18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

νεωτάτη. χαίρουσι μὲν γὰρ καὶ ἁπλῶς ταῖς ἀοιδαῖς ἄνθρωποι, μᾶλλον δὲ τῇ νέᾳ. καὶ

μάλιστα τῇ νεωτάτῃ. ἐνταῦθα δὲ χρήσιμον καὶ τοῦ Πινδάρου τὸ, αἴνει παλαιὸν μὲν

οἶνον ἄνθεα δ' ὕμνων νεωτέρων. ἐπαινεῖ γὰρ καὶ ἐκεῖνος ὁ κατὰ τοὺς παλαιοὺς

μεγαλοφωνότατος, τὴν νεωτάτην ἀοιδήν. Εὔβουλος δέ φασιν ὁ κωμικὸς, ἀντὶ νέας

ἀοιδῆς ἄνδρα μεταλαβὼν, παίζει οὕτως. ἄτοπόν γε τὸν μὲν οἶνον εὐδοκιμεῖν παρὰ

ταῖς ἑταίραις τὸν παλαιὸν, ἄνδρα δὲ μὴ τὸν παλαιὸν ἀλλὰ τὸν νεώτερον. λέγεται δὲ

καὶ Ἄλεξις σχεδόν τι ἀπαραλλάκτως οὕτω γράψαι. καὶ Τιμόθεος δέ φασιν ὁ

Μιλήσιος, γράφει οὕτως. οὐκ ἀείδω τὰ παλαιά. καινὰ γὰρ κρείσσω. νέος ὁ Ζεὺς

βασιλεύει. τὸ παλαιόν δ' ἦν Κρόνος ἄρχων. ἀπίτω μοῦσα παλαιά. τὸ δ' αὐτὸ καὶ ἐπὶ

καινῶν ἐγχειρημάτων ἐγνωματεύθη. φησὶ γοῦν Ἀντιφάνης. ἓν καινὸν ἐγχείρημα

κἂν τολμηρὸν ᾖ, πολλῶν ἐστι παλαιῶν χρησιμώτερον. συντελεῖ δέ τι ἐνταῦθα καὶ

τὸ, ἢ δρῶν τι φαίνου καινὸν παρὰ τοὺς ἔμπροσθεν, ἢ μή με κόπτε. τῇ δὲ Ὁμηρικῇ

ἐννοίᾳ σύμφωνος καὶ ἡ κατὰ τὸν Εὔπολιν. εἰπόντα ὡς ἡ μουσικὴ, πρᾶγμ' ἐστὶ βαθύ

τι καὶ καμπύλον, ἀεί τε καινὸν ἐξευρίσκει τι τοῖς ἐπινοεῖν δυναμένοις. Ἀναξίλας δὲ ὁ

κωμικὸς ὑποπαίζων πρὸς ὁμοιότητα τούτου, ἔφη, ὅτι ἡ μουσικὴ ὥσπερ Λιβύη ἀεί τι

καινὸν κατ' ἐνιαυτὸν τίκτει θηρίον. ὑποπαίζειν δὲ οὗτος ἐῤῥέθη, ἐπειδὴ οὐ καθαρῶς

ἐπαινεῖ τὰς ὡς ἑκάστοτε νέας ἀοιδάς. ἀλλὰ διὰ τὸ ἐργῶδες, ὡς εἰς θηρίου ἀνάγει τὸ

πρᾶγμα εἰκόνα. (ῃερς. 354.) Ὅτι παρηγορητικὸν ἀνθρώπου ἐπὶ ἀποφήμῳ ἀκοῇ τὸ,

σοὶ δ' ἐπιτολμάτω κραδίη καὶ θυμὸς, ἀκούειν. (ῃερς. 355.) Ὅτι παραμυθία τις τῷ

δυσπραγοῦντι, τὸ πρὸς ἄλλους ὁμοιοπαθές. διὸ παραμυθούμενος ὁ Τηλέμαχος φησὶ

τῇ μητρὶ, τλῆναι διότι οὐ μόνον Ὀδυσσεὺς ἀπώλεσε νόστιμον ἦμαρ ἐν Τροίᾳ. πολλοὶ

δὲ καὶ ἄλλοι φῶτες ὄλοντο. τὸ δὲ ἐν δυσπραγίαις μονῆρες, οἴκτιστόν ἐστι. διὸ καὶ ἡ

τραγῳδία φησί. τὸ γὰρ εἰσλεύσειν οἰκεῖα πάθη μηδενὸς ἄλλου παραπράξαντος,

μεγάλας ὀδύνας ὑποτείνει. (ῃερς. 357.) Ὅτι τὰ γυναικεῖα ἔργᾳ στενοχωρεῖ κἀνταῦθα

ὁ ποιητὴς εἰς ταλασιουργίαν καὶ εἰς τὸ ταῖς ἀμφιπόλοις ἐπιτάσσειν. μῦθον μέντοι, μὴ

πρέπειν φησὶ γυναιξὶν, εἴγε κατὰ τὸ ὑμνούμενον, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει. φησὶ

γοῦν ὁ Τηλέμαχος τῇ μητρί. εἰς οἶκον ἰοῦσα, τὰ σαυτῆς ἔργα κόμιζε. ἱστόν τ'

ἠλακάτην τε. καὶ ἀμφιπόλοισι κέλευε ἐποίχεσθαι. μῦθος δ' ἄνδρεσσι μελήσει πᾶσι,

μάλιστα δ' ἐμοί. τοῦ γὰρ κράτος ἐστ' ἐνὶ οἴκῳ. Ἰστέον δὲ ὅτι τὸ νόημα τοῦτο

μετεχειρίσατό που καὶ ὁ Ἕκτωρ πρὸς Ἀνδρομάχην αὐταῖς λέξεσι, τὸτέλος μόνον

παραλλάξας. καὶ ἀντὶ τοῦ μῦθος, εἰπών. πόλεμος δ' ἄνδρεσσι μελήσει. διδάσκοντος

τοῦ ποιητοῦ, ὅπως παρῳδητέον τὰ ἔπη. (ῃερς. 357.) Ἰστέον δὲ καὶ ὅτι τὸ εἰς οἶκον

ἰέναι, ταυτόν ἐστι τῷ οἰκουρεῖν. ὅθεν οἰκούρια παρὰ τοῖς παλαιοῖς ὡς οἷον

οἰκοφυλάκια, τὰ ὑπὸ μητέρων παιδίοις ὑπολειπόμενα παίγνια. ἐκ δὲ τοῦ οἴκου, καὶ

οἰκίσκος παρὰ Ἀριστοφάνει, περδικοτροφεῖον. οἷον. τί δὲ 1.67 τὸν ὀρνίθειον

οἰκίσκον φέρεις; καὶ οἰκεὺς παρὰ τοῖς παλαιοῖς Ἀθηναίοις, ὁ οἰκογενὴς οἰκέτης. καὶ

οἰκέται, οἱ κατὰ τὴν οἰκίαν πάντες. καὶ οἰκοπορεῖα, τὰ κατ' οἰκίαν σκεύη. καὶ

οἰκόσιτος, ὁ οἴκοθεν ἤτοι τὰ ἑαυτοῦ ἐσθίων. ἢ μισθωτὸς τρέφων ἑαυτόν. καὶ

οἰκοτρύβλιον, οἰκογενὲς παιδάριον. ταῦτα πάντα τῶν παλαιῶν. οἵ φασιν, ὡς ἐκεῖθεν

καὶ οἰκουρὸς δράκων φύλαξ τῆς Πολιάδος. ἤγουν ἐν τῷ νεῷ τῆς Πολιάδος

διαιτώμενος. ὃ τινὲς προπερισπῶσι καθ' ὁμοιότητα τοῦ μῶρος, ἵνα ᾖ οἰκοῦρος ὡς

μῶρος. (ῃερς. 358.) Ἠλακάτη δὲ λέγεται, τὸ ἐριουργὸν ἐργαλεῖον παρὰ τὸ ἠλάσκω τὸ

ἐν πλάνῃ εἰλοῦμαι, περὶ ἣν τὸ ἔριον ἠλάσκει. ὃ ἑρμηνεύει τὴν ταλασίαν καὶ τὸ

ταλάσιον. κατὰ τὸν εἰπόντα Παυσανίαν, ὅτι ταλάσια τὰ ἐριουργικά. καὶ ταλασία ἡ

ἐριουργία. ἠλάκατα μέντοι οὐδετέρως, τά τε περὶ τὴν ἠλακάτην ἔρια ὡς καὶ ἐν τοῖς

ἑξῆς δῆλον ἔσται, καὶ τὸ τόξα. ὅθεν Ἄρτεμις χρυσηλάκατος. οἱ δὲ ἠλακατῆνες ὅθεν

γίνονται, ζητητέον. ἰχθύες δὲ οὗτοι θαλάσσιοι κωβιώδεις, ταριχευόμενοι ὥς φησι

Παυσανίας. ὅτι δὲ ἠλακάτη καὶ ἱστοῦ μέρος ἐστὶν οὐχὶ ὑφαντικοῦ, ἀλλὰ τοῦ κατὰ

πλοῖα, δῆλον ἐντεῦθεν. ἱστοῦ τὸ μὲν κατωτέρω, φασὶ, πτέρνα καλεῖται. τὸ δὲ εἰς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

76

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!