18.07.2013 Views

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ε στι πέρθω, ὁ δεύτερος ἀόριστος ε πραθον καὶ ἐξέπραθον. ̓Εξέπλευσεν. ἐξώκειλε.

παρετράπη. ὁ δὲ ἐξέπλωσε τῶν φρενῶν πολλά. καὶ ἐξέπλωσας ὁμοίως. ου τως

̔Ηρόδοτος. ̓Εξεπολέμωτο. ἐνικήθη. ̓Εξεπολέμωσεν. ἀδιαλλάκτους εἰργάσατο.

̓Εξέπραξεν. ἀντὶ τοῦ ἀνεῖλεν. ου τως Πορφύριος· ου τε πυρφόρος θεοῦ κεραυνὸς

ἐξέπραξεν. ̓Εξεπρέμνιζον. μέχρι ῥιζῶν τὰ στελέχη τὰ πρέμνα κατέβαλλον.

epsilon.773 ̓Εξεράσατε τοὺς λίθουσ. ἐκκενώσατε. ἐκβάλλετε. ἀποῤῥίψατε. πεποίηται

δὲ ἡ λέξις ἀπὸ τῆς ε ρας, ο ἐστι τῆς γῆς. ̓Εξερέων. ἐξερευνῶν. ̓Εξεριθεύονται. πρὸς

κακίαν ἐκκαλοῦσιν. οἱ τῆς στρατηγίας ὀρεγόμενοι ἐξεριθεύονται τοὺς νέους καὶ

παρασκευάζουσιν ευ νους συναγωνιστὰς εἰς τὸ μέλλον. ̓Εξερῶ. ει πω, η ἐξοίσω.

̓Εξεῤῥωγυῖα. διεφθαρμένη. Προκόπιος· γυνὴ τὸν τρόπον ἐξεῤῥωγυῖα. ̓Εξεῤῥύησαν.

ἐξηφανίσθησαν. λαμβάνεται δὲ καὶ ἐπὶ τῶν ἐν τῷ πολέμῳ φευγόντων. ̓Εξεσάλαξασ.

μετεκίνησας. –τὴν δ' ἐνὶ θυμῷ ἐξεσάλαξας ο λην θάμβεϊ φαντασίην. epsilon.774

̓Εξεσόβησα. ἐξεδίωξα. ε κχυτον ἐκ στέρνων ἐξεσόβησα νόον. καὶ πτῶκας πολλάκις

ἐξεσόβει. ̓Εξεστεμμένοσ. κεκοσμημένος. εἰώθασι γὰρ τῷ στέφειν χρῆσθαι ἀντὶ τοῦ

κοσμεῖν. στέμμα δέ ἐστι τὸ προσειλημμένον ε ριον τῷ θαλλῷ. ̓Εξέστησαν.

ὑπεχώρησαν. οἱ δὲ βάρβαροι ἐξέστησαν αὐτοῖς ὡς κρείττοσιν. ̓Εξέστω. ἐξουσίαν

ἐχέτω. ̓Εξέσχεν. ἀντὶ τοῦ διήλασε, διῆλθε. τούτου τὴν πλευρὰν λόγχη διήλασε καὶ

ὑπὸ ῥώμης τῆς αἰχμῆς ἐξέσχεν ἐπὶ θάτερα. καὶ αυ θις· ἠκοντίσθη τὸν δεξιὸν ω μον

διαμπερὲς καὶ ἐξέσχε τὸ βέλος. ̓Εξέστησεν. εἰς ε κστασιν η γαγεν. ̓Εξετάσωμεν.

ἀκριβώσωμεν. epsilon.775 ̓Εξεταζόμενοσ. ἐρευνώμενος. δοκιμαζόμενος. ἐῤῥύετο τὴν

πόλιν ε νδον ἐξεταζόμενος φουρτωνίων ὑποστράτηγος τῶν ἐπὶ τῆς Μυσίας, ου ς

δοῦκας καλοῦσιν. ̓Εξεταζόμενοι. ἀριθμούμενοι. ἐξεταζόμενοι πρὸς τοῖς βασιλείοις.

̓Εξέτηξεν. ἐδάμασεν η ἠφάνισεν. ̓Εξεταννύσθη. ἐξετάθη. ἐξηπλώθη. ̓Εξέτηξεν.

ἐδαπάνησεν. ἀνάλωσεν. ̓Εξέτρω. ἐξεκόπη ἡ κύησις· ἐξεβλάβη. παρὰ τὸ τρῶ, τὸ

κόπτω, γίνεται παράγωγον τρῶμι, ὁ παρατατικὸς ε τρων, ε τρως, ε τρω, καὶ ἐν

συνθέσει ἐξέτρω. ̓Εξετάζων. ω σπερ παρὰ τὸ μάταιον γίνεται ματαιάζω, ου τω καὶ

παρὰ τὸ ἐτεὸν, τὸ ἀληθὲς, ἐτεάζω, τὸ τὴν ἀλήθειαν ἐρευνῶ καὶ ἐμφαίνω. καὶ

ἀποβολῇ τοῦ ˉε καὶ μετὰ τῆς ἐξ προθέσεως ἐξετάζω. ̓Εξεβιάζοντο. ἠνάγκαζον.

̓Εξεγραψάμην. ἀντὶ τοῦ ἐμνημόνευσα. ̓Αριστοφάνης· ο ν ἐγὼ παρά τ' ̓Απόλλωνος

ἐξεγραψάμην. ̓Εξεδιήτησε. κακῶς διῴκησεν. ̓Εξέζεσεν. ἐπληρώθη. καὶ τὸ σύμπαν

αὐτοῦ σῶμα ε λκους ἐξέζεσεν. epsilon.776 ̓Εξευμενίζεσθαι. πείθεσθαι, η ἱλάσκεσθαι.

̓Εξεφαύλισαν. παρ' οὐδὲν ἐλογίσαντο. οἱ δὲ οὐκ ἐξεφαύλισαν τὴν τῶν Κρητῶν

αὐτοσχέδιον ἐκείνην μοῦσαν. ̓Εξέφυ. ἐβλάστησεν. ἐγεννήθη. ̓Εξεφύσησα.

διεσκόρπισα· ἐβδελυξάμην. ̓Εξεφύσησεν. ἐκίνησεν. ἐτάραξεν. ̓Εξεφοίτα. ἐθριάμβευεν.

ὁ δὲ παρὰ τοὺς ἀτελέστους καὶ βεβήλους ἐξεφοίτα τὰ τῶν Σαμοθρᾳκῶν ο ργια.

̓Εξεφόρουν. ἐξέφερον. ̓Εξεφύρθη. ἐξεμιάνθη. ̓Εξέχεα. διεχύθην. καὶ ἐκινήθην εἰς

ὀδυρμοὺς α παυστον ε χων τὸν θρῆνον. ∆αβίδ· ἐξέχεα ἐπ' ἐμὲ τὴν ψυχήν μου.

̓Εξέχειν. ἐπιτεταλκέναι. ἐξέχειν τὸν η λιον. ε ξεχ' ω φίλ' η λιε. ̓Εξέωσαν. ἐξέβαλον.

Εξει. ἀντὶ τοῦ ε ξελθε. ου τως ̓Αριστοφάνης. ̓Εξείη. συνεκεχώρητο. ει θιστο.

Ξενοφῶν· ῃ δεσαν γὰρ πάντες, ο τι ἐξείη αὐτῷ καὶ ἀριστῶντι καὶ δειπνοῦντι.

̓Εξείλετο. ε λαβεν. ̓Εξειμένοι. ἀφειμένοι. epsilon.777 Εξειμι, οὐκ ἐξελεύσομαι

λέγουσιν ̓Αττικοί. ̓Εξείνισεν. ἐξένισεν, ἐξενοδόχησεν. ̓Εξείρπυσεν. ἐξεσύρθη.

ἐξῆλθεν. ἡ δὲ ε χιδνα ἐξείρπυσεν, ὑπὸ τοῦ πυρὸς ἀναγκασθεῖσα. ̓Εξειστήκει.

ἐξηλλάττετο. καὶ τρόμῳ ει χετο, καὶ ἡ χρόα αὐτοῦ ἐξειστήκει. ̓Εξεικονισμένον.

μεμορφωμένον η τέλειον. ̓Εξειλῆσαι. τοῦτο λέγουσιν οἱ ̓Αλεξανδρεῖς ἐπὶ τοῦ

ἐκφυγεῖν. ἐοίκασι μεταφορικῶς λέγειν ἀπὸ τῶν ἐν τῷ παλαίειν ἑαυτοὺς

ἀπολυόντων. λέγει γὰρ Πλάτων ἐν τῷ ἑβδόμῳ νόμῳ περὶ πάλης ου τως· τὰ δὲ ἀπὸ

ὀρθῆς πάλης ἀπ' αὐχένων καὶ χειρῶν καὶ πλευρῶν ἐξειλήσας μετὰ φιλονεικίας τὲ

καὶ καταστάσεως διαπονούμενα. ̓Εξεστακέναι. καταπλῆξαι. ̓Εξεφάνθη. ἐδείχθη,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

184

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!