18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

τι ποιήσει καὶ ἐν τῇ γάμμα ῥαψῳδίᾳ. ἔνθα τοῦ Νέστορος ἐρωτήσαντος, ἀρχὴν τοῦ

λέγειν λαβὼν, ἀπολογήσεται ὁ Τηλέμαχος. (ῃερς. 16.) Τὸ δὲ γήραϊ κυφὸς, πρὸς

διαστολὴν εἴρηται τοῦ γυροῦ. ἐκεῖνος γὰρ, φύσει τοιοῦτος. ὡς τὸ, γυρὸς ἔην ὤμοισιν,

Ἰστέον δὲ ὅτι τὲ τὸ μυρία εἰδέναι διὰ γέρως πολυπειρίαν, οὐκ ἀεὶ ἐπαινεῖται, διότι

ἐπί τινων, φυσᾷ καὶ ἐπαίρει φρένας. ὅθεν τυφογέροντες οἱ τοιοῦτοι καὶ τῦφοι καὶ

τυφεδανοὶ σκώπτονται. εἰ καὶ ἄλλως τὰ τοιαῦτα συμβιβάζονται διὰ τὸ δεῖν εἶναι ἤδη

τύφεσθαι τοὺς τοιούτους, ἤγουν καίεσθαι νεκρικῶς. ὅθεν καὶ τυμβογέροντες οἱ

αὐτοὶ καὶ σορόπληκτοι καὶ σοροπλῆγες. καὶ ὅτι ἐκ τοῦ κυφὸς οὗ πρωτότυπος ὁ

κέκυφα παρακείμενος, λέγεται σκωπτικῶς κατὰ συγγένειαν τοῦ ˉφ πρὸς τὸ ˉβ,

κυβάλης ὁ ὡσπερεὶ κυφὸς, ἐκ τοῦ κατακύπτειν συχνῶς. ὃν καὶ ἡμίανδρον καὶ

ἡμιγύναικα καὶ σποδόρχην ἐβλασφήμουν. ἐκ τοῦ αὐτοῦ δέ φασι κυφοῦ, καὶ Κυβήβα

διὰ τοῦ ˉα ἢ Κυβήβη διὰ τοῦ ˉη, ἡ Ῥέα. ᾗ φασιν ὁ κατεχό 1.79 μενος ἢ καὶ ἄλλῳ

δαίμονι καταχρηστικῶς, κύβηβος ἐλέγετο. ὁ και σάβος καὶ σαβάζιος καὶ βάκχος καὶ

βαβάκτης καὶ βάβαξ καὶ ἐμμανὴς καὶ φλεδών. ὡς δὲ ἐκ τοῦ κυφὸς γίνεται καὶ ὁ

κύβος, δηλοῦσιν οἱ παλαιοί. καὶ οὕτω μὲν τάδε. Περὶ δὲ τοῦ ᾔδη ὅ ἐστιν ἠπίστατο, ἐν

Ἰλιάδι γέγραπται ἱκανῶς. (ῃερς. 19.) Ὅτι αἰτίαν πιθανὴν τοῦ πρωτολογῆσαι τὸν

Αἰγύπτιον προβάλλεται ὁ ποιητὴς, τὴν τοῦ παιδὸς Ἀντίφου μνήμην. οὗ

συστρατευσαμένου τῷ Ὀδυσσεῖ καὶ ἀπολωλότος μνησάμενος ὁ πατὴρ, λαλεῖ τὰ

εἰκότα. (ῃερς. 18.) Ὅτι εὔπωλον ὡς καὶ ἐν Ἰλιάδι τὴν Τροίαν λέγει, ἢ ἀντὶ τοῦ

εὔζῳον. ἢ εὔιππον ὡς ἀπὸ μέρους. ἢ τὴν εὔγεων καὶ εὐβωλοστρόφητον. ἢ τὴν εὖ

περιπολουμένην, κατὰ ἔκτασιν τοῦ ˉο. ἤτοι τὴν εὐδαίμονα καὶ εὐοίκητον. (ῃερς. .)

Ὅτι τρεῖς τῷ Αἰγυπτίῳ ἐγένοντο παῖδες. ὧν ὁ μὲν, μνηστῆρσιν ὡμίλει, ὁ Εὐρύνομος.

μείζω τοῦ γένους φρονῶν. δύο δὲ, αἰὲν ἔχον πατρώϊα ἔργα, τὴν κατ' αὐτοὺς ὅ φασιν

ἑλῶντες. καὶ αὐτὸς οὐχ' οὕτω τοῖς περιοῦσι παισὶν ἔχαιρεν, ὅσον ἐπὶ Ἀντίφῳ ἤχθετο.

ὃν συστρατευσάμενον Ὀδυσσεῖ, ἄγριος ἔκτανε Κύκλωψ. πύματον δ' ὡπλίσατο ἤγουν

ἐσκεύασε δόρπον. Καὶ ὅρα ὅτι οὐ ποσότης παίδων ἁπλῶς εὐφραίνει πατέρα, ποιότης

δὲ ἀγαθή. εἴγε καὶ ὁ Αἰγύπτιος οὐκ ἀγαπᾷ τρεῖς ἔχων, ἀλλὰ ποθεῖ καὶ τὸν ἕνα τὸν

αἰχμητὴν Ἄντιφον. καὶ οὐ λήθεται ὀδυρόμενος καὶ ἀχεύων. (ῃερς. 22.) Ὅρα δὲ τὸ

αἰὲν, τὸ συνεχὲς δηλοῦν τῆς τῶν παίδων τοῦ Αἰγυπτίου σπουδῆς ἐπὶ τοῖς πατρῴοις

ἔργοις. ἅπερ ὁ ποιητής τίνα ἦν, οὐκ ἐπεξειργάσατο, οἷα μὴ θέλων τοῖς περιττοῖς

ἐμφιλοχωρεῖν. ὅτι δὲ τὰς πατρῴας οἱ παῖδες ἐξεδέχοντο τέχνας ὡς καὶ ἐν τῇ Ἰλιάδι

ἐδηλώθη, Ἡρόδοτος ἱστορεῖ. αὐλητοῦ γὰρ αὐλητής. καὶ μαγείρου φησὶ μάγειρος. καὶ

κῆρυξ κήρυκος. (ῃερς. .) Τὸ δὲ πύματον δόρπον, μέσως εἰρῆσθαι δοκεῖ πρὸς

ἀστειότητα ὡς ἐν σχήματι ἀμφιβολίας. ἢ γὰρ πύματος ἦν ὁ Ἄντιφος τῶν ἓξ τοῦ

Ὀδυσσέως ἑταίρων οὓς ὁ Κύκλωψ ἐθοινήσατο πρὸς ἑσπέραν, ἢ πύματος ἀνθρώπων

εἴτε καὶ ἁπλῶς πάντων ὧν εἰς γαστέρα ὁ Κύκλωψ κατέσπα. ὃς δόρπος εἴη ἂν καὶ καθ'

ἕτερον τρόπον, ὡς πρὸς ταῖς τοῦ βίου δυσμαῖς καὶ πρὸς τῷ ἐν τροπολογίᾳ μέλανι

ἑσπέρῳ θοινηθείς. οὐκέτι γὰρ ὁ Κύκλωψ ἔφαγε, συναποβαλὼν τῷ φωτὶ καὶ τὸ ζῆν

ὡς λέγεται. Ἰστέον δ' ὅτι τρισὶ τροφαῖς ἐχρῶντο οἱ παλαιοί. ὧν τὸ πρῶτον, ἐκαλεῖτο

ἄριστον, γινόμενον πάνυ πρωῒ ἅμ' ἠοῖ φαινομένῃφι, ἄρεος ἱσταμένου. ὡς καὶ ἡ τοῦ

ὀνόματος ἐτυμολογία δηλοῖ. εἶτα, τὸ δεῖπνον μεθ' ὃ ἔδει πονεῖν, ὃ καὶ ἄριστον φασί

τινες. τρίτον δὲ, δόρπος. ἐναντίον ἀρίστῳ. ἡνίκα δόρυ παύεται. ὅπερ ἡμεῖς παρὰ τὸ

δεῖν τότε ὕπνου, δεῖπνον καλοῦμεν. διὸ καὶ Αἰσχύλος τάττων, μετρεῖ. ἄριστα. δεῖπνα.

δόρπαθ' αἱρεῖσθαι, τρία. ὅτι δὲ τοῦτο αἰτιῶνταί τινες, ἐν τῇ Ἰλιάδι ἐῤῥέθη. δῆλον δὲ,

καὶ ὅτι δεῖπνον μὲν οἱ πλείους, τὸ πρωϊνόν φασιν ἔμβρωμα. μεθ' ὃ, πόνου δεῖ.

ἄριστον δὲ, τὸ κοινῶς λεγόμενον γεῦμα. οὐ παρὰ τὸν ἄρην ἀλλὰ παρὰ τὸ ἀρίστως

ἔχειν κατ' ἐξοχήν. δόρπον δὲ, οὐδεὶς ὃς ἀμφέβαλε μὴ ἀπονενεμῆσθαι τῇ ἑσπέρᾳ.

(ῃερς. 26.) Ὅτι ὥσπερ φῶς φόως κατὰ πλεονασμὸν, οὕτω καὶ θῶκος θόωκος, ἐν τῷ,

οὐδέ ποθ' ἡμετέρη ἀγορὴ γένετο οὐδὲ θόωκος ἤτοι συνέδριον, ἐξ οὗ τόδε προέβη.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

90

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!