18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

γένος 1.105 οἰκεῖος. παρὰ τοὺς γνωτοὺς ἤτοι ἀδελφούς. ἄλλως γὰρ, οὐκ ἐκώλυε τὸν

ποιητὴν εἰπεῖν ἀλλογνώστῳ ἐνὶ δήμῳ. καθ' ὁμοιότητα τοῦ, ἄγνωστον πάντεσσιν ὡς

πρὸ ὀλίγου ἔφη. ὅτι δὲ ὅμως καὶ γνωτὸν λέγεται τὸ γνωστὸν, δηλοῖ καὶ Σοφοκλῆς ἐν

τῷ, γνωτὰ κ' οὐκ ἄγνωτά μοι προσήλθεθ' ἱμείροντες. (ῃερς. 370.) Τὸ δὲ ἀλάλησθαι,

προπαροξύνουσιν οἱ παλαιοί. καὶ ἔστιν ἴσως, ἄλασθαι ὡς ἄγασθαι ἔρασθαι. ἀπὸ τοῦ

ἄλαμαι καὶ ἄγαμαι ἤτοι θαυμάζω, καὶ ἔραμαι ἤγουν ἐπιθυμῶ. καὶ ἐξ αὐτοῦ κατὰ

τροπὴν καὶ πλεονασμὸν τῆς ˉαˉλ συλλαβῆς, ἀλάλησθαι, (ῃερς. 378.) Ὅτι ἐν τῷ, ἐπεὶ

ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον, ὀμόσαι μέν ἐστι, τὸ εἰπεῖν τι θεῖον ὄνομα, οἷον.

νὴ τοὺς λόγους. ἢ μὰ τὴν σὴν ἱερὰν κεφαλήν. ἢ ἄλλο τι. τελεύτησε δὲ ὅρκον, τὸ

πληρῶσαι καὶ ἀποδοῦναι τὸν ἔνορκον λόγον ἢ ἐπωμοτικῶς ὡς προείρηται, οἷον

ποιήσω τόδε, ἢ ἀπωμοτικῶς, οὐ ποιήσω. (ῃερς. 383.) Ὅτι τὸ τὴν Ἀθηνᾶν Τηλεμάχῳ

εἰκυῖαν κατὰ πτόλιν οἴχεσθαι πάντῃ, καὶ ἑκάστῳ φωτὶ παρισταμένην φάσθαι μῦθον

καὶ οὕτως ἀγείρειν τοὺς ἐκείνῳ συμπλεύσαντας, τοιοῦτόν τι αἰνίττεται, ὡς ἕκαστος

τῶν Ἰθακησίων τὴν τοῦ νέου δημηγορίαν ἐπὶ νοῦν φέρων, καὶ τὸν τοῦ βασιλέως

ἀνειδωλοποιούμενος παῖδα οἷον παρ' αὐτοῖς ἱστάμενον, καὶ κρίνων δίκαια ἐκεῖνον

εἰπεῖν καὶ αἰτήσασθαι, ἀμῦναι μὲν οὐ θαῤῥοῦσι διὰ τὸ κινδυνῶδες τοῦ ἔργου, ποιοῦσι

δὲ τὸ εὐμαρέστερον. καὶ δέον λογίζονται, νῆα δὲ δοῦναι καὶ αὐτῶν τινὰς εἰς ἐρέτας

προσεπιδοῦναι. καὶ μᾶλλον, οἱ θερμότεροι καὶ προσήκοντες τῷ Τηλεμάχῳ

χαρίζεσθαι ὡς ὁμήλικι. ἧλιξ γάρ φασιν ἥλικα τέρπει. διὸ καὶ ἐθελοντῆρες

συνάγονται ἐσθλοὶ ἑταῖροι ἀθρόοι, θεᾶς ὀτρυνούσης ἕκαστον. Ἀθηνᾶς δηλαδὴ τῆς ἐν

ἑκάστῳ φρονήσεως. καὶ ὡς ἐν τῇ γάμμα ῥαψῳδίᾳ ἐρεῖ, φιλότητι νεώτεροι ἄνδρες

ἕπονται. πάντες ὁμηλικίῃ Τηλεμάχοιο φρονήσαντες τὸ δέον ὡς εἰκός. (ῃερς. 386.)

Πάνυ δὲ ἀστείως καὶ ὁ τὴν νῆα δοὺς, Νοήμων κατὰ κυριωνυμίαν καλεῖται, καὶ

Φρονίου υἱός. πάντως γὰρ ἂν ἐκεῖνος δέδωκε νῆα, ὁ μὴ κατὰ τοὺς μνηστῆρας

ἀφραδὴς καὶ ἀνοήμων ἐπὶ τοῖς μέλλουσιν, ἀλλὰ νενοηκὼς καὶ πεφρονηκὼς δίκαιον

τὸ αἰτηθέν. ὃν Νοήμονα, καὶ φαίδιμον λέγει, καθὰ καὶ τοὺς ἐέρτας τοῦ Τηλεμάχου,

ἐσθλοὺς ἑταίρους. σεμνύνων, οἷς φιλεῖ αὐτοὺς τῆς εὐηκοΐας. λέγει δὲ, καὶ ὡς

αἰτηθεὶς νῆα ὁ Νοήμων, πρόφρων ὑπέδεκτο, ἤγουν ἐθελοντὴς ὑπεδέξατο καὶ

ὑπέσχετο. διὸ καὶ νὺξ τῷ ἔργῳ ἐπιλέγεται. καὶ τὴν νῆα ἐκεῖνος ἅλαδε ἐρύσας, πάντα

ἐν αὐτῇ ὅπλα ἐτίθει. (ῃερς. 391.) Ἔστησε δ' ἐπ' ἐσχατιῇ λιμένος. φρονήσεως καὶ

ταῦτα. καθὰ καὶ τὸ τοὺς ῥηθέντας ἑταίρους πρὸς τῷ αἰγιαλῷ κατελθόντας, μένειν.

καὶ καθῆσθαι ἐπηρέτμους, τὴν τοῦ Τηλεμάχου ποτιδεγμένους ὁρμήν. (ῃερς. 390.) Καὶ

ὅρα ὅτι ὅπλα κἀνταῦθα λέγει, τὴν σκευὴν τῆς νεώς. διὸ καὶ ἵνα μή τις αὐτὰ νοήσῃ

στρατιωτικά, ἐπάγει. τά τε νῆες ἐΰσελμοι φορέουσι. Καὶ προϊὼν δὲ φησὶν ὅτι,

Τηλέμαχος ἐκέλευσεν ὅπλων ἅπτεσθαι. τοί δ' ὀτρύνοντος ἄκουσαν. ἱστόν δ' ἔστησαν

καὶ τὰ ἑξῆς, ἃ δὴ ὅπλα νηός. ὡς δηλοῖ καὶ τὸ ἐπαγόμενον. δησάμενοι δ' ἄρα ὅπλα.

Ἐΰσελμος δὲ ναῦς, παρὰ τὸ σέλμα, ὃ δηλοῖ ζυγὰ νηῶν καὶ ζυλίνων κλιμάκων

βαθμοὺς κατὰ τοὺς παλαιούς. (ῃερς. 391.) Σημείωσαι δὲ καὶ τὸ, ἐσχατιῇ λιμένος, διὰ

τοὺς λέγοντας ἐσχατιὰν εἶναι, χωρίου ἔσχατα ᾧ γειτνιᾷ φασι τόπος ἔρημος. ἰδοὺ γὰρ

ἐνταῦθα, τοιοῦτον οὐκ ἔστιν. ἀλλ' ἁπλῶς ἐσχατιὰ, τὸ τοῦ λιμένος ἄκρον μεθ' ὃ ἡ

θάλασσα. (ῃερς. 403.) Ἐπήρετμοι δὲ, οἱ ἕτοιμοι ἐρέσσειν καὶ ἐπ' αὐτοῖς ὄντες

ἐρετμοῖς. καὶ Ἀττικῶς εἰπεῖν, ἐπίκωποι. Σημείωσαι δὲ ὅτι εἰπὼν Ὅμηρος ὡς ἡ Ἀθηνᾶ

ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον, οὐ πλάττει καὶ τί ἂν ἑκάστῳ εἶπεν ἐκείνη,

ἀπαξιώσας λαλεῖν τὰ μὴ καίρια. καὶ ἀρκεσθεὶς τοῖς δημηγορηθεῖσι κοινῶς ὑπὸ τοῦ

φίλου τῇ Ἀθηνᾷ Μέντορος. μόνην δὲ τὴν τοῦ μύθου ἀξίωσιν λέγει, ἤγουν τοῦ κατὰ

τὴν Ἀθηνᾶν πρὸς ἕκαστον λόγου. τὸ, ἑσπερίους ἐπὶ νῆα θοὴν ἀγέρεσθαι. (ῃερς. 385.)

Ὅτι ἐπὶ ἑσπερινῆς ἐγχειρήσεως λεχθήσεται τὸ, ἑσπερίους ἀγέρεσθαι ἀνώγει. δύσσετό

τ' ἠέλιος, σκιόωντό τε πᾶσαι ἀγυιαί. καὶ τότε ἐγίνετο τό δέ τι. Καὶ ὅρα ὅτι

φιλοσόφως τὴν νύκτα σκιὰν εἶπε, γῆς δηλαδή. γινομένην, ὅτε ἥλιος ὑπὸ γῆν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

120

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!