18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἔπιπλα γὰρ κατὰ Παυσανίαν, τὰ μὴ ἔγγαια κτήματα, ἀλλ' ἡ κατ' οἶκον κτῆσις ἡ

δυναμένη πλεῦσαι. ὥσπερ δὴ καὶ παρὰ 1.129 τῷ Μενελάῳ ἔπλεε τὰ τοιαῦτα. καὶ μὴν

ἄλλως ἔπιπλα καθ' ἑτέρους, ἐκ τῆς ἐπιπολῆς, τὰ οἱονεὶ ἐπιπολάζοντα ἐν τῷ

προφαίνεσθαι. (ῃερς. 303.) Ὅτι καὶ πάλιν σεμνοῖς ὀνόμασι φράζων ὁ Νέστωρ τὰ κατὰ

τὸν Αἴγισθον, φησί. τόφρα δὲ, ταῦτα ἐμήσατο οἴκοθι λυγρὰ, κτείνας Ἀτρείδην. οὐκ

ἠθέλησε γὰρ ὁ γέρων ἄσεμνα εἰπεῖν, καί τοι τοῦ πράγματος ἐνδιδόντος ἀφορμάς. ὅς

γε καὶ τὴν Κλυταιμνήστραν φρεσὶν ἀγαθαῖς εἶπε κεχρῆσθαι. ὅτε δὲ καὶ ἔκρινε

κατειπεῖν τῶν τοιούτων, ἠρκέσθη τὸν μὲν Αἴγισθον, δολόμητιν καὶ ἄναλκιν εἰπὼν,

στυγερὴν δὲ τὴν Κλυταιμνήστραν. (ῃερς. 305.) Ὅτι ἑπτάετες ἤνασσε τῆς Μυκήνης

Αἴγισθος. ἣν καὶ ἐνταῦθα, πολύχρυσον λέγει. τῷ δέ οἱ ὀγδοάτῳ, κακὸν ἤλυθε δῖος

Ὀρέστης, ἂψ ἀπ' Ἀθηνάων. κατὰ δ' ἔκτανε καὶ ἑξῆς. Καὶ σημείωσαι ὡς ἐκ τῆς

ἑρμηνείας τοῦ ἑπτάετες ὃ δηλοῖ τὸ ἐπὶ ἑπτὰ ἔτεσιν, ἔλαβεν ἀπὸ κοινοῦ τὸ ἔτει. εἰπὼν.

τῷ δέ οἱ ὀγδοάτῳ. δηλαδὴ τῷ ὀγδόῳ ἔτει. οὕτω καὶ ἐν Ἰλιάδι εἰπὼν ἐννῆμαρ ὅ ἐστιν

ἐπὶ ἐννέα ἡμέραις, ἐπάγει, τῇ δεκάτῃ δέ. ἡμέρᾳ δηλαδή. ἣν ἔλαβε κατὰ κοινοῦ ἐκ τῆς

ἀναπτύξεως τοῦ ἐννῆμαρ. (ῃερς. 306.) Τὸ δὲ ὀγδόατον, παραγωγὴν ἔπαθεν ὁποίαν τὸ

τρίτατος, τέτρατος, ἑβδόματος. (ῃερς. 307.) Τὸ δὲ ἂψ ἀπ' Ἀθηνάων, τινὲς γράφουσιν

ἂψ ἀπὸ Φωκήων, ὡς ἐκεῖ ὄντος παρὰ τῷ θείῳ Στροφίῳ τοῦ Ὀρέστου. θεραπεύουσι

μέντοι καὶ τὸ ἀπ' Ἀθηνῶν οἱ παλαιοί. λέγοντες ὡς ἀπὸ Φωκίδος εἰς Ἀθήνας κατὰ

ζήτησιν σταλεὶς Ὀρέστης μαθήσεώς τε καὶ παιδεύσεως, ἐκεῖθεν κατελθὼν οἴκοι,

ἐποίησεν ἅπερ ἐποίησεν. ἵνα εἶεν δύο καταγώγια τῷ Ὀρέστῃ Φωκὶς μὲν, ἐπὶ

ἀναστροφῇ. Ἀθῆναι δὲ, ἐπὶ παιδείᾳ. (ῃερς. 309.) Ὅτι καθ' ἣν ἡμέραν Ὀρέστης δαίνυ

τάφον Ἀγείοισιν ἤγουν ἐτέλει τὸ νεκρικὸν δεῖπνον ὡς ἐκτείνας Αἴγισθον καὶ τὴν

μοιχαλίδα, αὐτῆμαρ ἦλθεν ἐκ πλάνης Μενέλαος πολλὰ κτήματ' ἄγων, ὅσά οἱ νέες

ἄχθος ἄειραν. Καὶ ὅρα ὅπως αὔξοι τῇ ἀοριστίᾳ τὸ τῶν κτημάτων πολυπληθές. οὐκ

ἀρκεσθεὶς τῷ πολλὰ εἰπεῖν ἀλλὰ προσθεὶς καὶ τὸ, ἄχθος αὐτὰ εἶναι ταῖς ναυσίν. οὐκ

ἔχει γὰρ ἐκθέσθαι ὡρισμένον ἀριθμόν. Ἐν τούτοις δὲ ἔστι νοῆσαι, ὡς ἑκὼν ἴσως ὁ

Μενέλαος ἐπλανᾶτο ἐπὶ μακρὸν, ἀγείρων οὕτως ὡς προεῤῥέθη κτήματα. οὐ γὰρ

πᾶσα πλάνη, κατὰ τὴν τοῦ Ὀδυσσέως ἀκουσία ἐστίν. εἴγε καὶ ληϊστῆρες πλανῶνται,

πάντως ἑκόντες διὰ χρηματισμόν. Ἰστέον δὲ ὅτι τε τὸ τῆς νηὸς ἄχθος, φόρτος ἐλέχθη

τοῖς ὕστερον, ὅθεν καὶ ναῦς φορτηγός. καὶ ὅτι ὁ αὐτὸς φόρτος, καὶ γόμος λέγεται, ὡς

δηλοῖ καὶ ∆ημοσθένης ἐν τῷ, τὴν μὲν ναῦν εἰς Ῥόδον κατεκόμισε, καὶ τὸν γόμον

ἐκεῖσε ἐξελόμενος ἀπέδοτο. καὶ ὅτι φόρτος μεταφορικῶς, καὶ ἡ ἐπί τινι πράγματι

φορτικότης λέγεται. χρῆσις δὲ αὐτοῦ, παρὰ τῷ κωμικῷ. καὶ ὅτι ὡς ὁ βαρὺς λίθος

ἀνδρὸς ἄχθος λέγεται ὅθεν σύνθετος ὁ ἐν τοῖς ἑξῆς που ἀνδραχθής. καί τις ἀνὴρ

ἀεργὸς, γῆς ἐτώσιον ἄχθος. οὕτω καὶ νηὸς ἄχθος, ὁ ἐν αὐτῇ πολὺς γόμος. Τάφος δὲ

νῦν ἡ ἐπὶ νεκρῷ δαὶς, οὐ διὰ τὴν ἔκπληξιν ἣν ὁ τῶν θαπτομένων ἔχει τάφος, ἀλλ'

ὅτι ἐπὶ τάφῳ ἢ ταφῇ ἀνθρώπου γίνεται. περὶ δὲ τούτου, σαφέστερον ἐν τοῖς εἰς τὴν

Ἰλιάδα δεδήλωται. καθὰ καὶ περὶ τοῦ, πόσα σημαινόμενα τάφου. πολλὰ γάρ τινα ἡ

λέξις δηλοῖ. (ῃερς. 313.) Ὅτι ὁ παραινούμενος μὴ ἐπὶ πολὺ τῶν οἰκείων ἀποδημεῖν

ἵνα μὴ πρὸς τῶν ἐχθραινόντων ζημιοῖτο, ἀκούσοι ἂν πρὸς τοῦ παραινοῦντος τὸ, καὶ

σὺ φίλος, μὴ δηθὰ δόμων ἄπο τῆλ' ἀλάλησο κτήματά τε προλιπὼν ἄνδρας τ' ἐν σοῖσι

δόμοισι οὕτως ὑπερφιάλους, μή τοι κατὰ πάντα φάγωσιν. ὅ ἐστι καταφάγωσι.

καταδαπανήσωσιν. ἡ γὰρ κατˉα πρόθεσις, ἔμφασιν ἔχει δαπάνης πολλῆς. Ἰστέον δὲ

ὅτι τὸ, καὶ σὺ φίλος, ἶσον ὂν τῷ, καὶ σὺ ὦ φίλε Ἀττικόν ἐστι. καὶ ὅτι ἀνὴρ Ἀττικὸς

ἐρεῖ ἂν, καὶ σὺ φιλότης. οὐ γὰρ ἀεὶ πλῆθος ἡ φιλότης δηλοῖ, ἀλλά ποτε καὶ κατὰ ἑνός

τινος ἡ τοιαύτη κεῖται λέξις. Σημείωσαι δὲ ὅτι κλητικὴ μὲν ἑνικὴ, οὐκ ἄν ποτε ἀντὶ

εὐθείας ληφθείη. εὐθείαις δὲ ἀντὶ κλητικῶν κατακέχρηνται οἱ Ἀθηναῖοι. ὦ Αἴας

λέγοντες ἀντὶ τοῦ ὦ Αἶαν. ὡς παρὰ τῷ Σοφοκλεῖ κεῖται. καὶ ὁ παῖς ὁ Ξανθίας παρὰ

τῷ κωμικῷ, ἀντὶ τοῦ, ὦ παῖ καὶ ὦ Ξανθία. (ῃερς. 316.) Ὅτι λέξις ἐνταῦθα κεῖται

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

147

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!