18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἀποθέσθαί τι, ἐκ μεταφορᾶς τῶν τὰ στέμματα ἀποτιθεμένων. Ἰστέον δὲ ὅτι τὸ οὕτω

τοὺς κρατῆρας ἐπιστέφεσθαι ὡς διὰ τοῦ ποτοῦ ἐπιστεφανοῦσθαι καθά φησιν

Ἀθήναιος, ἔπρασσον οἱ παλαιοὶ πρὸς οἰωνοῦ φησι τιθέμενοι, τουτέστιν

οἰωνιζόμενοι, ἦν δὲ ἴσως τὸ οἰώνισμα, εἰς ἐντελὲς εὐδαιμονίας σύμβολον καὶ

πληρέστατον. ὅπερ ἀπεναντίας τῇ κενεαγίᾳ ἐστί. τὸ γὰρ ὡς ἐῤῥέθη ἐπιστεφὲς,

κυκλώματι ἔοικε σφαιροειδεῖ. τὰ δὲ τοιαῦτα σχήματα, καὶ τέλειά ἐστι καὶ

πολυχώρητα, καὶ διατοῦτο, προσφυῆ τῷ εἰρημένῳ οἰωνίσματι τῷ ἐπὶ βίῳ εὐδαίμονι.

Ὡς δὲ κοινὸν μὲν ὁ κρατὴρ ἐκ τοῦ κερῶ κεράσω συγκοπεὶς, Ἰωνικὸν δὲ ὁ κρητὴρ ἐκ

τοῦ κρῶ κρήσω ἐξ οὗ καὶ ἐπικρῆσαι τὸ ἐπικεράσαι. καὶ ὅτι παρὰ τὸ κέρας αἱ τοιαῦται

λέξεις γεγόνασι. καὶ ὅτι ἐκ τοῦ κρατῆρος, καὶ κρατηρίζειν τὸ συμπίνειν, δῆλον ἐκ

τῶν παλαιῶν. δόξοι δ' ἂν καὶ ἡ Κρήτη καὶ ὁ Κρὴς, τῷ τοιούτῳ ῥήματι συστοιχεῖν.

(ῃερς. 150.) Ὅτι ἐπὶ ἑτοίμου πανδαισίας λεχθήσεται τὸ, οἵ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα

προκείμενα χεῖρας ἴαλλον ὅ ἐστιν ἔπεμπον ἢ ἔβαλλον. καὶ ἔστι τὸ ὅλον, περίφρασις

τοῦ ἤσθιον. γίνεται δὲ τὸ ὄνειαρ, ἐκ τοῦ ὀνέω τὸ ὠφελῶ, πλεονασμῷ τοῦ ˉι. ὡς ἔδω

ἔδαρ εἶδαρ καὶ ἔαρ εἶαρ. ὅτι δὲ ὀνήσιμον ἡ τροφὴ, δηλοῖ ὁ ποιητὴς ἔνθα λέγει, ἔπειτα

δὲ καὶ αὐτὸς ὀνήσεαι πιών. ἐν δὲ τῷ τέλει τῆς Ἰλιάδος, ἕτερόν τι παρὰ τὸ βρῶμα

δηλοῦται ἐν τῷ τοσσά δ' ὀνεία τ' ἔχοντα. χρήματα δηλαδή. Τὸ δὲ ἑτοῖμα,

προπερισπᾶται καὶ ἐνταῦθα ὥσπερ καὶ ἐν τῇ Ἰλιάδι, καθὰ καὶ τὸ ἐρῆμα ἀντὶ τοῦ

ἔρημα. Τὸ δὲ χεῖρας ἴαλλον, ἀστείως ἔχει ῥηθέν. ὡς εἴπερ αἱ χεῖρες ἐπὶ ἔργον

ἐπέμποντο οἷα καί τινες θεράπαιναι. Ἰστέον δὲ ὅτι τοῦ, χεῖρας ἐπιϊάλλειν, ἑτεροῖόν

ἐστι τὸ ἀπὸ χεῖρας ἰάλλειν. ἐκεῖνο μὲν γὰρ, ταυτόν ἐστι τῷ, εἰς βρῶσιν ἄγειν. τοῦτο

δὲ, ἀνάπαλιν ἔχει. ὡς δῆλον ἐκ τοῦ, ἐν δὲ Θάσῳ, τὸν σκορπίον ὠνοῦ ἂν ἦ μὴ μείων

πυγόνος. μεγάλου δ' ἀπὸ χεῖρας ἴαλλε. ἤγουν ἄπεχε. ἄπαγε. Καὶ ὅρα τηλίκοι

σκορπίοι ἐν Θάσῳ θαλάσσιοι λέγεται εἶναι. Ἰστέον δὲ καὶ ὅτι τὸ 1.38 ἰάλλειν κατὰ

μὲν τὸν κανόνα τοῦ ἰὸς καὶ ἰήϊος καὶ τῶν ὁμοίων, ὀρθῶς ψιλοῦται. ὁ δὲ Ὁμηρικὸς

Ἐφιάλτης, ὑποβάλλει νοεῖν, ὡς καὶ δασύνεται ἀπὸ τοῦ ἵημι, ὅθεν τὸ ἀφίει. καὶ τὸ

ἀφιέναι. καὶ ὅσα τοιαῦτα. βοηθεῖ δὲ τῇ ἐνταῦθα δασείᾳ, καὶ ἐκ τῶν τῆς κωμῳδίας τὸ,

ἀλλ' οὐκ ἀποδώσεις οὐδ' ἐφιαλεῖς οἶδ' ὅτι, ἀντὶ τοῦ ἐπιβαλεῖς. ὁρμήσεις. καὶ εἰ μὲν

οὕτως ἡ γραφὴ συναλείφεται, ἔχομεν τὴν ἀνάλογον δασεῖαν τοῦ ἱάλλειν. εἰ δὲ κατὰ

τὸν Σουΐδαν οὐκ ἔστι τετρασυλλάβως ἐφιαλεῖς ἀλλὰ τρισυλλάβως φιαλεῖς ἀπὸ τῆς

φιάλης. ἀντὶ τοῦ, μετ' εὐχῆς ἕξῃ τοῦ πράγματος κατὰ τὸ, ταχέως ὕπεσχε τὴν φιάλην

ὅπως ἔργῳ φιαλοῦμεν, τοῦτο μὲν χρήσιμον ἔσται εἰς τὸ νοεῖν ὅτι ἐκ τῆς φιάλης καὶ

ῥῆμά ἐστι τὸ φιαλῶ. εἰς δὲ τὸ δοκεῖν δασύνεσθαι τὸ ἱάλλω, ἀρκέσει ὁ Ἐφιάλτης.

οὗπερ αὖθις ἡ ψίλωσις, ὑποφαίνεται ἐν τῷ ἐπίαλτος. ὃ καὶ αὐτὸ ἀλλαχόθι

δεδήλωται. καὶ μὴν ἄλλως οὐκ ἀναντίῤῥητον ὅτι ἐν τῷ, ἔργῳ φιαλοῦμεν, τὸ τοῦ

φιαλεῖν ἔγκειται ῥῆμα. δύναται γὰρ ὥσπερ ἀττικίζεται ὁ λόγος ἐν τῷ, τῷ ἐμῷ τὠμῷ,

οὕτως εἶναι κατὰ συναλοιφὴν, καὶ τὸ, ἔργὠφιαλοῦμεν, ἀντὶ τοῦ ἐφιαλοῦμεν καὶ

ἐπιβαλοῦμεν ἔργῳ. ἵνα κατὰ τὸ χεῖρας ἰάλλειν κρέασιν, οὕτω καὶ ἔργῳ ἐφιαλεῖν ᾖ,

τὸ ἐγχειρῆσαι πράξει τινί. (ῃερς. 150.) Ὅτι τὸ, πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, δηλοῖ

μὲν τὸ ἐξεπλήρωσαν τὴν ἔφεσιν, διεσαφήθη δὲ ἐν τῇ Ἰλιάδι. Ἰστέον δὲ ὅτι τοῦ

ἐδητὺς ἡ παραγωγὴ, ἀπὸ τοῦ ἐδῶ ἐδήσω γίνεται ἀῤῥήτου ἐνεστῶτος. ὡς γὰρ ἐπὶ τῆς

αἰδοῦς ἔστιν αἰδῶ αἰδήσω ἀφ' οὗ ὁ αἰδήμων, καὶ αἰδῶ αἰδέσω ὅθεν τὸ αἰδεσθῆναι,

οὕτω καὶ ἔδω βαρύτονον ἀφ' οὗ ἡ ἐδωδή. καὶ ἐδῶ περισπώμενον. οὗ ὁ μέλλων, οὐ

μόνον ἐδήσω τὸ παράγον τὴν ἐδητὺν, ἀλλὰ καὶ ἐδέσω ἀφ' οὗ τὸ ἔδεσμα. Παυσανίας

δὲ, παράγει καὶ χρήσεις τοιαύτας. Πλάτων σοφιστῇ ἐν τρισὶ πληγαῖς ἀπηδέσθη τὸ

ῥάμφος καὶ ἐν ἑορταῖς. κατηδέσθημεν ἂν καὶ κατεκόπημεν εὐθύς. ὁ δ' αὐτὸς λέγει

καὶ ὅτι θριπήδεστα ξυλήφια τὰ ὑπὸ θριπῶν βεβρωμένα, ὡς ἀπὸ τοῦ ἔδω. οἷς ἐχρῶντο

φησὶν οἱ σφόδρα οἰκονομικοὶ ἀντὶ γλυπτῶν σφραγίδων. τινὲς δὲ, αὐτὰ

πεντασυλλάβως θριπηδέστατα εἶπον. ἐκ τοῦ ἔδειν δὲ, καὶ ἡ τερηδὼν θηρίδιόν φασι

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

43

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!