18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἦμαρ ἰδέσθαι. ἢ ἐλθὼν, ἀπολέσθαι ὡς Ἀγαμέμνων ὤλετο ἐφέστιος. οἱονεὶ λέγων, ὡς

οὐ χρὴ δυσχεραίνειν ἐπὶ διατριβῆς χρόνου. οὐδὲ γὰρ οὐδ' Ἀγαμέμνονι, τὸ ταχὺ

νοστῆσαι συνήνεγκεν. (ῃερς. 236.) Ὅτι ὥσπερ νεῖκος ἀλλαχοῦ καὶ γῆρας καὶ

πόλεμον ὁμοίϊον, οὕτω καὶ θάνατον ὁμοίϊον ἐνταῦθα λέγει, ἢ τὸν ὁμοίως πᾶσιν

ἀποκείμενον θνητοῖς. ἢ τὸν ὁμοίως πᾶσι φορτικόν. ἢ περὶ οὗ πάντες ὁμοίαν ἔχουσι

δόξαν. καὶ οὐχ' οἱ μὲν ταύτην οἵδ' ἐκείνην. ἐνταῦθα δὲ ἀποφαίνεσθαι δοκεῖ ὁ

ποιητὴς, ὅτι θάνατον μὲν τὸν ὡς ἐῤῥέθη ὁμοίϊον, οὐδὲ θεὸς καὶ φίλῳ ἀνδρὶ δύναται

ἀλαλκεῖν. τὸν δέ γε εἰς καιρὸν, ἀλάλκοι ἂν ἐθέλων. ὥσπερ αὖ πάλιν, ἐπιτέμοι ἂν τὸ

ζῆν ἐν καιρῷ. καὶ εἰσὶ παρά τε τοῖς μύθοις καὶ ταῖς ἱστορίαις, οὐκ ὀλίγα τούτων

παραδείγματα. (ῃερς. 240.) Ὅτι δυσελπιστία ἐπὶ νόστῳ ἀνδρὸς ἀποδήμου τὸ, μηκέτι

ταῦτα λεγοίμεθα κηδόμενοί περ. κείνῳ δ' οὐκ ἔτι νόστος ἐτήτυμος, ἀλλά οἱ ἤδη

φράσατο θεὸς θάνατον καὶ κῆρα μέλαιναν. (ῃερς. 242.) Ἐνταῦθα δὲ κεῖται καὶ

σώφρων παρήχησις τὸ, ἀλλά οἱ ἤδη φράσσαντ' ἀθάνατοι θάνατον. (ῃερς. 240.) Ὅρα

δὲ καὶ τὸ λεγοίμεθα. οὗ τὸ ῥηματικὸν ὁ λόγος, οὐκ ἔστι παρὰ τῷ ποιητῇ ὡς

πολλαχοῦ σησημείωται τοῖς παλαιοῖς. Τὸ δὲ κηδόμενοί περ ἐναντιωματικοῦ

ληφθέντος τοῦ πˉερ συνδέσμου, ταυτόν ἐστι τῷ βλαπτόμενοι καὶ οὕτω λυπούμενοι

καὶ δηλαδὴ 1.124 ἐκφοροῦντές τι τῆς λύπης ἐν τῷ προφέρειν τὰ θλίβοντα. (ῃερς.

243.) Ὅτι τῷ ἐρωτῶντι συνετόν τινα, οἰκεῖον τὸ, νῦν ἐθέλω ἔπος ἄλλο μεταλλῆσαι

καὶ ἔρεσθαι, ἐπεὶ περίοιδε δίκας ἠδὲ φρόνιν ἄλλων. ἤτοι περισσότερον τῶν ἄλλων

δίκαιός ἐστι καὶ φρόνιμος. φρόνιν γὰρ νῦν μὲν, ἐπὶ τῆς φρονήσεως τίθησιν. ἐν δὲ τῷ,

κατὰ δὲ φρόνιν ἤγαγε, δοκεῖ καὶ τὴν καταφρόνησιν οὕτω καλεῖν ὡς ἐκεῖ ῥηθήσεται.

οὐ πάνυ δὲ δῆλον εἴτε πρωτότυπον ἡ φρόνις, εἴτε συγκέκοπται ἀπὸ τοῦ φρόνησις.

(ῃερς. 245.) Ὅτι παραφράζων συντόμως ὁ ποιητὴς τὸ ἐν Ἰλιάδι περὶ Νέστορος

πλατύτερον ἱστορηθὲν, τῷ δ' ἤδη δύω μὲν γενεαὶ μερόπων καὶ τὰ ἑξῆς, φησί. τρὶς

γὰρ δή μιν φασὶν ἀνάξασθαι γένε' ἀνδρῶν. ὅ ἐστι βασιλεῦσαι κατὰ τὰς ἀνδρῶν

γενεάς. (ῃερς. 246.) εἶτα σεμνύνων τὸ πολυχρόνιον, φησίν. ὥς τέ μοι ἀθανάτοις

ἰνδάλλεται εἰσοράασθαι. τουτέστι θεῷ ἔοικε διά τε τὸ ἄλλως μακρὸν τοῦ χρόνου, καὶ

διὰ τὸ ἐν βασιλείᾳ πολυχρόνιον, ὡς θεῖον ὂν τὸ τοιοῦτον πολυετές. Καὶ ὅρα τὸ

ἰνδάλλεται. οὐ γὰρ θεὸς ἄντικρυς ὁ ἐπὶ μακρὸν βιοὺς, ἀλλὰ θεοῦ ἴνδαλμα. καὶ λέγει

ἂν τοιοῦτόν τι ὁ Τηλέμαχος. θεοῦ ἴδιον, τὸ μακρὸν τοῦ εἶναι. μακρόβιος δὲ ὁ

Νέστωρ, ὥστε καὶ ἴνδαλμά τι ἔχει πρὸς θεόν. (ῃερς. 245.) Τὸ δὲ τρὶς ἀνάξασθαι γένεα,

πλατύτερον μὲν ἐν τῇ Ἰλιάδι ἐῤῥέθη. νῦν δὲ, ἀρκέσει τοσοῦτον εἰπεῖν. ὡς δύο μὲν

ἡλικίαι ἀνδρῶν ὑπηκόων τῷ Νέστορι ἐκ νέων ἀκμάσασαι καὶ παρακμάσασαι,

ἔφθιντο, αὐτὸς δὲ τρίτης ἦρχε γενεᾶς. (ῃερς. 248.) Ὅτι σύντομος καὶ σαφὴς ἐρώτησις

καὶ ποικίλη τὸ, πῶς ἔθανεν Ἀγαμέμνων. ποῦ Μενέλαος ἔην. τίνα δ' αὐτῷ μήσατ'

ὄλεθρον Αἴγισθος. ἢ οὐκ Ἄργεος ἦεν Ἀχαιϊκοῦ, ἀλλά πῃ ἄλλῃ πλάζετο. ἔοικε δέ πως

καὶ συνήθει προεκθέσει ἡ τοιαύτη ἐρώτησις, ὑπισχνουμένη, διδαχθήσεσθαι πάντα τὰ

ἐρωτηθέντα. (ῃερς. 250.) Ἐν τούτοις δὲ καὶ δολόμητιν εἰπὼν τὸν Αἴγισθον, ἐπάγει.

ἐπεὶ ἔκτανε πολλὸν ἀρείω. ὡς δῆθεν τοῦ δόλου ὑπὸ τῶν ἀσθενεστέρων τεχνωμένου.

Ἄργος δὲ Ἀχαϊκὸν τὴν Πελοπόννησον λέγει, πρὸς διαστολὴν ἑτέρων μὴ Ἀχαϊκῶν.

οἷον τοῦ Ἀμφιλοχικοῦ, τοῦ Θετταλικοῦ. τοῦ Κιλικίου. τοῦ κατὰ Νίσυρον. τοῦ

Μακεδονικοῦ, τοῦ Τροιζηνίου. καὶ ἄλλων. τὸ δὲ τοιοῦτον Ἄργος, ἐκλήθη ποτὲ καὶ

ἱππόβοτον ὡς καὶ μετ' ὀλίγα δηλοῦται, διὰ τὸ εἰς νομὴν ἵππων ἀνεθῆναι τῷ

Ποσειδῶνι. καὶ ἴασον δὲ, ἀπὸ Ἰάσου τινὸς ἥρωος. ἐρεῖ γοῦν ἐν τοῖς ἑξῆς ὁ ποιητὴς, εἰ

πάντες σε ἴδοιεν ὅσοι ἀνὰ ἴασον Ἄργος. Ὅτι δὲ Ἀχαιϊκὸν μὲν οἱ παλαιοὶ γράφουσιν,

Ἀχαϊκὸν δὲ οἱ μεθ' Ὅμηρον, δεδήλωτκαὶ ἀλλαχοῦ ἱκανῶς. Ἐν δὲ τῷ, ἢ οὐκ Ἄργεος

ἦεν Ἀχαϊκοῦ. ἢ πρόθεσις λείπει ἵνα λέγῃ ὅτι οὐκ ἦν ἐπὶτοῦ Ἄργους ὁ Μενέλαος, ἢ

ἀπὸ κοινοῦ νοητέον τὸ πˉῃ. οἷον οὐκ ἦν πῃ τοῦ Ἄργους, ἀλλὰ πῃ ἄλλῃ. (ῃερς. 253.)

Ὅτι Γερήνιος ἱππότα Νέστωρ κἀνταῦθα, ὥσπερ καὶ ἐν Ἰλιάδι. καὶ ζητητέον τὰ ἐκεῖ.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

141

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!