18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ὄντων. τοῦτο δὲ, πρὸς πιθανότητα ἐῤῥέθη τοῦ ἐγνῶσθαι τὰ ἐκεῖ πολλὰ φάρμακα.

ἅπερ οὐκ ἂν διέγνωστο εἰ μὴ ἰατροὶ ἦσαν ἀκριβεῖς ἅπαντες. τὸ παράδοξον. ὡς δὲ καὶ

ἄλλως πολλὴ σοφία τοῖς κατ' Αἴγυπτον ἐπεχωρίαζεν, αἱ ἱστορίαι δηλοῦσιν. αἳ καὶ

κακοήθειαν αὐτοῖς ἐπιμαρτυρόμεναι τὴν καὶ ἐν ἄλλοις δηλουμένην, λέγουσιν ἐξ

αὐτῶν καὶ αἰγυπτιάζειν τὸ πανουργεύεσθαι. συλλαλεῖ δὲ εἰς τοῦτο, καὶ παροιμία

αὕτη. δεινοὶ πλέκειν τοι μηχανὰς Αἰγύπτιοι. (ῃερς. 232.) Παιήων δὲ, θεῶν ἰατρὸς ὡς

καὶ ἡ Ἰλιὰς μυθεύεται. ἕτερος ὢν Ἀπόλλωνος ὡς καὶ Ἡσίοδος δηλοῖ. εἰπών· εἰ μὴ

Ἀπόλλων Φοῖβος ἐκ θανάτου σώσει ἢ Παιήων ὃς πάντων φάρμακα οἶδε. τινὲς δὲ τὸν

Παιήονα, τὸν αὐτὸν ὑπέλαβον εἶναι κἀνταῦθα τῷ Ἀπόλλωνι. δῆλον δὲ καὶ ὅτι καὶ

ὕμνος εἰς Ἀπόλλωνα ὁ Παιήων. ὃν παιᾶνα φασὶν οἱ μεθ' Ὅμηρον. (ῃερς. 237.) Ὅτι

γνωμικὸν τὸθεὸς ἄλλο τε ἄλλῳ ἀγαθόν τε κακόν τε διδοῖ. δύναται γὰρ ἅπαντα. Καὶ

ὅρα τὴν πρωτοτυπίαν τοῦ διδοῖ. ἐκ τοῦ διδῶ γάρ. ἐξ οὗ τὸ δίδωμι. (ῃερς. 238.) Ὁ δὲ

λέξων τί σπουδαῖον ἐπὶ τραπέζης, ἐρεῖ ἂν τοῖς ἀκροαταῖς τὸ, ἤτοι νῦν δαίνυσθε

καθήμενοι ἐν μεγάροισι καὶ μύθοις τέρπεσθε, ἐοικότα γὰρ καταλέξω. (ῃερς. 240.) Εἰ

δέ τις ἐν ἐγκωμίῳ προοιμιάζεται, προσφυῶς ἂν εἴπῃ ὡς πάντα μὲν οὐκ ἂν ἐγὼ

μυθήσομαι οὐδ' ὀνομήνω, ὅσσοι τοῦ δεῖνος ταλασίφρονός εἰσιν ἄεθλοι. ἀλλ' οἷον

τόδ' ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνήρ. Ἑλένη δὲ καὶ τοῦτο φησίν. ἔνθα καθ' ὑποβολήν

φασι διηγεῖται ἡ ἡρωΐς. σχήματι χρησαμένη πρὸ τοῦ διηγήματος, παραλειπτικῷ τὲ

καὶ θαυμαστικῷ. παραλειπτικῷ μὲν, ἐν τῷ, πάντα μὲν οὐκ ἂν ἐγὼ μυθήσομαι ὅσα ὁ

Ὀδυσσεὺς ἀέθλευσεν. ἐνδιαθέτῳ δὲ κατὰ θαυμασμὸν, ἐν τῷ ἀλλ' οἶον τόδ' ἔρεξε

δήμῳ ἐνὶ Τρώων. εἶτα ὑποβαλοῦσα τὸ διήγημα. αὐτόν μιν πληγῇσι δαμάσας καὶ

ἑξῆς. (ῃερς. 239.) Ὅρα δὲ ἐν τοῖς ῥηθεῖσι καὶ τὸ καταλέξω. ἀφ' οὗ μετ' ὀλίγα τὸ,

πάντα νόον κατέλεξεν. οὗ φασὶν ὁ ποιητὴς τὸ ὄνομα οὐκ οἶδεν ἤτοι τὸν λόγον ἢ τὸν

κατάλογον. ὥσπερ καὶ τὸ ἔτυχε καὶ ἐτύχησεν εἰδὼς, τύχην οὐ λέγει. (ῃερς. 240.) Τὸ

δὲ οὐκ ἂν ἐγὼ μυθήσομαι, πρὸς διαστολὴν κεῖται. ἄλλος μὲν γάρ τις μυθήσεται ἴσως.

ἐγὼ δὲ οὔ. (ῃερς. 242.) Τὸ δὲ πάντα οὐκ ἂν μυθήσομαι ὅσσοι Ὀδυσσῆος ἄεθλοι,

καινότητα ἔχει ἐν τῷ πάντα καὶ ἐν τῷ ἄεθλοι. ἀπὸ γὰρ οὐδετέρου μετέβη

ἀνακολούθως εἰς ἀρσενικόν. Τὸ δὲ ἔρεξε, δι' ἑνὸς γράφεται ˉρ οὐ κατὰ Ἀττικοὺς

ἀλλὰ φύσει. Τὸ δὲ ἔτλη, καλὸν εἰς Ὀδυσσέα τὸν ταλασίφρονα καὶ πολύτλαν καὶ

τλήμονα. (ῃερς. 244.) Ὅτι Ὀδυσσεὺς κατὰτὴν τῆς Ἑλένης ἱστορίαν αὐτόν μιν

πληγῇσιν ἀεικελίῃσι δαμάσσας σπεῖρα κάκ' ἀμφ' ὤμοισι βαλὼν οἰκῆϊ ἐοικὼς,

ἀνδρῶν δυσμενέων κατέδυ πόλιν εὐρυάγυιαν. τὴν Τροίαν δηλαδή. ἄλλῳ δ' αὐτὸν

φωτὶ κατακρύπτων, ἤϊσκε. δέκτῃ, ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν. τῷ, ἴκελος

Τρώων κατέδυ πόλιν. οἵδ' ἀβάκησαν πάντες. ἐγὼ δέ μιν οἴη ἀνέγνων τοῖον ἐόντα.

καὶ ἀνειρώτων φησὶν αὐτόν. ὁ δὲ, κερδο 1.163 σύνῃ ἀλέεινε. ἀλλ' ὅτε δή φησιν

αὐτὸν ἐγὼ ἔλουον, καὶ ἔχριον ἐλαίῳ. ἀμφὶ δὲ εἵματα ἕσσα καὶ ὤμοσα καρτερὸν

ὅρκον μὴ πρὶν αὐτὸν ἐν Τρώσιν ἀναφῆναι πρὶν εἰς νῆας ἀφικέσθαι, καὶ τότε δή μοι

πάντα νόον κατέλεξεν Ἀχαιῶν. πολλοὺς δὲ Τρώων κτείνας ταναηκέϊ χαλκῷ, ἦλθε

μετ' Ἀργείους. κατὰ δὲ φρόνιν ἤγαγε πολλήν. ἔνθ' ἄλλαι Τρωαὶ λίγ' ἐκώκυον. αὐτὰρ

ἐμὸν κῆρ χαῖρ' ἐπεὶ ἤδη μοι κραδίη τέτραπτο νέεσθαι ἂψ οἶκον. ἄτην δὲ μετέστενον,

ἣν Ἀφροδίτη ἔδωκεν ὅτε μ' ἤγαγε κεῖσε φίλης ἄπο πατρίδος αἴης. παῖδα τ' ἐμὴν

νοσφισαμένη. θάλαμόν τε. πόσιν τε οὔ τευ δευόμενον, οὔ τε φρένας οὔτέ τι εἶδος.

Καὶ ὅρα ὅτι τὲ εἰς ἔπαινον τοῦ ἀνδρὸς ὁ λόγος τῇ ἡρωΐδι κατέληξε. καὶ ὅπως ἐπὶ τῇ

ἁρπαγῇ μεταμέλεται. ὁμολογοῦσα καὶ ὡς ἑκοντὶ ἀφήρπαστο εἴγε τέτραπτο αὐτῇ ἡ

ψυχὴ παλιννοστῆσαι καὶ μετέστενε τὸν φαῦλον ἔρωτα. Ὅρα δὲ καὶ τὴν ἱστορίαν

ταύτην ἣν οὐδεὶς ἀκριβέστερον τῆς Ἑλένης οἶδεν. ὡς μὴ μάτην αὐτὴν παραχθῆναι

εἰς θέαν τοῖς ξένοις ὑπὸ τοῦ ποιητοῦ. (ῃερς. 244.) Τὸ δὲ αὐτόν μιν ὅτι ἀντὶ συνθέτου

ἀντωνυμίας κεῖται δηλοῦν τὸ ἑαυτὸν, καὶ ἐν ἄλλοις ἐῤῥέθη. Πληγαὶ δὲ ἀεικέλιαι, δι'

ὧν σῶμα αἰκίζεται. ὁποῖαί τινες καὶ αἱ ὕστερον τοῦ Σίνωνος. ὃς κατεμήνυσεν ὡς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

185

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!