Χανδόν. ἀπλήστως. Τὸ Χ μετὰ τοῦ Ε. ( ̓Αρσενικόν.) Χέδροπασ. ο σπρια. καὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

400