18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ὀλοφώϊα δήνεα Κίρκης, ὃ μετ' ὀλίγα γοργότερον ἐρεῖ, ἐρέω δὲ ἕκαστα, παρῴδηται ἐκ

τοῦ, πάντα δέ τοι ἐρέω ὀλοφώϊα τοῖο γέροντος, ὅπερ ἐν τῇ ˉδ ῥαψῳδίᾳ κεῖται. (ῃερς.

290.) Τὸ δὲ κυκεῶ ἀποκέκοπται ὁμοίως τῷ, ἱδρῶτα ἱδρῶ καὶ τοῖς τοιούτοις. (ῃερς.

291.) Τὸ δὲ θέλξαι καὶ ἐνταῦθα βλάβην τινὰ δηλοῖ, τὴν ἀποθηρίωσιν γὰρ, ὡς καὶ μετ'

ὀλίγα τὸ, οὐδέ μ' ἔθελξε, καὶ, οὔτι πιὼν ἐθέλχθης. Ἐλάσαι δὲ ῥᾴβδῳ τὸ πλῆξαι ὡς

καὶ ἐν ἄλλοις μυριαχοῦ. (ῃερς. 293.) Περιμήκης δὲ κατ' ἀλληγορίαν ἡ τῆς Κίρκης

ῥᾴβδος διὰ τὸ μὴ συνεσταλμένως ζῆν τοὺς τρυφῶντας. ἀρετῆς γὰρ τοῦτό γε. (ῃερς.

294.) Ξίφος δέ φασιν ἐκφοβεῖ τὴν Κίρκην, ἢ ὡς δαιμόνιον οὖσαν μακροχρόνιον μὲν,

θνητὸν δὲ ὅμως καὶ σωματοειδὲς καὶ πάθει δειλίας ἁλώσιμον, ἢ κατά τινα φυσικὴν

ἰδιότητα. τῶν τινὰ γὰρ δαιμονίων, ὡς λόγος, ὕλας τινὰς πτοοῦνται. ἡ γοῦν ἴασπις

κατὰ τὸν περιηγητὴν ∆ιονύσιον ἐχθρὰ ἐμπούσαις καὶ ἄλλοις εἰδώλοις. καὶ τὰς

Ἅιδου δὲ ψυχὰς ξίφει Ὀδυσσεὺς ἐκφοβῶν ἐπέχει τῆς ἐπὶ τὸ αἷμα ὁρμῆς. (ῃερς. 296.)

Τοῦ δὲ κελήσεται ἡ κλίσις κατὰ τὴν τοῦ θελῶ θελήσω καὶ μελῶ μελήσω καὶ τῶν

ὁμοίων. (ῃερς. 301.) Τὸ δὲ ἀνήνορα δηλοῖ μὲν τὸν ἄνανδρον, ἀντίκειται δὲ πρὸς τὸν

εὐήνορα τε καὶ ἀγήνορα. ταυτὸν δὲ ἐνταῦθα τὸ κακὸν καὶ τὸ ἀνήνορα. (ῃερς. 307.)

Σημείωσαι δ' ἐν τούτοις καὶ ὡς οὐκ ἐκ ∆ιὸς ὁ Ἑρμῆς ἐλθὼν ἀλλ' 1.383 οἴκοθεν

ὁρμηθεὶς ὠφελεῖ τὸν Ὀδυσσέα. εἶτα ἀπέβη πρὸς μακρὸν Ὄλυμπον, ὅθεν δηλαδὴ καὶ

ἦλθεν οὐράνιον αὐτὸς ὢν ἀγαθόν. (ῃερς. 314.) Ὅτι πολλὴ μὲν ἡ τῆς Κίρκης καὶ πρὸς

τὸν Ὀδυσσέα κολακεία τὸν τῷ Ἑρμῇ φίλον, ἀνύει δὲ ὅμως ἐκείνη οὐδὲν,

ἀντιπράττοντος ταῖς κατ' αὐτὴν φαρμακείας τοῦ μώλυος. φησὶ γὰρ, ὡς ταχὺ

ἐξελθοῦσα ἐκάλει καθὰ πρὸ αὐτοῦ καὶ τοὺς φίλους. αὐτὰρ ἐγὼν ἑπόμην ἀκαχήμενος

ἦτορ, εἷσε δέ μ' εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου καλοῦ δαιδαλέου. ὑπὸ δὲ

θρῆνυς ποσὶν ἦεν. τεῦξε δέ μοι κυκεῶ χρυσέῳ δέπαϊ ὄφρα πίοιμι. ἐν δέ τε φάρμακον

ἧκε κακὰ φρονέουσ' ἐνὶ θυμῷ. αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον οὐδέ μ' ἔθελξε,

ῥᾴβδῳ πεπληγυῖα, ἔφη· ἔρχεο νῦν συφεόνδε μετ' ἄλλων λέξαι ἑταίρων. (ῃερς. 321.)

καὶ οὕτω μὲν αὐτή. ἐγὼ δέ φησιν ἄορ ὀξὺ ὡς ὁ Ἑρμῆς ὑπέθετο ἐρυσάμενος παρὰ

μηροῦ, Κίρκῃ ἐπήϊξα, ὥστε κτάμεναι μενεαίνων. ἡ δὲ, μέγα ἰάχουσα, ὑπέδραμε καὶ

λάβε γούνων. καὶ ὀλοφυρομένη καὶ τίς ποθεν εἶς ἀνδρῶν εἰποῦσα ἐπιφέρει θαῦμά μ'

ἔχει ὡς οὔτι πιὼν τάδε φάρμακ' ἐθέλχθης. οὐδὲ γὰρ οὐδέ τις ἄλλος ἀνὴρ τάδε

φάρμακ' ἀνέτλη ὅς κε πίῃ καὶ πρῶτον ἀμείψεται ἕρκος ὀδόντων. σοὶ δέ τις ἐν

στήθεσσιν ἀκήλητος νόος ἐστίν. (ῃερς. 330.) εἶτα στοχάζεται Ὀδυσσέα τοῦτον εἶναι,

ὃν ἀεὶ Ἑρμῆς ἔφασκεν ἐλεύσεσθαι αὐτῇ ἐκ Τροίης ἀνιόντα σὺν νηΐ. φησὶ γάρ· ἦ σύ γ'

Ὀδυσσεύς ἐσσι πολύτροπος. (ῃερς. 333.) ἐπὶ δὲ τούτοις ἀξιοῖ ἡ Κίρκη κολεῷ μὲν ἄορ

ἐνθεῖναι. εὐνῆς δέ φησιν ἡμετέρης ἐπιβῆναι, ὄφρα μιγέντες εὐνῇ καὶ φιλότητι,

(ῃερς. 335.) πεποίθομεν ἀλλήλοισι. Καὶ ὅρα τὸ πεποίθομεν, ἀσυνήθης γάρ ἐστιν

ἐνεστώς. ὡς γὰρ ἐκ τοῦ πέπληγα γίνεται θέμα τὸ πεπλήγω κατὰ Συρακουσίους, καὶ

ἐκ τοῦ πέφυκα τὸ πεφύκω καθὰ καὶ προεδηλώθη, οὕτω καὶ ἐκ τοῦ πέποιθα ἐνεστὼς

πεποίθω. ἐξ οὗ τὸ πεποίθομεν. (ῃερς. 323.) ἀγεννὲς δὲ τὸ τῆς Κίρκης πλάττεται ἦθος,

οὐ μόνον καθό τι οὕτω πρὸς εὐνήν ἐστιν εὐκατάφορος, ἀλλὰ καὶ ὅτι πάνυ

δειλαίνεται, ὡς μὴ μόνον μέγα ἰάχειν ὃ δὴ γυναικεῖόν ἐστι, καὶ εἰς γουνασμὸν δὲ

τραπῆναι, ἀλλὰ καὶ ὀλοφύρασθαι, εἰ καὶ ὁ γραμματικὸς Ἀριστοφάνης λισσομένη

γράφει οὐ μὴν ὀλοφυρομένη. οὐδὲν γάρ φησιν ὀλοφυρτικὸν λέγει. δῆλον δὲ ὡς οὐ

μόνον πρὸς μῦθον καὶ ἀλληγορίαν δὲ ἡ Κίρκη λαλεῖται, ἀλλὰ καὶ καθ' ἱστορίαν

περιᾴδεται. καὶ παῖς Ὀδυσσέως καὶ αὐτῆς ἱστόρηται ὁ θρυλλούμενος πατροφόντης

Τηλέγονος. (ῃερς. 325.) Τὸ δὲ μετ' ἄλλων λέξο ἢ λέξαι ἑταίρων, ἢ ἀντὶ τοῦ,

ἀριθμήθητι, ἢ εὐνάσθητι, σῦς δηλαδὴ χαμαιευνὰς καὶ αὐτὸς γενόμενος. (ῃερς. 323.)

Τὸ δὲ ὑπέδραμε, σχῆμά ἐστι προσώπου ὑποκεκυφότος τρέχοντος εἰς τὸ λαβεῖν ὅ

ἐστιν ἅψασθαι γούνων. (ῃερς. 324.) Ὀλοφύρεσθαι δὲ πρὸ τούτων μὲν ἔλεον ἐδήλου

τινὰ ἐν τῷ, εἰ μή τίς με θεῶν ὀλοφύρατο καί με σάωσεν, ἐνταῦθα δὲ πένθος

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

436

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!