18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ὡς καὶ προεδηλώθη, ἀντὶ τοῦ κατὰ τοῦ τραχήλου. ὅθεν καὶ λωφῆσαι φασὶ κυρίως τὸ

ἀποθέσθαι ἄχθος τὸ ἐπὶ τῷ τραχήλῳ, ἐκταθείσης δηλαδὴ τῆς ἀρχούσης, ὡς καὶ ἐν

Ἰλιάδι γέγραπται. (ῃερς. 596.) Ἄκρον δὲ ὑπερβαλεῖν τὸ ὑπὲρ ἄκρον λόφον ῥῖψαι τὸν

λίθον, τουτέστιν ἐπὶ τὸ ἐκεῖθεν μέρος τοῦ λόφου. καὶ ἔστιν ἡ μεταφορὰ ἐκ τῶν

ἀκοντιζόντων καὶ τῶν τοιούτων, οἳ κατ' ἐπίτασιν βολῆς ὑπερβάλλουσι τὸν σκοπόν.

Τὸ δὲ κραταιῒς, ἐπίῤῥημά ἐστιν ἀντὶ τοῦ κραταιῶς. ἀναλογεῖ δὲ τῷ λικριφὶς καὶ τοῖς

τοιούτοις. γράφεται δὲ καὶ ἐν δυσὶ λέξεσι, κραταῖ' ἲς, ἤγουν ἡ κραταιὰ ἰσχὺς τοῦ

λίθου. εἰ δὲ ἶνα λέγει ἐπὶ λίθου ποιητικώτερον, καινὸν οὐδὲν, εἴγε καὶ ἀναιδῆ τὸν

τοιοῦτον λέγει, ἐκ τῶν ἐμψύχων καὶ τοῦτο μεταγαγών. εἰ δὲ τὸ μακρὸν ˉα τοῦ

κραταιὰ ἐξεθλίβη, καινὸν οὐδὲ αὐτὸ τάγε εἰς ποίησιν. ἐνθυμητέον γὰρ ἐνταῦθα δίχα

μυρίων ἄλλων καὶ τὸ, ἐὰν χρεῖ' ᾖ, ἤγουν εἰ χρεία ὑπάρχει. Ἰστέον δὲ καὶ ὅτι ὁ τὴν

Ὀδύσσειαν παραφράσας καλὸς ῥήτωρ τὸ κραταῖ' ἲς οὐ φιλεῖ, ἐθέλει δὲ ἢ κραταιῒς

γράφειν ἢ γοῦν ἀλλὰ κραταῒς ὥς τινα τῶν ἀντιγράφων φέρει. γράφει γὰρ οὕτως. Ὁ

Σίσυφος ἐώθει πρὸς τὸν ὦμον πέτρον μέγαν καὶ ἐμβριθῆ, χαλεπωτάτην δὴ καὶ οὗτος

αὖ συμφορὰν διαντλῶν. κυλινδεῖν γὰρ ἦν ἀνάγκη αὐτῷ πρός τινα ὄρθιον καὶ

ὑψηλὴν λόφου ἄκραν τὸν λίθον. καὶ ἐποίει τοῦτο τοῖς ποσὶ καὶ ταῖς χερσὶ γλίσχρως

καὶ χαλεπῶς ἀντιλαμβανόμενος, ὡς δὴ ὑπερκυλίσων τῆς ἄκρας εἰς τὸ ἐπίκεινα,

ὁπότε δὲ ἐγγυτάτω γένοιτο τῇ ἐλπίδι κατειργάσασθαι τοῦτο, δαίμων τις ἰσχυρὸς

ὀνόματι Κραταῒς ὑποφέρεσθαι ἐποίει κάτω τὴν πέτραν ἀποστρέψασα. (ῃερς. 598.) Τὸ

δὲ τιταινόμενος σχῆμα ὠθοῦντος δηλοῖ, ὃς χεῖράς τε καὶ πόδας τιταίνει βιαζόμενος

τὸ ὠθούμενον. (ῃερς. 597.) Ὅρα δὲ φανερὰν καὶ ἐνταῦθα διαφορὰν τοῦ κυλίειν καὶ

τοῦ ὠθεῖν. ὠθεῖται μὲν γὰρ λίθος κάτωθεν ἄνω, κυλίνδεται δὲ ἀνάπαλιν. (ῃερς. 598.)

ὁ δὲ καταῤῥέων ἱδρὼς φάντασμα καὶ αὐτὸς καὶ οὐκ αὐτόχρημα ἱδρώς. (ῃερς. 600.)

Ὅτι ἐκ τοῦ γνωρίμου Ἀγαμέμνονος Ὀδυσσεὺς ἀρξάμενος λαλεῖν τὰ περὶ ἡρώων εἰς

τὸν ἀνδρειότατον Ἡρακλέα παύει τὸν λόγον, ὃν καὶ σκιαγραφεῖ ἐν Ἅιδου δεινὸν,

καὶ κατ' αὐτὸ τοῦτο ἐοικότα νυκτὶ, καὶ δεινὸν παπταίνοντα, καὶ τόξον ἔχοντα

γυμνὸν, ὡς καὶ δοκεῖν βαλεῖν ἂν, καὶ τελαμῶνι χρώμενον, ὃς τῷ Ἡρακλεῖ

συνεξηγρίωτο οἷς ἔφερε δεινοῖς ποικίλμασιν, ἵνα φαντάζοιτο καὶ αὐτὸς καθ' ἣν ἐν

ζῶσιν εἶχε σμερδαλεότητα. διαβάλλουσι δὲ καὶ τὸν τοιοῦτον τόπον οἱ ὁμηρομάστιγες

διὰ τὸ εἰπεῖν τὸν ποιητὴν ὅτι τε τὴν Ἥβην ἔχει τὸν ∆ιὸς καὶ Ἥρας θυγατέρα κατὰ

τὸν μῦθον, καὶ ὅτι εἴδωλον μὲν αὐτοῦ ἐν Ἅιδου,αὐτὸς δὲ σὺν θεοῖς ἄνω τέρπεται,

καὶ ὅτι ὁπλοφορεῖ, ὡς ἐῤῥέθη, καὶ ὅτι αὐτίκα ἰδὼν τὸν Ὀδυσσέα λαλεῖ πρινὴ πιεῖν

αἵματος. ἀλλὰ τοῦτο μὲν λυθείη ἂν διὰ τοῦ νοηθῆναι ὡς κατὰ τὸ σιωπώμενον ἔπιε.

πρὸς δὲ τὰ ἄλλα ὅσα φασὶν ἐκεῖνοι, ὅτι δηλαδὴ οὐκ ἂν πιθανῶς λέγοι τὴν Ἥβην

Ἡρακλέος γυναῖκα ἣν ὁ μῦθος θεοῖς φησὶ παρθένον οὖσαν οἰνοχοεῖν, καὶ πῶς οἷόν

τε τὸν αὐτὸν ἐν Ἅιδου τε εἶναι 1.440 καὶ ἐν οὐρανῷ, καὶ ὡς οὐδὲ πιθανὸν οὐδὲ τὸ

τοιαύτην ἔχειν σκευήν. καὶ τοιαῦτά τινα ἐγχειροῦσιν ἕτεροι λυτικῶς ὡς αὐτοὶ

ἐθέλουσι. Σημειοῦνται δὲ οἱ παλαιοὶ, ὅτι τε διάφοροι Ἡρακλεῖς, ὡς καὶ ἀλλαχοῦ

ἐῤῥέθη, ὧν εἷς καὶ ὁ ∆ιὸς καὶ Ἀστερίας, ὅς φασι πορευόμενος εἰς Λιβύην ἀνῃρέθη μὲν

ὑπὸ Τυφῶνος, Ἰολάου δ' αὐτῷ προσενεγκόντος ὄρτυγα ὀσφρανθεὶς ἀνεβίω. ἔχαιρε

γάρ φασι καὶ περιὼν τῷ ζῴῳ τούτῳ, καὶ ὅτι ἐνταῦθα μόνον παρὰ τῷ ποιητῇ θεὸς

Ἡρακλῆς πέπλασται. παραπηγνύουσι δὲ τῷ εἰρημένῳ περὶ ὄρτυγος λόγῳ, ὅτι καὶ

ὀρτύγιον λέγεται παρὰ τοῖς κωμικοῖς ὑποκοριστικῶς, οὗ χρῆσις τὸ, τίσυον ποιεῖν

δύνασαι ὀρτυγίου ψυχὴν ἔχων. φράζει δὲ τὸν περὶ Ἡρακλέος τόπον ὁ ποιητὴς οὕτω,

εἰσενόησα βίην Ἡρακληείην, εἴδωλον, αὐτὸς δὲ μετ' ἀθανάτοισι θεοῖσι τέρπεται ἐν

θαλίῃς. καὶ ἔχει καλλίσφυρον Ἥβην παῖδα ∆ιὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου.

ἀμφὶ δέ μιν κλαγγὴ νεκύων ἦν οἰωνῶν ὣς, (ῃερς. 605.) πάντοσε ἀτυζομένων ἤτοι

ταρασσομένων, ὁ δ' ἐρεμνῇ νυκτὶ ἐοικὼς, γυμνὸν τόξον ἔχων καὶ ἐπὶ νευρῇφιν

ὀϊστὸν, δεινὸν παπταίνων, αἰεὶ βαλέοντι ἐοικὼς, σμερδαλέος δέ οἱ ἀμφὶ περὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

501

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!