Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...
Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...
Lexicon ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ∆ΙΑΦΟΡΩΝ ...
You also want an ePaper? Increase the reach of your titles
YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.
̓Εδεδίσκετο. ἐξεφόβει. ̓Εδεῖτο. ε χρῃζεν. ̓Εδείναζον. δεινῶς ε φερον, η ἐκακολόγουν.

̓Εδείματο. ᾠκοδόμησεν. ̓Εδεινολόγουν. ἐσχετλίαζον. ἀντὶ τοῦ δεινὰ πεπονθέναι

ε λεγον. ̓Εδεῖτο. ἐδεσμεῖτο. Εδειραν. ἀντὶ τοῦ ε τυψαν, δίφθογγον. ε δηραν δὲ ἀντὶ

τοῦ ἐξέδηραν, ˉη. ̓Εδειμάτουν. ἐξεφόβουν. Εδεισα. ἀντὶ τοῦ ἐφοβήθην. Εδδεισεν.

ἐφοβήθη. ἀπὸ τοῦ δέω, δείσω, ε δεισα καὶ πλεονασμῷ τοῦ ˉδ ε δδεισα. η ἀπὸ τοῦ

δείδω. –ε δδεισε δ' ὁ γέρων καὶ ἐπείθετο μύθῳ. ̓Εδείδισαν. δειδίω, ὁ μέσος

παρακείμενος δείδια, ἐδειδίειν, ἐδειδίεισαν, καὶ κατὰ συγκοπὴν ἐδείδισαν.

̓Εδηλήσαντο. ε βλαψαν. ἀπὸ τοῦ δηλῶ, δηλήσω, ἐδήλησα καὶ ἐδηλήσαντο. καρπὸν

ἐδηλήσαντο. ̓Εδήδαται. ἀντὶ τοῦ η σθιον. εἰ μὲν διὰ τοῦ ˉα, ὡς ̓Αρίσταρχος καὶ α λλοι,

ἐστὶ πληθυντικόν. οι ον· ο σσά τοι ἐκπέποται καὶ ἐδήδαται– epsilon.616 ἐὰν δὲ διὰ

τοῦ ˉε, ἐστὶν ἑνικόν. ἀπὸ γὰρ τοῦ ἐδῶ ὁ παρακείμενος η δεκα, διπλασιασμῷ ἐδήδεκα,

ὁ παθητικὸς ἐδήδεσμαι, τὸ τρίτον ἐδήδεσται, καὶ ἀποβολῇ τοῦ ˉς ἐδήδεται, καὶ ̓Ιακῶς

ἐδήδαται. ου τως ̔Ηρωδιανός. ̓Εδηδοκώσ. καὶ ἐδηδοκέναι, ἀντὶ τοῦ φαγεῖν.

̓Εδήμευσαν. δημόσιον ἐποίησαν. καὶ ἐκράτησεν ὁ φθόνος, καὶ τὴν οὐσίαν αὐτῶν

ἐδήμευσαν. ̓Εδημοσίωσεν. δημόσιον ἐποίησεν. ὁ δὲ ∆ευδέριχος ἐπὶ Ζήνωνος

ἐδημοσιώθη, χιλίας καμήλους προπέμψας χρυσίου καὶ ἀργυρίου. ̓Εδημώθη. ἐν τῷ

δήμῳ διεδόθη. δῆλος πᾶσιν ἐγένετο. ∆ίων· καί τις λόγος περὶ αὐτῶν τοιόσδε

ἐδημώθη. ̓Εδῄουν. ἠφάνιζον, διέφθειρον, διέκοπτον. ̓Εδίωσεν. ἐξέωσεν. ἐδίωξεν.

̓Εδίψησεν. ἐπεθύμησεν. ὁ δὲ ἐλευθερῶσαι τὴν πατρίδα ἐδίψησεν. ̓Εδίδη. ἐδέσμει.

̓Εδίδων. ἰστέον, ο τι ἡ παράδοσις τὸ ἐδίδων διὰ τῆς ˉοˉυ διφθόγγου οι δεν, οι ον

ἐδίδουν, ὡς ἀπὸ τοῦ διδῶ, διδοῖς, ἐδίδουν· ὡς χρυσῶ, χρυσοῖς, ἐχρύσουν.

̓Εδιδαξάμην. ἐπαιδευσάμην, ἀττικῶς· ἀντὶ τοῦ ἐπαίδευσα. παθητικὸς ἀντὶ

ἐνεργητικοῦ. ̓Εδίδαξεν. ε πεισεν, ἠρέθισεν. ἐδίδαξεν αὐτοὺς ἀνάγκη κατασκηνῶσαι

ου πρότερον ει δον κώμας. epsilon.617 ̓Εδικανόωντο. ἐδεξιοῦντο. ̓Εδικαίου. δίκαιον

ει ναι ε λεγεν. ἀλλὰ τοῦ γε ἀπολαύεσθαι κύριος ἐδικαίου ει ναι αὐτός.

̓Εδικαιώθησαν. δίκαιοι ἐκρίθησαν. ̓Εδικαίωσαν. ἀντὶ τοῦ κατέκριναν. οἱ δὲ ̔Ρωμαῖοι

κατάγοντες αὐτὸν ἐδικαίωσαν θανάτῳ. ̓Εδίνευον. κύκλῳ περιῄεσαν. η ἀντὶ τοῦ

ὠρχοῦντο. Εδμεναι. ἐσθίειν. ὡς α γειν, ἀγέμεν, καὶ εἰπεῖν, εἰπέμεν, ου τως ε δειν

ἐδέμεν καὶ πλεονασμῷ τῆς ˉαˉι ἐδέμεναι, καὶ κατὰ συγκοπὴν ε δμεναι. ε δμεναι

εἰωθότες. Εδονται. φάγονται. ̓Εδούπησεν. ἐκτύπησεν. ̓Εδοκίμασαν. προέκριναν,

ἐκύρωσαν. πολλῶν δὲ ῥηθέντων εἰς ἑκάτερα λόγων οἱ πλείους γνῶναι τὴν προτέραν

ἐδοκίμασαν. ̓Εδοκίμαζεν. ε κρινε. σιωπηλὸς η ν ἐπὶ τούτοις καὶ ἀποκρύπτειν

ἐδοκίμαζεν. ̓Εδολιοῦσαν. τὸν δόλον συνεσκίαζον. ἐκ τοῦ δολιῶ, ἐδολίουν, βοιωτικῶς

ἐδολιοῦσαν. Εδοξεν. εἰς ὑπόληψιν η λθεν. Εδρασεν. ε πραξεν, ἐποίησεν, ἐκάθισεν.

̓Εδραματουργήθη. ἐπράχθη. Εδρακεν. ἐκ τοῦ δέρκω τὸ θεωρῶ. ὁ διαμπνύνθη καὶ

ἀνέδρακεν. epsilon.618 Εδραμον. ἰστέον, ο τι τὸ ε δραμον ἀπὸ τοῦ δρέμω ἐστὶν, ἐπεὶ

τὸ ῥῆμα ο νομα αὐτοῦ πιστοῦται ὁ δρόμος, ὡς βρέμω, βρόμος. ου τως ου ν δρέμω,

δρόμος. ὁ δὲ ̔Ηρωδιανὸς φησὶν, ο τι δύναται ει ναι ἀπὸ τοῦ δραμῶ περισπωμένως. ἐξ

ου καὶ τὸ παρὰ Μενάνδρῳ, οι ον· δεδράμηκά σοι δρόμον τοιοῦτον, οι ον οὐδεὶς

πώποτε. καὶ ῥηματικὸν ο νομα δράμημα. ου τω Ζηνόδοτος. ̔Εδριόωντο καὶ ἑδρίοντο.

ἀντὶ τοῦ ἐκαθέζοντο. παρὰ τὸ ε δρα ἑδριῶ. ̓Εδύνατο γράφεται. α χρηστον γὰρ τὸ

ἠδύνατο. ̓Εδωλιάσαι. συγκαθίσαι. ̓Εδωρεῖτο. δώροις ἐτίμα. ̓Εδωρήσατο.

ἐφιλοφρονήσατο. Τὸ Ε μετὰ τοῦ Ε. ( ̓Αρσενικόν.) ̓Εεδνωτήσ. ὁ προικιστὴς, ὁ πενθερός.

̓Εέσχατοσ. ὁ ε σχατος. Εεισ. ὁ ει ς ἐπὶ τοῦ ἀριθμοῦ. οι ον· κυκλοτερὴς ὀφθαλμὸς ε εις

ἐνέκειτο μετώπῳ. παρὰ τὸ ι ος ἰόεις, καὶ τροπῇ τοῦ ˉι εἰς ˉε ε εις, ὡς ἀγχίμαλος,

ἀγχέμαλος. η ἀπὸ τοῦ ει ς ε εις, πλεονασμῷ τοῦ ε. epsilon.619 (Θηλυκόν.)

̓Εεικόσορος ναῦσ. εἰκοσάκωπος. ̓Εέρσαι. δρόσοι. ψεκάδες. παρὰ τὸ ε ρσαι, ο ἐστι

ποτίσαι. ποτίζει γὰρ ἡ δρόσος τὰ φυτά. ̓Εέλδωρ. ἐπιθύμημα, βούλημα, παρὰ τὸ ἑλεῖν

πρὸς ἑαυτὸν καὶ ε λκειν. η παρὰ τὸ ε λω τὸ λαμβάνω, κατὰ πλεονασμὸν τοῦ δ.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

150