18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ὡς ἔργοις ἐπιστατοῦσα. αὐτὴ γὰρ εὗρε τὰς τέχνας. (ῃερς. 119.) Ὅρα δὲ καὶ ὅτι

κἀνταῦθα ἐπὶ γυναικῶν ὁ πλόκαμος. ὅθεν καὶ Μυκήνη εὐπλόκαμος. καὶ

εὐπλοκαμῖδες Ἀχαιαί. καὶ ὅτι ὥσπερ ἡ κληῒς καὶ ἡ σφραγὶς καὶ ἡ κνημὶς καὶ ἡ ψηφὶς,

οὕτω καὶ ἡ εὐπλόκαμις ἴσως δὲ καὶ ἡ πλοκάμις, ἐκτείνει παραλήγουσαν, ὡς δηλοῖ τὸ,

αἳ πάρος ἦσαν εὐπλοκαμῖδες Ἀχαιαί. ὃ μετρεῖται κατὰ δάκτυλον. σκοπητέον δὲ μή

ποτε φαῦλα τῶν ἀντιγράφων ἐν οἷς ὀξύνεται ἡ εὐπλοκαμίς. δέον γὰρ, ὥσπερ κρηπὶς

μελαγκρήπις. ψηφὶς πολυψήφις ὡς τὸ πολυψήφιδα παρ' ὅρμον. κνημὶς εὐκνήμις,

οὕτω καὶ πλοκαμὶς εὐπλοκάμις. καὶ πληθυντικὸν εὐπλοκάμιδες. (ῃερς. 121.)

Νοήματα δὲ Πηνελόπης λέγει, ἅπερ ἀνωτέρω ἔφη κέρδεα. ἔνθα καὶ ἑρμηνεύει τὸ

περίφρων. πῶς γὰρ οὐ περίφρων Πηνελόπη, ἡ τοιαῦτα νοήματα εἰδυῖα οἷα οὐδεμία

τῶν ἡρωΐδων; (ῃερς. 125.) Αἰνίττεται δ' ἐνταῦθα καὶ θεόσοφον τὴν Πηνελόπην ὁ

Ἀντίνοος εἰ τὸν νοῦν ὃν ἔχει ἐν στήθεσιν αὐτῇ θεοὶ τιθέασιν. ἐπίτηδες δὲ ταῦτα ὁ

μνηστὴρ λαλεῖ. εἰπὼν γὰρ ἐν τῇ δημηγορίᾳ πολλὰ οὐ πρὸς ἡδονῆς ἐσόμενα τῇ

Πηνελόπῃ, καὶ ὑποπτεύσας λύπην ἐκείνης, μεταλαμβάνει ἐγκώμιον αὐτῆς πρέπον

γυναικὶ ἀγαθῇ. (ῃερς. 128.) Σημείωσαι δ' ἐν τούτοις καὶ φήμην ἐσχηματισμένην ἣ

φύγεν ἕρκος ὀδόντων τῷ Ἀντινόῳ. τὸ γὰρ οὐδαμοῦ πάρος ἴμεν πρὶν αὐτὴν γήμασθαι

Ἀχαιῶν ᾧ κ' ἐθέλῃσιν, ἀληθῶς οὕτως ἀπέβη. οὐδαμοῦ γὰρ ἀπῆλθον οἱ μνηστῆρες

ἕως ἐλθὼν Ὀδυσσεὺς ᾧ ἐκείνῃ γήμασθαι ἤθελεν, ἐποίησεν ἅπερ ἐποίησεν.

ἐπαινετέος οὖν καὶ τῶν τοιούτων ὁ ἀστειότατος ποιητής. Ἐν δὲ τῷ, ποιεῖταί σοι

ποθὴν πολέος βιότοιο, κατὰ τῆς ὡς αὐτὸς εἰρωνικῶς ἔφη φίλης μητρὸς ἐρεθίζει τὸν

Τηλέμαχον. οὐ γὰρ ἂν εἴη φίλη μήτηρ, ἡ οὕτω ζημιοῦσα τὸν υἱόν. (ῃερς. 130.) Ὅτι

πυκνότητα καὶ συντομίαν καὶ ἰσχὺν νοημάτων ἐνδείκνυται ὁ Τηλέμαχος ἐν οἷς

ἀντιλέγει Ἀντινόῳ εἰπόντι μητέρα σὴν ἀπόπεμψον. φησὶ γὰρ, οὐ πρὸς καλῶν αὐτῷ

εἶναι ἀπώσασθαι τὴν τεκοῦσαν καὶ θρεψαμένην. καὶ ταῦτα, ἀέκουσαν. ὅπου γε καὶ

ἄδηλον εἴτε ζῇ ὁ πατὴρ ἐπ' ἀλλοδαπῆς εἴτε τέθνηκε. προσέτι δὲ κακόν φησι, καὶ

χρήματα πολλὰ καταθέσθαι τῷ πάππῳ Ἰκαρίῳ, καὶ κακὰ πρὸς ἐκείνου παθεῖν, εἴπερ

ἑκών φησιν αὐτὴν ἐκπέμψω. καὶ θεῷ δὲ ἀπεχθὴς διεκπεσεῖν. ὑποστέλλεται δὲ 1.88

καὶ τὰς Ἐριννῦς. καὶ τὴν ἐξ ἀνθρώπου ὑφορᾶται νέμεσιν. καὶ πείθει ἑαυτὸν, μὴ

μόνον οὐκ ἀπώσασθαι τὴν μητέρα, ἀλλ' οὐδὲ μῦθον τοιοῦτον εἰπεῖν πρὸς αὐτὴν ἣν

φθάσας καὶ ὁ ἐχθρὸς Ἀντίνοος ἐπαίνοις ἐσέμνυνεν. εἰπὼν αὐτὴν καὶ φίλην μητέρα

τῷ Τηλεμάχῳ ὡς εἴρηται. ἔστι δὲ ἡ Ὁμηρικὴ φράσις, τοιαύτη. Ἀντίνο', οὔπως ἐστὶ

δόμων ἀέκουσαν ἀπῶσαι, ἥ μ' ἔτεχ' ἥ μ' ἔθρεψε. πατὴρ δ' ἐμὸς ἄλλοθι γαίης ζώει, ὅ

γ' ἢ τέθνηκε, κακὸν δέ με πόλλ' ἀποτίνειν Ἰκαρίῳ, αἴκ' αὐτὸς ἑκὼν ἀπὸ μητέρα

πέμψω. Ἐκ γὰρ τοῦ πατρὸς κακὰ πείσομαι. ἀλλὰ δὲ δαίμων ∆ώσει, ἐπεὶ μήτηρ

στυγερὰς ἀρήσετ' ἐριννῦς Οἴκου ἀπερχομένη. νέμεσις δέ μοι ἐξ ἀνθρώπων Ἔσσεται.

ὡς οὐ τοῦτον ἐγὼ ποτὲ μῦθον ἐνίψω. καὶ τὰ ἑξῆς ὡς προεγράφη ἐν τῷ ἐξιέναι

μεγάρων ἄλλας δ' ἀλεγύνετε δαῖτας. ἀπαραλλάκτως γὰρ τὰ ἐκεῖ ῥηθέντα, κεῖνται

κἀνταῦθα. ὀκνοῦντος καὶ ἐν τούτοις τοῦ ποιητοῦ, τὰ εὖ πεποιημένα μεταποιεῖν.

πλὴν ὅσον, εἰπὼν ἐκεῖ ἐξιέναι μεγάρων, ἐνταῦθα ἔξιτέ μοι μεγάρων φησὶ,

κοινότερον καὶ σαφέστερον. (ῃερς. 131.) Ἰστέον δὲ ὅτι τὸ ἥ μ' ἔθρεψεν, ἐπίτασιν

δηλοῖ γνησιότητος. εἰσὶ γὰρ μητέρες, αἳ τίκτουσι μὲν, οὐκ ἐκτρέφουσι δὲ, ἀλλ' ὡς

εἰπεῖν, ἐκτιθέασι ταῖς τιθηνοῖς. οἷα μὴ δὲ φιλοῦσαι τίκτειν αἱ πολλαί. ἀλλὰ τὴν μὲν

γαμήλιον στέργουσαι, ἀποστέργουσαι δὲ πορνικῶς τὴν γενετυλίδα διὰ τὴν οὐκ

ἄπονον Εἰλείθυιαν. Ἐπαναφορᾶς δὲ σχῆμα γοργὸν, τὸ, ἥ μ' ἔτεκεν, ἥ μ' ἔθρεψε. Τὸ δὲ

ἀέκουσαν ἀπῶσαι, πληρέστερον ἂν ἦν εἴπερ εἶχε προσκείμενον καὶ τὸ ἑκόντα. ἵνα

ἔφη. ὡς οὔπως ἐστὶν ἑκόντα με δόμων ἀέκουσαν ἀπῶσαι τὴν μητέρα. διὸ μετ' ὀλίγα

φησίν. ἑκὼν ἀπὸ μητέρα πέμψω. σίγησας τὸ ἀέκουσαν ὡς ἤδη ῥηθέν. Καὶ ὅρα ὅτι,

ταυτόν ἐστιν ἀπῶσαι καὶ ἀποπέμψαι. ἅπερ οἱ μεθ' Ὅμηρον παθητικῶς ἀπώσασθαι

φασὶ καὶ ἀποπέμψασθαι. (ῃερς. 132.) Τὸ δὲ εὐλαβεῖσθαι πολλὰ ἀποτίνειν Ἰκαρίῳ,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

100

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!