Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...
Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...
Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...
You also want an ePaper? Increase the reach of your titles
YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.
κτίσαντος αὐτήν. ὁ πολίτης ̓Αναζαρβεύς· ὡς Καρυανδεύς. ἀφ' η ς ∆ιοσκορίδης ἰατρὸς

χρηματίζων· καὶ ̓Ασκληπιάδης ὁ ̓Αναζαρβεύς. ̓Ανάβλησισ. ὑπέρθεσις καὶ ἀναβολή.

̓Ανάδικοι κινήσεισ. αἱ α νωθεν δικαζόμεναι. ο ταν ἁλῶσιν οἱ μάρτυρες

ψευδομαρτυροῦντες. ̓Αναδομή. ἀναδασμός. ἐγὼ δὲ λέγω ἀνάκτισις. ̓Αναδρομαί.

ἀναβάσεις. ἀναδρομὴ γίνοιτο κοὐ σφαλλόμεθα. ̓Αναζυγαῖσ. ἀναστροφαῖς,

στρατοπεδίαις, ἀναλύσεσι τῶν στρατοπεδευμάτων. Πολύβιος· ὁ δὲ Φίλιππος οὐδενὶ

κόσμῳ ποιησάμενος τὴν ἀναζυγὴν καὶ τὸν ἀνάπλουν δευτεραῖος εἰς Κεφαληνίαν

κατῇρεν. ̓Ανάεδνον. α προικον. ̓Ανάθεσισ. ὑπέρθεσις. τὰ χρήματα δώσειν ὑπέσχοντο,

τριῶν ἡμερῶν ποιήσαντες ἀνάθεσιν. Αννα. πόλις τῆς ̓Ιουδαίας. ὁ πολίτης ̓Αννίτης.*

̓Ανωμαλίαν. νόσον η ἀσθένειαν.* ̓Ανία. θλίψις, λύπη, παρὰ τὸ ἰῶ, ο σημαίνει ὑγιάζω

καὶ θεραπεύω, γίνεται ἀϊῶ κατὰ στέρησιν, καὶ πλεονασμῷ τοῦ ˉν ἀνιῶ· ἡ γὰρ ἀνία

alpha.180 ἐστέρηται τῆς ἰάσεως. τὰ διὰ τοῦ ˉνˉιˉα μακρὸν ε χει τὸ ˉα, μὴ ε χοντα

ῥῆμα ἀντιπαρακείμενον διὰ τοῦ ˉεˉυˉω, διὰ τοῦ ˉι γράφεται. οι ον, μανία, πενία,

ῥοδωνία, ἰσωνία, ἡ ι ση πρᾶσις· ου τω καὶ ἀνία. πρόσκειται μὴ ε χοντα ῥῆμα

ἀντιπαρακείμενον διὰ τοῦ ˉεˉυˉω, οι ον ἑρμηνεύω, ἑρμηνεία, σαλακωνεύω,

σαλακωνεία· σημαίνει δὲ τὴν βλακείαν. πρόσκειται μακρὸν ε χοντα τὸ ˉα, διὰ τὸ

σαφήνεια, εὐγένεια, ἀπήνεια. τὸ μνεία δὲ οὐκ ἀντίκειται, ἐπεὶ οὐκ ε στιν ἀπὸ τοῦ

μνεύω. ̓Ανακάθαρσισ. ἐπίλυσις, διακρίνησις. ̓Ανάκαια. δῆμος φυλῆς τῆς

̔Ιπποθωοντίδος. ̓Ανακαίνησισ. ἡ ἀνανέωσις. λέγεται δὲ καὶ ἀνακαίνωσις. ̓Ανάκλησισ.

ἡ προσφώνησις. διὰ δὲ τοῦ ˉι ἡ ἀνάπαυσις. ̓Ανακτορίαν. δεσποτείαν.

̓Ανακεφαλαίωσισ. ἡ ἐξ ἀρχῆς ε ρευνα. ̓Ανάκρισισ. ἡ ἐξέτασις. ̓Ανάκρησις δὲ, ἡ

ἀνάκρασις, ˉη. ̓Ανάληψισ. ἡ ἀνάῤῥωσις. σπουδὴν ἐποιεῖτο ὑπὲρ ἀναλήψεως καὶ

θεραπείας τῶν ἀνδρῶν. ̓Ανάλυσισ. ἐξάπλωσις. ο ρος γάρ ἐστι λόγος κατὰ ἀνάλυσιν

ἀπαρτιζόντως ἐκφερόμενος τοῦ ὁριστικοῦ κεφαλαιωδῶς. καὶ α λλως· ἀνάλυσις ἡ

ὑπὸ σχήματος ἐπὶ σχῆμα· τῶν τρόπων ἀνακύκλησις. ̓Αναλογία. τὸ λέγειν· ο ν λόγον

ε χει ὁ δύο ἀριθμὸς πρὸς τὸν τέσσαρα, τοῦτον ὁ τρία πρὸς alpha.181 τὸν ε ξ,

ἀμφότερα γὰρ διπλάσια. η ἀναλογία ἐστὶν ἡ τὸ πολυσχεδὲς τῶν ἀνθρώπων φθέγμα

συντόνως παραδιδοῦσα. ̓Ανάμνησισ. μνήμης ἐξιτήλου γενομένης ἀνάτησις. η

ευ ρεσις φαντάσματος. ἀρξαμένη γὰρ ἀπὸ τῆς ψυχῆς διαβαίνει ἐπὶ τὸ ἐζωωμένον

σῶμα. ἀναμνησθέντες γὰρ φοβεροῦ τινὸς ἡμῖν γενομένου ὠχριάσαμεν, καὶ τοῦ πλοῦ

ἀναμνησθέντες ἐναυτιάσαμεν. ̓Αναπειστηρίαν. δυναμένην πείθειν τοὺς ἀκούοντας.

̓Ανάπειρα. ἡ εἰρεσία. –ταῖς ἀναπείραις καὶ ταῖς εἰρεσίαις ἐγύμναζεν. ̓Αναμπλάκητοι.

αἱ εἰς μηδὲν ἁμαρτάνουσαι, ἀλλὰ πάντων κρατοῦσαι. η α φυκτοι, ἀπλάνητοι,

ἀπροσπέλαστοι. ̓Αναπνοή. ει σοδος ἀέρος, ὑπὸ μετεωρισμοῦ πνεύμονος, δι' αυ ξησιν

τοῦ ἐν ἡμῖν θερμοῦ. alpha.182 ̓Ανάπαυλα. ἡ ἀνάπαυσις. ̓Αναῤῥῶγασ. τὰς ἐν τῷ

μεγάρῳ διόδους· ι ν' ῃ τὸ ἀνάῤῥηγμα τοῦ τείχους. η τὰς ῥαγάδας. ̓Αναροίβδησισ. ἡ

ἀναφορὰ τῶν ὑδάτων. ̓Ανάῤῥησισ. στέφανος, η ἀνακήρυξις. ἀνάῤῥυσις δὲ, ἡ

ἐλευθερία, ψιλόν. ̓Ανασύνταξισ. τὰ διαγεγραμμένα τιμήματα ταῖς συμμορίαις. ο ταν

δόξῃ τῷ δήμῳ χρήζειν προσθήκης η ἀφαιρέσεως, καὶ ε λωνται τοὺς τοῦτο

πράξαντας, τοῦτο ἀνασύνταξιν καλοῦσιν. ̓Ανακομιδή. ἐπάνοδος. ̓Ανάρτησισ. ἡ

ἀνακρέμασις. ̓Ανακωχή. ἡ ἀνάπαυσις, ἡ πρὸς μικρὸν εἰρήνη ἐν τῷ πολέμῳ. παρὰ τὸ

α νω τὰς ἀκωκὰς ε χειν. Ανασσα. ἡ βασίλισσα. ̓Αναξυρίσ. τὸ βρακίον. ̓Αναστροφή.

πολιτεία, διαγωγή. alpha.183 ̓Ανάστασισ. τοῦ πεπτωκότος ε γερσις. ἀνάστασις δὲ, ἡ

τῶν διαζευχθέντων στοιχείων κελεύσει τοῦ κτίσαντος πρὸς ἑαυτὰ συνδρομή.

̓Ανάστασις Χριστοῦ. ἡ μετάθεσις τῆς λογικῆς φύσεως ἐκ φθορᾶς πρὸς τὴν ἀφθαρσίαν,

καὶ ἐκ τῆς ἀγνοίας πρὸς τὴν ἀπλανῆ γνῶσιν. ̓Ανατάσεισ. ἐπαπειλήσεις ὑπερηφάνους.

τὰ μὲν φιλάνθρωπα παρεσιώπων, τὰς δὲ ἀνατάσεις καὶ ἐπαπειλήσεις ε λεγον.

̓Ανάτασισ. ἡ μετὰ πικρίας καὶ θρασύτητος ἀπειλή. Πολύβιος· οἱ μὲν ου ν περὶ

Μητρόδωρον καταπλαγέντες τὴν ἀνάτασιν Φιλίππου τοῦ βασιλέως, ἐπανῆλθον.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

46