18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἔνδιος ὁ μεσημβρινὸς, ἐδήλωσεν αὐτὸς Ὅμηρος. προειπὼν, ὅτι ἦμος ὁ Ἥλιος μέσον

οὐρανὸν ἀμφιβαίνει, τότε ἁλὸς εἶσιν ὁ γέρων. εἶσι δὲ ἀμφὶ μέσον οὐρανὸν Ἥλιος,

περὶ μεσημβρίαν. ὅτι δὲ ἔνδιον οὐδετέρως λέγεται καὶ ἡ διατριβὴ, δηλοῖ Ὀππιανὸς,

ἔνδια πέτρης εἰπὼν τὰς διατριβάς. οὐκ ἂν δὲ ἀπᾴδοι, ἔνδιον ἑρμηνεῦσαι καὶ τὸν ὡς

εἰπεῖν ἐναέριον. ἵνα ἦ ὁ Πρωτεὺς, ἐνάλιος μὲν, τὰ πρῴην. ἔνδιος δὲ, τὰ περὶ

μεσημβρίαν, ὡς τηνικαῦτα ἐνδιὸς ἤτοι ἀέρος ἐλθὸν, Ἀττικῶς φάναι. διὸ καὶ ἔνδια

οὐχ' ἁπλῶς αἱ ὅπου δήποτε διατριβαὶ, ἀλλ' αἱ πρὸς γῆν καὶ τὸν κατ' αὐτὴν ἀέρα.

ἔνθα μυθικῶς ἡ ἀρχὴ κεκλήρωται τῷ ∆ιΐ. ὥστε, ἀντιθετικῶς ἔχει πρὸς ἄλληλα τὸ ἐξ

ἁλὸς καὶ τὸ ἔνδιος. ἵνα λέγῃ ὅτι ἐξ ἁλίου εἴτουν ἐναλίου, ἔνδιος γέγονεν. ἀναλογεῖ

οὖν τὸ ἔνδιος, πρὸς τὸ εὔδιος εἴτουν εὐαέριος. οὗ θηλικὸν εὐδία ὅ ἐστιν εὐαερία. ἐν

τούτοις δὲ, φασὶν οἱ παλαιοὶ καὶ ὅτι δεῖ τὸν σοφὸν τεταγμένῃ διαίτῃ χρᾶσθαι καὶ μὴ

ἄλλοτε ἄλλῃ. ὡς καὶ Πρωτεὺς ποιεῖ φασὶν εἰς τὸν αὐτὸν τόπον ἰὼν καὶ φώκας

μετρῶν συνήθω καὶ συναναπίπτων. Ὅρα δὲ ὅτι τὸ λέκτο δὶς ἐνταῦθα κείμενον,

διττὴν ἑρμηνείαν ἔχει. τὸ μὲν γὰρ λέκτο δ' ἀριθμὸν, ἀντὶ τοῦ ἠρίθμησε. τὸ δὲ λέκτο

καὶ αὐτὸς ἀντὶ τοῦ εὐνάσθη ὡς εἰς ὕπνον. (ῃερς. 454.) Τὸ δὲ ἡμεῖς δ' ἰάχοντες

ἐπεσσύμεθα ἕως τοῦ, ἐπελύθετο τέχνης, οἰκεῖον ῥηθῆναι ἐπὶ γέροντος ἀτρέστου ἐν

τοῖς δεινοῖς. (ῃερς. 456.) Τὸ δὲ ἠϋγένειος, οὐ πρός τι φοβερὸν ἀλλ' ὡς λέοντος ἁπλῶς

ἴδιον ἐκπεφώνηται. καθὰ καὶ τὸ, φώκας ζατρεφέας, αἷς πολλὴ πιμελή. (ῃερς. 457.) Τὸ

δέ γε μέγας σῦς, καὶ τὸ δένδρεον ὑψιπέτηλον, διὰ πιθανότητα ἐῤῥέθη. ἵνα μὴ πρὸς

μικρά τινα εἰκάζῃ ἑαυτὸν ὁ θέλων ἐκφοβεῖν. (ῃερς. 468.) Τὸ δὲ ὑγρὸν ὕδωρ, οὐ

μόνον ἀφελῶς οὕτω, ἀλλὰ καὶ πρὸς διαστολὴν εἰρῆσθαι δόξει τοῦ παγετοῦ. ὃς

ῥηθείη ἂν τολμηρῶς, ὕδωρ ξηρόν. καθὰ καὶ ὁ τυρὸς, γάλα ξηρόν. (ῃερς. 457.) Ὅτι δὲ

ἡ μὲν πάρδαλις διφορεῖται, λέγεται γὰρ καὶ πόρδαλις, ἡ δὲ παρδαλέη ἀεὶ διὰ τοῦ ˉα,

δηλοῖ καὶ ἡ Ἰλιάς. (ῃερς. 465.) Ὅτι τὸ οἶσθα γέρον, τί με ταῦτα παρατροπέων

ἀγορεύεις, λεχθήσεταί ποτε πρὸς ἄνδρα συνετὸν ἐθέλοντα παραλογίζεσθαι. τοιοῦτον

γάρ τι δηλοῖ τὸ παρατροπέων. ὃ παρῆκται μὲν καθ' ὁμοιότητα τοῦ, περιτροπέων

ἐνιαυτός. κεῖται δὲ ἀντὶ τοῦ παρατρέπων καὶ οἷον παραπλανῶν. (ῃερς. 466.) Ὅτι ὁ ἐν

τόπῳ ἀκουσίως βραδύνων, εἴποι ἂν τὸ, ὡς δὴ δηθὰ ἐν νήσῳ τυχὸν ἢ πόλει ἢ

ὁπουδήποτε ἐρύκομαι, οὐδέτι τέκμωρ εὑρεῖν δύναμαι, μινύθει δέ μοι ἔνδοθεν ἦτορ.

Μενελάου δὲ ταῦτα λόγοι ἐφ' οἷς ἐπλανᾶτο. (ῃερς. 473.) Ὅτι ἀναβαίνειν καὶ

ἐνταῦθα, τὸ ἐκ τοῦ λιμένος ἀνάγεσθαι ὅ ἐστιν ἀναπλέειν. φησὶ γάρ. ἀλλὰ μάλ'

ὤφελες ῥέξας ἱερὰ κάλ' ἀναβαινέμεν, ὄφρα τάχιστα σὴν ἐν πατρίδα ἵκοιο πλέων.

(ῃερς. 474.) Καὶ νῦν μὲν, πατρίδα εἶπεν ἁπλῶς. εὐθύς δ' ἐν τοῖς ἑξῆς ἐντελέστερον ὡς

καὶ ἐν ἄλλοις, πατρίδα γαῖαν ἐρεῖ, εἰπών. (ῃερς. 476.) οὐ γάρ τοι πρὶν μοῖρα φίλους τ'

ἰδέειν καὶ ἱκέσθαι οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν ὅπερ εἰκὸς εἰπεῖν ἐπὶ

τοῦ μήπω εὐοδουμένου ἐπανελθεῖν οἴκαδε. (ῃερς. 477.) Ὅτι διϊπετῆ ποταμὸν λέγει,

τὸν Αἴγυπτον ἤγουν τὸν ὡς προεῤῥέθη Νεῖλον. καὶ φασὶν οἱ παλαιοὶ, τὸ διϊπετὲς

προσαρμόττειν τῷ Νείλῳ, εἴπέρ τῳ ἄλλῳ. χειμάῤῥων γάρ φασιν ἐπίθετον τὸ

διϊπετές. τοιοῦτος δέ πως καὶ ὁ Νεῖλος ἐξ ὄμβρων δοκῶν θερινῶν πληροῦσθαι ὥς

τινες ἐδόξαζον. ὅτι δὲ τοιοῦτος ὁ διϊπετὴς δηλοῖ καὶ ὁ γεωγράφος ὅτε λέγει ὡς

χλιαινομένου τοῦ ὕδατος τοῖς ἡλίοις τοῦ τ' ἐκπίπτοντος ἐκ τοῦ ∆ιὸς, καὶ τοῦ

ποταμίου, δῆλον γὰρ ὡς τὸ ἐκπίπτον ὕδωρ ἐκ ∆ιὸς ὅ ἐστιν ἀέρος, ποιεῖ διϊπετῆ

ποταμόν. παρὰ δὲ τοῖς παλαιοῖς, φέρεται καὶ ὅτι πολλῶν εἰπόντων περὶ τῆς Νείλου

ἀναβάσεως, Ὅμηρος πρῶτος τὸ ἀληθὲς εἶπε, διϊπετῆ προσαγορεύσας αὐτόν. ὅ ἐστιν

ὑετῷ πληρούμενον. ἐκ γὰρ τῶν ἐν Αἰθιοπίᾳ γινομένων θέρους σφοδρῶν ὑετῶν,

πληροῦται ὡς καὶ Ἀριστοτέλης καὶ Εὔδοξός φασι. λέγον 1.178 τες πεπύσθαι τοῦτο,

ἀπὸ τῶν ἐν Αἰγύπτῳ ἱερέων. (ῃερς. 480.) Ὅτι πρόῤῥησις εἰς εὐοδίαν τὸ, καὶ τότε τοι

δόσει ὁδὸν θεὸς ἣν σὺ μενοινᾷς. ἀνδρὸς δὲ δυσχεραίνοντος ἐπὶ ὁδῷ μακρᾷ, λόγος τὸ,

αὐτὰρ ἔμοιγε κατεκλάσθη φίλον ἦτορ, οὕνεκά με αὖθις ἄνωγεν ἰέναι δολιχὴν ὁδὸν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

202

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!