18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἐπεκρότουν τοῖς λιχανοῖς δακτύλοις, ὡς ἐν τοῖς τοῦ Ἀθηναίου κεῖται. ∆ῆλον δ' ὅτι

ὠνοματοπεποίηται καὶ τὸ κροτεῖν ὡς καὶ τὸ κρούειν ἀφ' οὗ καὶ τὸ κροῦμα. καὶ τὸ

κροαίνειν. καὶ ὁ κρότος. ἔτι δὲ καὶ ἀποκρότημα. ὅπερ ἐστὶ κατὰ τὸν Ἀθήναιον,

κτύπος δεξιοῦ μέσου δακτύλου ὅτε τῷ μεγάλῳ ἐπερεισθεὶς, εἶτα κατακτυπήσει τοῦ

ὑπ' αὐτὸν σαρκώδους. (ῃερς. 382.) Τὸ δὲ ἀριδείκετε, ὡς ὑπερθετικὸν ἐλήφθη διὰ τὴν

ἀρˉι ἐπίτασιν καθὰ καὶ ἀλλαχοῦ ἐσημειώθη, διὸ καὶ γενικῇ συνετάχθη. ἔφη γάρ.

ἀριδείκετε λαῶν. (ῃερς. 383.) Τὸ δὲ ἠπείλησας, ἀντὶ τοῦ ἐκαυχήσω. καὶ ἔστι συγγενὲς

τῷ ἀπειλῆσαι ὃ δηλοῖ τὸ εὔξασθαι. καθότι καὶ τὸ εὔξασθαι πολλάκις ἀντὶ τοῦ

καυχήσασθαι λέγεται. ∆ιατί δὲ βητάρμονες οἱ ὀρχησταὶ, πρὸ ὀλίγων εἴρηται. 1.306

Ὅτι δὲ σεμνὸν ἡ ὄρχησις διείληπται μὲν καὶ ἐν ἄλλοις. δηλωτέον δὲ μετρίως καὶ

νῦν, ὅτι τε ὀρχησταὶ περιᾴδονται, Βολβός. Ζήνων ὁ Κρὴς, πάνυ Ἀρταξέρξῃ φίλος. καί

τις Θεόδωρος. καὶ Χρύσιππος. καὶ ὅτι Πίνδαρος ὀρχηστὴν τὸν Ἀπόλλωνα καλεῖ,

δεικνὺς πρᾶγμα ἔνδοξον καὶ σοφὸν τὴν ὄρχησιν. φησὶ γάρ. ὀρχηστὰ ἀγλαΐας

ἀνάσσων εὐρυφαρέτρ' Ἄπολλον. καὶ Ὅμηρος δὲ ἢ τῶν τις Ὁμηριδῶν ἐν

ὕμνῳἈπόλλωνος, φησίν. Ἀπόλλων φόρμιγγ' ἐν χείρεσσ' ἔχων χαρίεν κιθάριζε καλὰ

καὶ ὕψι βιβάς. καί τις ἕτερος τὸν ∆ία ὀρχούμενον παράγει. λέγων. μέσσοισι δ'

ὀρχεῖτο πατὴρ ἀνδρῶν τε θεῶν τε. ὁ δὲ ταῦτα παραδιδοὺς Ἀθήναιος ἱστορεῖ καὶ ὅτι

τὸ ὀρχεῖσθαι σικελίζειν τοῖς παλαιοῖς ἐλέγετο, διὰ τὸ δηλαδὴ ὡς εἰκὸς ἐπιχωριάζειν

τοῖς ἐν Σικελίᾳ. καὶ ὅτι ὀρχήσεις διάφοροι ἐθνικαί. οἷον. Λακωνικαί. Τροιζηνιακαί.

Ἐπιζεφύριοι. Κρητικαί. Ἰωνικαί. Μαντινειακαὶ προκρινόμεναι διὰ τὴν τῶν χειρῶν

κίνησιν. (ῃερς. 385.) Ὅτι φιλότιμος ὢν ὁ Φαίαξ βασιλεὺς καὶ χαίρων οἷς ἐπαινεῖται,

ἡδέως ἀκούει τοῦ Ὀδυσσέως ἐπαινέσαντος τοὺς Φαιακικοὺς βητάρμονας. (ῃερς. 388.)

καὶ βραχὺν ἀκούσας ἔπαινον μεγάλα εὐεργετεῖ μεγαλοπρεπῶς. γηθήσας γὰρ ναὶ μὴν

καὶ οὐ μέλεον εἰρῆσθαι τὸν ἔπαινον ἀφεὶς τοῦ ῥήτορος Ὀδυσσέως, ἀλλ'

ἀντεπαινέσας, καὶ εἰπὼν ὡς ὁ ξεῖνος μάλα μοι δοκέει πεπνυμένος εἶναι, (ῃερς. 389.)

εἶτα καὶ δῶρα εὐθὺς ἐκεῖ ἐν τῷ ἀγῶνι παρέλκει ἐκ τῶν συμβασιλέων. εἰπών. ἀλλ'

ἄγε οἱ δῶμεν ξεινήϊον ὡς ἐπιεικές. φιλοτίμως καὶ βασιλικῶς τὸν εἰς αὐτὸν ἔπαινον

ἀμειβόμενος. ὄφρα καὶ ἄλλος εἴπῃσιν ἡρώων, φησὶν, ἡμετέρης ἀρετῆς μεμνημένος.

καὶ ὅπως ἐνίσπῃ οἷσι φίλοισιν οἴκαδε νοστήσας, ὅσον περιγίνονται ἄλλων τοῖς

ἄθλοις οἱ περὶ αὐτόν. ἐλλάμπεται γὰρ οὐ μόνον τοῖς οἰκείοις ἀλλὰ καὶ τοῖς τῶν

πατριωτῶν ἐπαίνοις ὁ Ἀλκίνοος. Ὅρα δὲ καὶ νῦν τὸ, ἀλλ' ἄγε δῶμεν, ἐπιῤῥηματικῶς

λεχθὲν ὁμοίως τῷ, ἀλλ' ἄγε σιγῇ τοῖον ἀναστάντες τελέωμεν μῦθον. Τὸ δὲ ξεινήϊον

ὃ καὶ ἐν Ἰλιάδι κεῖται, εἶχε μὲν καὶ πληθυντικῶς εἰπεῖν ξεινήϊα. λέγει δὲ ὅμως

ἑνικῶς, ἵνα δηλώσῃ τὸ ἰδίᾳ ἐξ ἑνὸς ἑκάστου τῶν ἀριστέων ξένιον. καθὰ εὐθὺς

αὐτίκα ἑρμηνεύει καὶ Ἀλκίνοος. Ἐπιεικὲς δέ φησι, τὸ ἐοικός, ἢ ᾧ τις εἴκει διὰ τὸ

λόγου εἶναι ἄξιον. (ῃερς. 390.) Ὅτι προκαλούμενος ὁ βασιλεὺς Ἀλκίνοος εἰς

εὐεργεσίαν Ὀδυσσέως τοὺςσυνάρχοντας φησί. δώδεκα γὰρ κατὰ δῆμον ἀριπρεπέες

βασιλῆες ἀρχοὶ κραίνουσι, τρισκαιδέκατος δ' ἐγὼ αὐτός. τῶν οἱ ἕκαστος, φᾶρος

ἐϋπλυνὲς ἠδὲ χιτῶνα καὶ (ῃερς. 393.) χρυσοῖο τάλαντον ἐνείκατε τιμήεντος. ἔστι δὲ

κἀνταῦθα τὸ τοῦ ταλάντου ποσὸν οὐ δῆλον ὁπόσου ὄγκου ἐστὶ, διὰ τὸ συνήθως

ἀόριστον παρὰ τοῖς παλαιοῖς ὡς πολλαχοῦ δηλοῦται. φασὶ δὲ οἱ παλαιοὶ, ὅτι διχῶς

τὸ τάλαντον. ζυγός τε γὰρ ὃν στατῆρα καλοῦμεν, καὶ σταθμὸς χρυσίου σύμμετρος

οὐχ' ὡς ἡμεῖς τῶν ἑξήκοντα μνῶν. (ῃερς. 390.) Ὅρα δὲ ὅπως οὐδενὸς τῶν δώδεκα

βασιλέων ἱστόρησεν ὄνομα. ἴσως μὲν, ὡς μὴ ἔχων ἐξ ἱστορίας, τυχὸν δὲ, καὶ μὴ

ἐθέλων ἀσχολεῖσθαι περὶ τὰ μὴ καίρια. εἰ δὲ καὶ πλάσασθαι χρεὼν ἦν, ἀλλ' ἱκανῶς

ἤδη Φαιακικοῖς ὀνόμασιν ἐνδιέτριψεν. Ὅτι δὲ ὁ νῦν ἀριπρεπὴς, ἐκπρεπὴς ἐν Ἰλιάδι

ἐγράφη, δῆλον. καὶ ὅτι ταυτὸν οὕτως ἢ οὕτως εἰπεῖν. διὰ τὸ καὶ τὴν ˉεκ πρόθεσιν

ἐπίτασιν ποτὲ δηλοῦν καθάπερ καὶ τὸ ἀρˉι ἐπίῤῥημα. ἐρεῖ δὲ μετ' ὀλίγα καὶ χηλὸν

ἀριπρεπέα. (ῃερς. 391.) Τὸ δὲ κραίνουσι, παράγωγόν ἐστι τοῦ κρῶ, ἐξ οὗ καὶ ὁ κρείων

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

348

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!