18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

χαρακτῆρα. καὶ τοὺς αὐτοῦ λόγους τοῖς τοῦ Ὀδυσσέως εἰκάζει. (ῃερς. 124.) Εἰπὼν ὅτι

τε μῦθοι ἐοικότες τοῖς τοῦ πατρὸς δηλαδὴ, καὶ ὅτι οὐκ ἂν φαίης ἄνδρα νεώτερον ὧδε

ἐοικότα μυθήσασθαι, ὅ ἐστι καθήκοντα. Καὶ ὅρα ὅτι ἐν τόπῳ ἑνὶ, ἐπὶ δύο

σημαινομένων τὸ ἐοικέναι ἔθετο ἤγουν ἐν τῷ, μῦθοι ἐοικότες. καὶ ἐν τῷ, ἐοικότα

μυθήσασθαι. Σημείωσαι δὲ καὶ ὅτι ὁ μὲν Τάφιος Μέντης, κεφαλὴν καὶ ὄμματα καλὰ

ἐοικέναι τὸν Τηλέμαχον τῷ πατρὶ λέγει. Ἑλένη δ' ἐκ τοῦ εἴδους στοχασαμένη, ἐρεῖ

οὔπω τινὰ γενέσθαι ἐοικότα οὕτως οὔτε ἄνδρα οὔτε γυναῖκα, ὡς αὐτὸς Ὀδυσσεὺς

υἱῷ ἔοικε. καὶ ὁ Μενέλαος δὲ, οὕτως εἴπῃ νοεῖν. ἐκείνου γάρ φησι τοιοίδε πόδες

τοιαί δέ τε χεῖρες ὀφθαλμῶν τε βολαὶ κεφαλή τ' ἐφύπερθέ τε χαῖται. ὁ μέντοι ῥήτωρ

Νέστωρ, οἰκείως ἐκ τοῦ λόγου αὐτὸν εἰς ὁμοιότητα τοῦ πατρὸς ἐξεικόνισε. Καὶ ὅρα

τὸ τοῦ Ὁμήρου πλούσιον καὶ ποικίλον καὶ ἐν τοῖς τοιούτοις εἰκασμοῖς. (ῃερς. 126.)

Σημείωσαι δὲ καὶ ὅτι ὁ Νέστωρ εἰπὼν ὡς ἐν Τροίᾳ οὐδεὶς βουλεύεσθαι ἦν ὅμοιος τῷ

Ὀδυσσεῖ, καὶ οὕτω πάντων ὑπερεξάρας ἐκεῖνον ἤδη δὲ καὶ ἑαυτοῦ, ὕστερον

λεληθότως ἑαυτὸν εἰς ἶσον ἄγει τῷ Ὀδυσσεῖ φειδόμενος τοῦ μείζονος διὰ τὸν

ἀκροατὴν Τηλέμαχον. καὶ φησὶν ὅτι ἐγὼ καὶ Ὀδυσσεὺς ἐν Τροίᾳ οὔ τέ ποτ' εἰν ἀγορῇ

δίχα βάζομεν, οὔτ' ἐνὶ βουλῇ, ἀλλ' ἕνα θυμὸν ἔχοντε, νόῳ καὶ ἐπίφρονι βουλῇ

φραζόμεθα ὅπως ὄχ' ἄριστα γένηται. φιλίας δὲ πάντως χαρακτὴρ τὸ οὕτως ἐφ' ἅπασι

συμφωνεῖν. Ὅρα δὲ ὅτι οὐκ εἶπεν ὁ Νέστωρ ὡς καὶ ἐν πολέμῳ συμπαρέμενε τῷ

Ὀδυσσεῖ, ἀνδρεῖος γὰρ ἐκεῖνος, ὡς οὐ πέμπελος κατὰ τὸν Νέστορα. (ῃερς. 1.) Ἰστέον

δὲ καὶ ὅτι ὁμοιω 1.117 θῆναι ἄντην ἔφη, ἀντὶ τοῦ ἄντικρυς καὶ αὐτόχρημα. τὸ γὰρ

ἄλλως ἁπλῶς ὁμοιωθῆναι, οὐκ ἀδύνατόν ἐστιν. οὐχ' ὁμοιοῦται δέ τις ἄντην, τῷ λίαν

κρείττονι. διὸ ἔφη, ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεύς. (ῃερς. 122.) Τὸ δὲ εἰ

ἐτεόν γε κείνου ἔκγονός ἐσσι, πάνυ γοργῶς ἔφρασε καὶ οὐδὲ κατὰ τὸν Τάφιον

Μέντην. ἐκεῖνος γὰρ, ἠρώτησεν εἰ δὴ ἐξ Ὀδυσσέως τόσος πάϊς ὁ Τηλέμαχος. ἔργον

θέμενος τὴν ἐρώτησιν. Νέστωρ δὲ, ὡς ἐν παρέργῳ καὶ ἐκ παρόδου ἐνεδοίασε. (ῃερς.

123.) Τὸ δὲ ἔκγονος, τινὰ τῶν ἀντιγράφων ἔχουσιν ἔγγονος. καὶ τοῦτό ἐστι τὸ τὴν

ἀμφιβολίαν εἰσαγαγὸν τοῖς ὕστερον, τινῶν μὲν λεγόντων, ἔγγονον τὸν υἱὸν, ὡς

ἐγγὺς γόνον. ἔκγονον δὲ τὸν υἱωνὸν, ὡς ἐκ γόνου ὄντα. ἑτέρων δὲ, τὸ ἀνάπαλιν.

ἔκγονον μὲν, τὸν υἱόν. ἔγγονον δὲ, τὸν ἐκ παιδός. ὃ καὶ κρατεῖ μάλιστα. (ῃερς. 126.)

Ἐν τούτοις δὲ, κεῖται καὶ τὸ ἕως ἀντὶ τοῦ τέως, καθὰ καὶ ἀλλαχοῦ. φησὶ γάρ. ἔνθ'

ἤτοι εἵως μὲν, ἐγὼ καὶ Ὀδυσσεὺς ταῦτα ἐποιοῦμεν. (ῃερς. 128.) Τὸ δὲ ἕνα θυμὸν

ἔχοντες, ἀντίθετόν ἐστι πρὸς τὸ δίχα βάζειν δῆλον γὰρ ὡς οἱ δίχα βάζοντες, οὐκ

εἰσὶν ὁμόψυχοι. ἡ δὲ Ἰλιὰς καὶ ἐπὶ ἀνδρείων δύο ἑταίρων τὸ, ἕνα θυμὸν ἔχειν,

ἔφρασε. μεταποιήσασα τὸ ἕνα εἰς ἶσον πρὸς πλείω ἔμφασιν ὁμοιότητος ἀνδρικῆς.

τοιοῦτον γὰρ τὸ ἔχειν ἶσον θυμόν. (ῃερς. 127.) Τὸ δὲ νόῳ καὶ ἐπίφρονι βουλῇ,

διαστολή ἐστι πρὸς τοὺς ἀφρόνως καὶ ἀβούλως ὁμοψυχοῦντας. Ὅρα δὲ καὶ ὡς

διέστειλεν ἀγορὰν καὶ βουλήν. ἀγορὰ μὲν γὰρ ὡς πολλαχοῦ ἐφάνη, σύναξις κοινή.

βουλὴ δὲ, ἡ κατὰ σύγκλητον. (ῃερς. 132.) Ὅτι λυγρὸς Ἀργείοις ἐγένετο νόστος κατὰ

μῆνιν Ἀθηνᾶς, ἐπεὶ οὔτι νοήμονές φησι οὐδὲ δίκαιοι πάντεςἔσαν. (ῃερς. 135.) Ἦν δὲ

μῆνις τῆς Ἀθηνᾶς, ὅτι μὴ ἐκολάσθη κοινῶς ὁ Λοκρὸς Αἴας, ἐνυβρίσας τῇ Κασάνδρᾳ

κατὰ πρόσωπον τῆς Ἀθηνᾶς. Καὶ ὅρα ὡς ὁ γέρων οὐκ ἐνύβρισε δι' αἰσχροῤῥημοσύνης

τεθνεῶτι τῷ Λοκρῷ ἥρωϊ, ἀλλ' ἐν τῷ καθόλου διέβαλεν. εἰπών. ἐπεὶ οὐ πάντες

νοήμονες. οὐ μὴν, ἐπεὶ οὐ νοήμων ὁ Λοκρός. ἴσως δὲ μὴ νοήμονας εἶναι φησὶ, καὶ

τοὺς μὴ κολάσαντας τὸν Λοκρόν. (ῃερς. 136.) Ὅτι δεικνύων ὁ ποιητὴς κἀνταῦθα ὡς

ἡ μὲν ὁμόνοια τῶν ἀρχόντων μέγα τι ἀνύει, φθορᾶς δὲ αἴτιον ἡ διχόνοια, καὶ

μάλιστα εἰ κατὰ θεομηνίαν γίνοιτο, ἱστορεῖ ὡς ἡ τῆς Ἀθηνᾶς μῆνις ὀλοὴ, ἔριν

ἀμφοτέροις Ἀτρείδαις ἔθηκεν ἐν Τροίᾳ μετὰ τὴν ἅλωσιν. (ῃερς. 137.) Οἱ δὲ,

καλεσσάμενοι ἐς ἀγορὴν τὸν λαὸν μὰψ, ἀτὰρ οὐ κατὰ κόσμον ἐς ἠέλιον καταδύντα.

οἵ δ' ἦλθον οἴνῳ βεβαρηότες, υἷες Ἀχαιῶν. μῦθον μυθείσθην, τοῦ εἵνεκα λαὸν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

133

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!