18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

τοὺς Φιλίππου ξένους, ὧν ὁ ῥηθεὶς Ἀδαῖος ἡγεῖτο. ἔστι δὲ τὸ μὲν ἀωρὶ κοκκύζειν τὸν

Ἀδαῖον ἀλεκτρυόνα, τὸ παρὰ καιρὸν ἐπιβαλεῖν τῇ μάχῃ. τὸ δὲ μήπω λόφον ἔχειν, τὸ

ἄοπλον ἔτι ὄντα περιπεσεῖν κινδύνῳ. ὡς δὲ τὸ ὄρνεον ὁ ἀλεκτρυὼν, καὶ Ἄρεϊ

ἀνέκειτο ὥς που καὶ ἐν τοῖς ἑξῆς φανεῖται, καὶ ὡς ἐν ἱεροῖς ἀνετίθετο, οἱ παλαιοὶ

δηλοῦσιν. ἱστορεῖται δὲ καὶ ὅτι ἀλεκτρυὼν εἰσιὼν οἱανδή τινα θύραν, ἐπικλίνει τὸν

λόφον. οὗ δὴ ἀλέκτορος καθὰ καὶ ἀλεκτρυόνος, καὶ παρ' ἄλλοις μὲν πολλοῖς χρῆσις.

καὶ παρὰ Κρατίνῳ δέ φασιν ἐν τῷ, κοκκύζειν τὸν ἀλεκτρυόνα οὐκ ἀνέχονται. ἤγουν

ᾄδειν ὡς αὐτῷ ἔθος. ἐξ οὗ δὴ κοκκύζειν, καὶ ὁ παρ' Ἡσιόδῳ κόκκυξ. καὶ ἐπίῤῥημα

κόκκυ παρὰ τῷ κωμικῷ. ὑποβάλλει δὲ τοιοῦτον νοῦν καὶ Σοφοκλῆς φασὶν ἐν τῷ,

κοκκοβόας ὄρνις. ἐναργέστερον δὲ, ∆ίφιλος ἐν τῷ καὶ νὴ ∆ί' ὄντως εὐθὺς ἐξέπεμπέ

με ὀρθριόκοκκυξ ἀρτίως ἀλεκτρυών. καὶ Πλάτων δὲ ἐμφανῶς φασὶν ὁ κωμικὸς ἐν

τῷ, σὲ δὲ κοκκύζων ἀλέκτωρ προκαλεῖται. Ὅρα δὲ ὅτι τῶν ἐκ τοῦ λέγω τὸ κοιμῶμαι

γεγονότων, ἐνεργητικοῦ μὲν παρακειμένου, τὸ λέχος διὰ ˉε καὶ ἡ λεχώ. διὰ δὲ τοῦ

ˉο, ἡ ἄλοχος καὶ τὸ λοχεύειν. παθητικοῦ δὲ τρίτου προσώπου, τὸ λέκτρον καὶ ὁ

ἀλέκτωρ ἴσως δὲ καὶ ἡ Ἠλέκτρα. καὶ ὁ ἀλεκτρυὼν δέ. Τὸ δὲ ἤγετο κούρην, πάνυ

σύνηθες ἐπὶ γάμου λέγεσθαι. τοιοῦτον γὰρ καὶ τὸ, ἠγαγόμην γυναῖκα. εἰς τὸ πᾶν δὲ

εἰπεῖν, τὸ ἄγειν καὶ τὰ ἐξ αὐτοῦ, σεμναὶ λέξεις εἰσίν. εἰ δὲ ψεκτὸν ὄνομα ὁ

προαγωγὸς ἔτι δὲ καὶ τὸ προαγωγεύειν, πάντως γὰρ οὐκ ἐπαινετὰ ταῦτα εἰσὶν, ἀλλ'

αὐτὸ τὸ προάγειν, σεμνότητα ἔχει. ὥσπερ καὶ ἡ προαγωγή. τιμὴν γὰρ αὐτὴ δηλοῖ.

οἷον. ὑποδραμὼν τὸν βασιλέα, τῶν φίλων ἐγένετο μεγίστης τυχὼν προαγωγῆς.

(ῃερς. 11.) Περὶ δὲ τοῦ τηλύγετος, ἱκανῶς ἡ Ἰλιὰς δηλοῖ. νῦν δὲ εἰς τοσοῦτον ῥητέον.

ὡς τηλύγετος παῖς παρὰ τοῖς παλαιοῖς, οὐ μόνον μεθ' ὃν οὐκ ἔστι τεκνώσασθαι, ἢ ὁ

μόνος υἱὸς ὡς ὁ Μεγαπένθης ἐνταῦθα τῷ Μενελάῳ, ἀλλὰ καὶ ὁ τῆλε ὄντι τῷ πατρὶ

γεννηθεὶς, ἢ καὶ αὐξηθεὶς μετὰ γέννησιν. παράδειγμα τοῦ πρώτου, Τηλέγονος ὁ ἐκ

Κίρκης τῆλέ που γεννηθεὶς τῷ Ὀδυσσεῖ. ὅθεν καὶ τοὔνομα ἔσχε. τοῦ δὲ δευτέρου,

Ὀρέστης τε ὁ Ἀγαμεμνονίδης καὶ ὁ τοῦ Ὀδυσσέως Τηλέμαχος. ᾧ τοὔνομα οὕτως

ἔπεσεν, ἐπειδὴ τῆλε μαχομένου τοῦ πατρὸς ἐτράφη. (ῃερς. 12.) Ἰστέον δὲ ὡς ἐπειδὴ

τῇ Ἑλένῃ γεννησαμένῃ τὴν Ἑρμιόνην οὐκ ἔτι γόνος ἐφαίνετο, εἴη ἂν καὶ αὐτὴ

τηλυγέτη τοῖς τεκοῦσιν, οἷα μόνη θυγάτηρ. ὡς καὶ ὁ Μεγαπένθης, μόνος υἱός. Ἔτι

ἰστέον, καὶ ὡς ἐν τούτοις καινόσχημόν ἐστι κατὰ σύνταξιν τὸ, υἱέϊ δὲ ἤγετο κούρην

ὅς οἱ τηλύγετος γένετο κρατερὸς Μεγαπένθης. τὸ γὰρ κοινῶς ἀκόλουθον ἦν, υἱέϊ

κρατερῷ Μεγαπένθει. ὁ δὲ, καινότερον ἀπέδωκεν αὐτὸ πρὸς τὸ, ὃς τηλύγετος

γένετο. Τὴν δὲ διαληφθεῖσαν δούλην, Ζευξίππου τέ τινος εἶπον θυγατέρα, καὶ

κύριον αὐτῆς ἐξέθεντο ὄνομα. οὗ τὸ ἀκριβὲς, ἀφανὲς ἐν τοῖς παλαιοῖς ὑπομνήμασιν.

καὶ ὁ τῶν νόστων δέ φασι ποιητὴς, κύριον ὄνομα λέγει τὸ, δούλης. διὰ τὸ μηδέ ποτε

λέγειν τὸν ποιητὴν δούλας τὰς θεραπαίνας, ἀλλὰ δμωὰς ἢ δμωΐδας. διὸ καὶ τὸ,

εἰσόκέ σε ἢ ἄλοχον ποιήσεται ἢ ὅγε δούλην, ἀθετεῖται κατὰ τοὺς παλαιούς. (ῃερς.

11.) Ὅρα δὲ καὶ ὡς εἰ καὶ μὴ ἐφαίνετο τῇ Ἑλένῃ γόνος ἐπεὶ ἐγείνατο τὴν Ἑρμιόνην,

ἀλλ' ἐκ τῆςδούλης ἀνεπληρώθη τὸ ἐκ τῆς Ἑλένης ἐλλεῖπον τῷ Μενελάῳ. ἔσχε γὰρ

ἐξ ἐκείνης υἱὸν τὸν Μεγαπένθην. ὃς ἔοικεν ἁρπαγείσης τεκνωθῆναι τῆς Ἑλένης. διὸ

καὶ φερωνύμως ὠνομάσθαι διὰ τὸ μέγα πένθος εἶναι 1.143 τότε τῷ τοῦ Μενελάου

οἴκῳ. Ἔτι ὅρα καὶ ὡς ἦν μὲν διὰ πλεῖον κάλλος, ἄπαιδα μεῖναι τὴν Ἑλένην. ἐπεὶ δέ

φασι δύσδαιμον ἡ ἀτεκνία, γεννᾷ εἰσάπαξ, καὶ οὐκ εἰς δεύτερον, ἵνα τὸ κάλλος αὐτῇ

ὡς ἐῤῥέθη φυλάττηται. θηλυγονεῖ δὲ, ὡς ἂν ἔχῃ χαίρειν αὐτὴ τῷ ὁμοίῳ. Ἰστέον δὲ

ὅτι κατὰ Πορφύριον, καὶ ἕτερος Μεγαπένθης ἦν παλαιὸς, ἀπόγονός φησιν Αἰγύπτου

ἀδελφοῦ ∆αναοῦ. κληθεὶς οὕτω, διὰ τὸ πενθῆσαι τὸν Προῖτον ἐπὶ τῇ μανίᾳ τῶν

θυγατέρων. ἃς ὁ Μελάμπους καθῄρας, ἔλαβε τὰ δύο μέρη τῆς ἐκείνου βασιλείας, καὶ

τῷ ἀδελφῷ Βίαντι ἔδωκεν. ἔσται δέ τις μνήμη τῆς τοιαύτης ἱστορίας, καὶ ἐν τοῖς

ἑξῆς. (ῃερς. 16.) Ὅτι ἐν τῷ, δαίνυντο γείτονες ἠδὲ ἔται Μενελάου τερπόμενοι,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

162

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!