18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἐκλελάθοιτο γάμοιο, τὸ πολὺ τοῦ φόβου δηλοῖ εἰ δι' αὐτὸν τοῦ τοσούτου λάθοιτό τις

ἔρωτος. Ἰστέον δὲ ὅτι τὸ τίς, πολλάκις οὐχ' ἕνα δηλοῖ ἁπλῶς ἀλλὰ πάντας, ληφθὲν

ἀντὶ τοῦ, εἷς ἕκαστος. οὕτως παρὰ Σοφοκλεῖ λέγουσιν ὁ χορὸς οἱ Σαλαμίνιοι, ὡς νῦν

καιρός τινι ποδοῖν κλοπᾶν ἀρέσθαι. ἤγουν ἄρτι καιρὸς ἡμῖν φυγεῖν λάθρα. οὕτω

κἀνταῦθα ἐκλελάθοιτό τις γάμου. ὅ ἐστιν, ἕκαστος τῶν μνηστήρων. ἄλλως γὰρ,

οὐδὲν λυσιτελὲς τῷ Ὀδυσσεῖ, εἴπερ τῶν τοσούτων εἷς τις δειλανδρήσειεν. (ῃερς.

226.) Ὅτι ἀπογνόντος ἀνθρώπου λόγος τὸ, οὔπω τοῦτο ἔπος τελέεσθαι ὀΐω. λίην γὰρ

μέγα εἶπες. ἄγημ' ἔχει. οὐκ ἂν ἔμοιγε ἐλπομένῳ τὰ, γένοιτο. οὐ δ' εἰ θεὸς ὣς ἐθέλοι.

(ῃερς. 230.) Ἐπεὶ δὲ ὁ λόγος οὗτος οὐ πόῤῥω βλασφημίας διὰ 1.123 ἀφέλειαν τοῦ

εἰπόντος Τηλεμάχου, ἐπανορθοῦται ὁ ποιητὴς διὰ τοῦ κατὰ τὴν Ἀθηνᾶν Μέντορος,

τὸ ὑπερβολικῶς καὶ ἠθικῶς ῥηθέν. εἰπών. Τηλέμαχε, ποῖόν σε ἔπος φύγεν ἕρκος

ὀδόντων; ῥεῖα θεός γ' ἐθέλων καὶ τηλόθεν ἄνδρα σαώσαι. οὕτω δὲ καὶ ἐν τοῖς ἑξῆς ὁ

Μενέλαος διορθοῦται τοὺς βασιλικοὺς παῖδας εἰπόντάς τι τῶν μὴ δεόντων. ὥσπερ δὲ

τὸ, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων εἰκὸς λέγειν ὅτε ἀκούσομέν τι ἀθέλητον

πρός τινος, οὕτως ἐπὶ θεοῦ τὸ, ῥεῖα θεός γ' ἐθέλων τό δέ τι ποιήσει. Τὸ δὲ Τηλέμαχε

ποῖόν σε ἔπος φύγε, λαγαρότητα ἔπαθε κατὰ τοὺς παλαιοὺς, διὰ τὴν λήγουσαν τοῦ

Τηλέμαχε. ἥτις διὰ τὴν ἐν μέσῳ στίχου βραχεῖαν κατάληξιν, λαγόνα οἷον ἐνθεῖσα τῷ

στίχῳ, λαγαρὸν ἐποίησε καλεῖσθαι. ὅπερ ἡ χυδαία γλῶσσα, λαγρὸν λέγει. ὅτι δὲ

κοιλότητά τινα ἡ λαγαρότης σημαίνει, δῆλον ἐκ τοῦ λαγαρόκυκλος λύρα ἢ κιθάρα.

τοιοῦτος δὲ στίχος καὶ τὸ, αἴκε κακὸς ἆ, νόσφιν ἀλυσκάζω πολέμοιο. ὅμοιον δὲ καὶ

ἐν τοῖς ἑξῆς τὸ, βῆν εἰς Αἰόλου κλυτὰ δώματα. καὶ ἐκεῖ γὰρ ἡ παραλήγουσα τοῦ

Αἰόλου, λαγαρὸν τὸν στίχον ποιεῖ ὡς οἷον σφίγγουσα. θεραπεία δὲ αὐτῆς ἡ ὀξεία, ὡς

δυναμένη ἐκτείνειν. ἐνταῦθα μέντοι θεραπεύει τὴν λήγουσαν τῆς κλητικῆς τοῦ

Τηλεμάχου, οὐ μόνον ἡ στιγμὴ καὶ τὸ ἐπαγόμενον ˉπ, ἀλλὰ καὶ ἡ περισπωμένη τοῦ,

ποῖόν σε ἔπος φύγεν. ὡς ἡ δύναμις ἔχει τῆς κοινῆς συλλαβῆς. καθ' ἣν δύναμιν, καὶ ἡ

στιγμὴ χαρίζεταί τι χρόνου τῷ πρὸ αὐτῆς βραχεῖ ἢ βραχυνομένῳ φωνήεντι, καὶ τὰ ἐν

ἀρχῇ λέξεων ἄφωνα ὡς πεφυκότα διπλοῦσθαι. ὧν ἓν καὶ τὸ ˉπ. καὶ ἡ περισπωμένη

δέ. ἧς τόποι τρεῖς ἐκτάσεως. δυναμένης ἐκτείνειν ὥσπερ τὸ φωνῆεν ᾧ ἐπίκειται,

οὕτω καὶ τὸ μετ' αὐτὴν, καὶ τὸ πρὸ αὐτῆς δὲ, ὡς ἐνταῦθα. περὶ δὲ τούτων καὶ ἐν τοῖς

εἰς τὴν Ἰλιάδα δεδήλωται. ἥτις ἔδειξεν οὐ μόνον τοὺς τόνους ἐκτατικοὺς ἔστιν ὅτε

βραχέων φωνηέντων οὐδὲ μόνα τὰ διπλᾶ ἔτι δὲ καὶ τὰ κατὰ σύνθεσιν διπλούμενα

ἄφωνα, ἀλλὰ σὺν τῇ στιγμῇ, καὶ τὴν δασεῖαν. δι' αὐτὴν δὲ, καὶ τὰ παρώνυμα ταύτῃ

δασέα. ἐν γοῦν τῷ, αἰόλον ὄφιν, ἤρεσε τοῖς παλαιοῖς, εἰπεῖν ὡς ἀρκεῖν ὁ ποιητὴς

ἡγήσατο τὸ πνεῦμα πρὸς ἀναπλήρωσιν χρόνου ἐν τῷ ὄφιν. τάχα γάρ φασι τοῦ ˉφ

δασέος ὄντος, ᾔσθετο ἐκφώνησιν πλείω ἔχειν τὸν ἕκτον πόδα. ἵνα δηλαδὴ

καταλογισθείη ὁ πυῤῥιχιζόμενος ὄφις ἐν τῷ, αἰόλον ὄφιν, ἀντὶ τροχαίου. ἐπεὶ καὶ

Ἡλιοδώρῳ δοκεῖ, ἐπὶ πολλῶν τὴν δασεῖαν πλέον τι νέμειν χρόνου δηλονότι. ὃ δὴ

φαίνεται καὶ ἐν τῷ, ζεφυρίη πνείουσα. καὶ ἐν αὐτῷ γὰρ, ἡ δασύτης τοῦ ˉφ, ἔνειμέ τι

τοιοῦτον τῇ ζˉε συλλαβῇ. Σημείωσαι δ' ἐνταῦθα καὶ ὅτι οὐκ ἐξανάγκης πᾶσα τάσις

ἐκτείνειν δύναται τρόπῳ κοινῆς συλλαβῆς. ἀλλὰ οἱ τόνοι μὲν μουσικῆς ὄντες

ἀπηχήματα ὥς φασιν οἱ παλαιοὶ, ἔχουσι τοιαύτην δύναμιν. ἔστι δέ τι φασὶ τοιοῦτον

καὶ ἐν πνεύμασιν. ἔτι δὲ καὶ ἐν πάθεσι. πλὴν ἀδυνατεῖ τὰ πάθη κοινὴν ποιεῖν

συλλαβήν. ἤγουν ἡ ἀπόστροφος καὶ ἡ ὑφὲν καὶ ἡ ὑποδιαστολή. ἔστι δέ φασι μουσικὴ

ἀπήχησις καὶ ἐν τούτοις. οὕτως. ἐν κουφισμῷ μὲν, φωνῆς ὑπέρβασις. ἐν δὲ τῇ ὑφὲν

ποιότης ἑτεροία φωνῆς ἐν τῇ τῶν ἡνωμένων λέξεων σημασίᾳ. ἐν ὑποδιαστολῇ δὲ,

τῷ τῶν λέξεων χωρισμῷ. (ῃερς. 232.) Ὅτι παραμυθούμενος ὁ κατὰ τὴν Ἀθηνᾶν

Μέντωρ τὸν διὰ μακροῦ χρόνου νόστον Ὀδυσσέως, συγκρίνει αὐτὸν τῇ τοῦ

Ἀγαμέμνονος ταχείᾳ ἐπανόδῳ. ἀποφαινόμενος οὕτω σεμνῶς κατὰ ἐπίκρισιν.

βουλοίμην δ' ἂν ἔγωγε καὶ ἄλγεα πολλὰ μογήσας, οἴκαδέ τ' ἐλθέμεναι καὶ νόστιμον

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

140

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!