18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

234.) Ὅτι ἐπὶ οἴκου μεταπεσόντος τῆς παλαιᾶς εὐτυχίας, οἰκεῖον εἰπεῖν τὸ, μέλλε μέν

ποτε οἶκος ὅδε ἀφνειὸς καὶ ἀμύμων εἶναι ἕως ἔτι ἐκεῖνος ἀνὴρ ἐπιδήμιος ἦν. ἢ ἔζη. ἢ

ἁπλῶς ἕως τό δέ τι ἐγίνετο. νῦν δ' ἑτέρως ἐβούλετο θεὸς, ἢ ἐβάλλετο ἀντὶ τοῦ

ἔῤῥιψεν, ὡς ἐκ μεταφορᾶς τῶν κύβων. ἀστείως Ὁμήρου ἐνταῦθα εἰπόντος τὸ,

ἑτέρως ἐβάλοντο θεοὶ, ἤγουν οὐκ εὖ. κατὰ τὸ, τρὶς ἓξ βαλούσης τῆς ∆ιὸς

φρυκτωρίας. οὐδὲ κατὰ τὸ, αἰεὶ γὰρ εὖ πίπτουσιν οἱ ∆ιὸς κύβοι, ἀλλὰ δηλονότι, κατὰ

τύχην ὡς εἰπεῖν παλίμβολον. καὶ δῆλον ὡς καλλίων ἡ τοιαύτη γραφὴ τοῦ,

ἐβούλοντο. ἐκεῖνο γὰρ, οὐδὲ εὐμετρίαν ἔχει. Τὸ δὲ ἔμελλεν, ἀντὶ τοῦ ἔοικεν ἐνταῦθα

κεῖται. Ἰστέον δὲ ὅτι τοιοῦτον μέλλειν στοχαστικὸν καὶ αὐτὸ ῥῆμα ὂν, οὐ μόνον ἐπὶ

γενησομένου λέγεται πράγματος, οἷον μέλλει ἔσεσθαι τόδε τι, ἀλλὰ καὶ ἐπὶ

παρῳχημένου μὲν ἀδήλου δὲ, ὡς καὶ ἐνταῦθα. στοχαζόμενος γὰρ ὁ Τηλέμαχος, λέγει

ὅτι ἔμελλέ ποτε ὁ οἶκος οὗτος, ἀφνειὸς εἶναι. Ἀγαμέμνων δέ φησιν ἐν Ἰλιάδι ἐπὶ

ἐνεστῶτος, οὕτω που ∆ιῒ μέλλει φίλον εἶναι. ἀντὶ τοῦ, ὡς ἔοικεν οὕτω θέλει ὁ Ζεύς.

ὥστε, τοῖς τρισὶ χρόνοις συντάσσεται. Τὸ δὲ ἀμύμων, ἐνδείκνυται δεῖν εἶναι, τῷ

πλούτῳ μετεῖναι ἀρετῆς, ἵνα οὕτω ἀμύμων εἴη ὁ πλουτῶν καὶ ἄλλως δὲ, ὁ

Τηλέμαχος προστίθησιν αὐτὸ, πρὸς δεῖξιν τοῦ μὴ καὶ τὸν Ὀδυσσέα ὑβριστὴν εἶναι

κατὰ τοὺς νῦν τοιούτους μνηστῆρας. (ῃερς. 242.) Ὅτι οὐ λυπεῖ τὸν Τηλέμαχον ὁ τοῦ

πατρὸς ἁπλῶς οὕτω θάνατος, ὅσον ὅτι αὐτὸν ἀκλεῶς Ἅρπυιαι ἀνηρείψαντο,

καθαπερεί τι τῶν ἐλαφρῶν σωμάτων καὶ κατὰ γῆς ἐῤῥιμμένων. καὶ ὅτι οἴχεται

ἄϊστος. ἄπυστος. ἐμοί δ' ὀδύνας τέ φησι γόους τε κάλλιπεν. ὡς εἴγε φησὶν ἐν Τροίᾳ

σὺν τοῖς ἑταίροις ἐφθάρη, ἢ φίλων ἐν χερσὶν ἐπεὶ πόλεμον τολύπευσε, τύμβον τὲ ἂν

αὐτῷ ἐποίησαν Παναχαιοὶ, καὶ τῷ παιδὶ μέγα κλέος ᾔρατ' ὀπίσσω. Ἔστι δὲ

τολυπεῦσαι κατὰ τοὺς παλαιοὺς, τὸ συγκεφαλαιώσασθαι καὶ κατεργάσασθαι. ὅθεν

καὶ τὴν Πηνελόπην δόλους τολυπεύειν ἐρεῖ. γίνεται δὲ ἡ λέξις, ἀπὸ τῆς τολύπης,

ἥτις ἐστὶ κατειργασμένον καὶ ξανθὲν ἔριον καὶ ἀσκηθὸν εἰς τὸ κλωσθῆναι. τὸ δὲ

εἰπεῖν τολυπεύειν τὸ κακοπαθεῖν ὡς ἀπὸ βοτάνης θανασίμου τῆς τολύπης, πιθανὸν

μὲν, οὐκ ἀρέσκει δὲ τοῖς παλαιοῖς. Ἰστέον δὲ ὡς ἡ τολύπη, καὶ ἄγμα λέγεται, τὸ καὶ

κάταγμα παρὰ Σοφοκλεῖ. εὕρηται γοῦν ἐν λεξικῷ ῥητορικῷ, ὅτι ἄγμα, οὐ μόνον

σύντριμμα, ἀλλὰ καὶ κατειργασμένον ἔριον. ὅτι δὲ καὶ βήρηξ ἡ αὐτὴ ἐλέγετο, δηλοῖ ὁ

εἰπών. βήρηκες, φυράματα μαζῶν, καὶ αἱ τολύπαι τῶν ἐρίων. ὅτι δὲ τολύπη καὶ

μάζης ἦν εἶδος, δηλοῖ ὁ γράψας τὸ, καρδαμύλη καὶ τολύπη καὶ ἀχίλλειον. ἔνθα

ἐννοητέον, ὡς ὁμώνυμος λέξις καὶ ἡ καρδαμύλη. πόλις τὲ γὰρ ἐν Ἰλιάδι, καὶ νῦν

ἰδοὺ μάζα. καὶ ὅτι ἐξ ἀχιλλείων ἴσως κριθῶν τῶν ἀλλαχοῦ δεδηλωμένων, ἐποιεῖτο ἡ

μάζα τὸ ἀχίλλειον. Τὸ δὲ σὺν ἑταίροις καὶ φίλων ἐν χερσὶ διαφορὰν ὑποβάλλει. ὡς

ἑταίρων μὲν, τῶν συνήθων ὄντων. φίλων δὲ, τῶν πρὸς γένους. καθὰ πολλαχοῦ

φαίνεται. (ῃερς. 241.) Ὅρα δὲ καὶ τὸ τύμβον ἐποίησαν, κοινότερον ῥηθὲν, ὡς καὶ

ἀνωτέρω. κεῖνον μὲν, ἄϊστον ἐποίησαν. Τὸ δὲ Παναχαιοὶ, ἐμφαίνει μὲν πολλὴν ἐξ

ἁπάντων πρὸς Ὀδυσσέα εὔνοιαν, ἀρχὴ δὲ γέγονε τοῦ λέγειν τὸ Πανελλήνιον ὅμοιον

δὲ καὶ τὸ, Πανίωνες καὶ Πανιώνιον, ἤτοι πᾶν τὸ πλῆθος τῶν Ἰώνων ὡς καὶ ἀλλαχοῦ

δεδήλωται. (ῃερς. 241.) Τὸ δὲ τῷ παιδὶ μέγα κλέος ᾔρατο, ἀντὶ τοῦ ὕψωσεν ἂν τὴν

εὔκλειαν τῷ υἱῷ. γέγονε δὲ κυρίου ὕστερον ὀνόματος τοῦ Μεγακλέους ἀρχὴ, τὸ

ἐνταῦθα μέγα κλέος. Ἅρπυιαι δὲ ἀλληγορικῶς μὲν, ἄνεμοι καταιγιδώδεις καὶ

ἁρπακτικοὶ καθὰ καὶ ἐν Ἰλιάδι δεδήλωται, κατεπιχειροῦντες καὶ σωμάτων βαρέων

καὶ αὐτῶν ἀνθρώπων ὡς τεθεώρηται, καὶ μετεωρίζοντες αὐτά. μυθικῶς δὲ Ἅρπυιαι,

δαιμόνιά τινα πτερωτά. οἷα καὶ ἀνθρώπους ἁρπάζειν βιαίως. ὅθεν εἴ τις ἀφανὴς

ἐγένετο, Ἅρπυιαι τὸν τοιοῦτον ἀνερείπτειν ἐλέγοντο. τὸ δὲ ἀνερείπτειν, ἀπὸ τοῦ

ἐρέπτω γίνεται πλεονασμῷ τοῦ ἰῶτα. ἐρέπτω δὲ κυρίως μὲν, ἐπὶ τροφῆς ἀλόγων, τὸ

ἀπὸ τῆς ἔρας ἤτοι τῆς γῆς λαμβάνειν. ἔχει δέ τινα καὶ ἄλλην ἑρμηνείαν ὡς δηλοῖ τὸ,

κόνιν δ' ὑπέρεπτε ποδοῖϊν. (ῃερς. 243.) Τὸ δὲ ἄϊστος ἄπυστος, τὸν τελείως ἀφανῆ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

62

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!