18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ὀμφαλὸς θαλάσσης νῆσος δενδρήεσσα. οὕτω καὶ μετ' ὀλίγα εἰπὼν Κύκλωπος

κεχόλωται, καὶ μέλλων ἐπαγαγεῖν ἀντιθέου Πολυφήμου, ὅμως ἤλλαξε τὴν σύνταξιν

ὁμοιοπτώτως τῇ ἐπεμβολῇ. Κύκλωπος, ὃν ἀλάωσεν, ἀντίθεον Πολύφημον. Ὅρα δὲ

ὅτι ἐν τῷ, νήσῳ ἀμφιρύτῃ, δι' ἑνὸς ˉρ γράφει τὴν λέξιν ὁ ποιητὴς, διὰ τὸ μέτρον

ἀφεὶς τὸν τοῦ ˉρ διπλασιασμόν. ποιεῖ δὲ τοῦτο καὶ ἐν ἄλλοις πολλοῖς. Τὸ δὲ

δενδρήεσσα, οὐχ' ἁπλῶς παρέῤῥιψεν ὁ ποιητὴς, ἀλλὰ προοικονομῶν τὴν

κατασκευὴν τῆς σχεδίας ἣν ὁ Ὀδυσσεὺς ἐκ τῶν ἐκεῖ δένδρων 1.17 συμπήξεται. καὶ

ἅμα, ἵνα ἡ νῆσος οἰκεία ᾖ μυθικῇ νύμφῃ, ἀλσώδης οὖσα. οὕτω δὲ καὶ τὸ, νήσῳ ἐν

ἀμφιρύτῃ παρεσημάνθη, πρὸς πιθανότητα τοῦ ἐπὶ τοσοῦτον ἀφύκτως εἶναι παρὰ τῇ

Καλυφοῖ τὸν πολυμήχανον. καλῶς δὲ καὶ τὸ ἀμφιρύτη, πρὸς διαστολὴν τῶν

χεῤῥονήσων ὁποία καὶ ἡ Πελοπόννησος. ἐκεῖναι γὰρ οὐκ ἀμφίρυτοι. Ἰστέον δὲ ὅτι

τὴν μὲν γῆν ὁ μῦθος περί που τὴν ∆ελφικὴν χώραν λέγει μεσάζεσθαι, ἀετοῖς

μετρηθεῖσαν ὑπὸ ∆ιός. διὸ καὶ ὀμφαλὸς καὶ μεσόμφαλον γῆς ὁ πύθιος τόπος ὁ περὶ

∆ελφοὺς ἐλέγετο. τὸν δὲ ὀμφαλὸν ἤτοι τὸ μεσαίτατον τῆς ἀτλαντικῆς ἢ τῆς ὅλης

θαλάσσης, ὁ ποιητὴς εἶναι πλάττει ἐκεῖ ὅπου ἡ νῆσος τῆς μυθικῆς Καλυψοῦς. (ῃερς.

51.) Ὅτι τὴν Καλυψὼ εἰ μὲν βασίλισσα ἦν καὶ νήσου ἐκράτει ἣν καὶ οἱ

γεωγραφοῦντες παραδιδόασι, μικρὰ περιεργάζονται οἱ παλαιοί. μεταπλάττουσι δὲ

αὐτὴν τῇ ἀλληγορίᾳ εἰς τὸ καθ' ἡμᾶς σῶμα, ὡς συγκαλύπτουσαν ἐντὸς δίκην

ἐλύτρου τὸν ψυχικὸν μάργαρον. ἥτις καὶ αὐτὴ κατεῖχε τὸν φιλόσοφον Ὀδυσσέα ὡς

ἄνθρωπον ἐνδεδεμένον σαρκί. καὶ μυθικῶς εἰπεῖν, ἐν ἀμφιρύτῃ νήσῳ ὄντα

δενδρηέσσῃ ἥτις ὀμφαλός ἐστι θαλάσσης. τουτέστιν ἐν ὑγρῷ σώματι ὄντα καὶ ὡς ἂν

ὁ Πλάτων εἴπῃ, ἐπιῤῥύτῳ καὶ ἀποῤῥύτῳ. ἔτι δὲ, ὑλαίῳ καὶ ἀμφιλαφεῖ τοῖς πάθεσι.

τοῖς τε ἄλλοις, καὶ τοῖς περὶ γαστέρα καὶ ὀμφαλόν. καὶ οὕτω μὲν Ὀδυσσεὺς

δυσαπαλλάκτως εἶχε τῆς εἰρημένης Καλυψοῦς οἵα ὡς εἰκὸς φιλόζωος. Ἑρμοῦ μέντοι

ὡς ἐν τοῖς μετὰ ταῦτα αἰνίξεται ὁ ποιητὴς μεσιτεύοντος ὅ ἐστι λόγου, γέγονε τῆς

κατὰ τὴν φιλοσοφίαν ποθουμένης πατρίδος, ἤγουν τοῦ νοητοῦ κόσμου. ὅς ἐστι κατὰ

τοὺς Πλατωνικοὺς, ψυχῶν πατρὶς ἀληθής. ὁμοίως, γέγονε καὶ τῆς Πηνελόπης

φιλοσοφίας, λυθεὶς καὶ ἀπαλλαγεὶς τῆς τοιαύτης Καλυψοῦς. λέλυται γὰρ τρόπον

τινὰ τοῦ σώματος ὁ φιλόσοφος, καὶ ἀσχέτως τούτῳ συνέχεται. καὶ ἔστιν οἰκεῖον

εἰπεῖν τὴν τοιαύτην Καλυψὼ πρὸς τὸν ἀπόδημον αὐτῆς τῇ διανοίᾳ φιλόσοφον, ὅτι ὁ

νοῦς σου παρὼν, ἀποδημεῖ. Ἰστέον μέντοι ὅτι καθ' ἱστορίαν ἦν τις νῆσος Καλυψοῦς.

περὶ ἧς ὁ γεωγράφος φησὶν, ὅτι Σόλων ἱστόρησε περὶ τῆς Ἀτλαντίδος νήσου παρὰ

τῶν Αἰγυπτίων ἱερέων, φοιτήσας ἐκεῖ. καὶ ἔμαθεν ὅτι ποτὲ οὖσα ἡ νῆσος οὐκ

ἐλάττων ἠπείρου τὸ μέγεθος, ὕστερον ἠφανίσθη. καὶ οὐ πλάττει αὐτὴν ὁ ποιητής.

(ῃερς. 52.) Τὸν δὲ Ἄτλαντα ὃς πατὴρ εἶναι λέγεται τῆς σωματικῆς Καλυψοῦς καὶ

θαλάσσης πάσης βένθεα οἶδε, καὶ κίονας ἔχει αἳ γῆν τε ἐπὶ μέσου συνέχουσιν καὶ

οὐρανὸν ἀνέχουσιν, οἱ μὲν, ἀλληγοροῦσι εἰς τὴν ἀκάματον καὶ ἀκοπίατον πρόνοιαν

τὴν πάντων αἰτίαν. καὶ ὀλοόφρονα τὸν τοιοῦτον Ἄτλαντα νοοῦσιν, ὡς τὰ ὑπὲρ

ὅλων φρονοῦντα ἤγουν τῶν ὅλων φροντιστικόν. διὸ καὶ ὁ Κλεάνθης ὥς φασιν,

ἐδάσυνε τὸ ˉο τῆς ἀρχούσης. καὶ οὐδὲ ἡμεῖς καινοπραγοῦμεν, ψιλοῦντες αὐτό. οἵγε

καὶ τὸ Ὄλυμπος λέγοντες γίνεσθαι παρὰ τὸ ὁλολαμπὴς, ὅμως ψιλοῦμεν Αἰολικῶς

αὐτὸ καὶ οὐ δασύνομεν. καὶ οὕτω μέν τινες. Ἄλλοι δὲ Ἄτλαντα, τὸν νοητὸν ἄξονα

νοοῦσι τὸν διὰ μέσης τῆς γῆς ἐληλαμένον. καὶ ἀπὸ τοῦ βορείου εἰς τὸν νότιον πόλον

καθήκοντα. περὶ ὃν ὡς καὶ τῷ Ἀράτῳ δοκεῖ, οὐρανὸς εἰλεῖται. εὐθεῖαν ἀσώματόν

τινα ὄντα καὶ ἀόρατον, συνεκτικὴν τοῦ παντός. ὣς συνεχὴς μέν ἐστι κατὰ τὴν

ὁλότητα καὶ εἷς. διὸ καὶ Αἰσχύλος ἐν Προμηθεῖ, κίονα εἶπεν ἑνικῶς καὶ οὐ κίονας.

ἄλλως δὲ, εἰς δύο διαιρούμενος κατά τε τὸ ὑπόγαιον αὐτοῦ καὶ τὸ ὑπέργειον, κιόνων

πέμπει τινὰ ταύτην φαντασίαν. ἐφ' αἷς κίοσιν ἡ γῆ τε οἷον βέβηκε, καὶ οὐρανὸς

ὑπανέχεται. τοῦ τοιούτου δὲ Ἄτλαντος θυγάτηρ καθ' ἕτερον τρόπον ὑψηλότερον, ἡ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

19

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!