18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

δὲ τοιοῦτος λόγος, ὁ τοῦ ἀοιδοῦ. ὃν Ὅμηρος ἐν τῇ ˉγ ῥαψῳδίᾳ ἐρεῖ. ὃς φύλαξ ὢν τῇ

Κλυταιμνήστρᾳ, κατεπῇδε τοῦ Αἰγίσθου ὡς εἰκὸς, ἃ λέγει ἐνταῦθα ὁ Ζεύς. (ῃερς. 39.)

Ἄκοιτις δὲ ἣν καὶ ἄλοχον ἀνωτέρω ἔφη, οὐ μόνον ἡ ὁμόκοιτις, ἀλλὰ καὶ ἡ μὴ

κοιτασθεῖσα σὺν ἑτέρῳ ἀλλ' ἐκ παρθενίας ληφθεῖσα. (ῃερς. 38.) Ὅρα δὲ καὶ ὅτι

θαυμασίως ἐνταῦθα κεῖται τὸ ἐΰσκοπος καὶ τὸ ἀργειφόντης, περὶ οὗ ἐν Ἰλιάδι

εἴρηται. οὐ γὰρ ὁ δόλιος Ἑρμῆς ἢ ὁ χθόνιος ἢ ὁ στρόφις ἢ ὁ ἐμπολαῖος ἤτις τοιοῦτος

ἐπαίδευε τὸν Αἴγισθον, ἀλλ' ἐΰσκοπος, δι' οὗ προσκοπεῖσθαι εἶχε τὰ μέλλοντα, καὶ ὁ

ἀργειφόντης, ὃς ἀργὸν φόνου ὑπετίθει εἶναι τὸν Αἴγισθον καὶ μὴ κτείνειν τὸν

Ἀγαμέμνονα. (ῃερς. 40.) Ὅτι ἐν τῷ, ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεταιἈτρείδαο ὁππότ' ἄρ'

ἡβήσει τε καὶ ἧς ἱμείρεται αἴης, ὑποδηλοῖ ὁ ποιητὴς τὸν τῆς ἥβης καιρὸν ἀρχὴν εἶναι

τοῦ φρονεῖν τὰ βελτίω. τίς δὲ ἡ ἥβη καὶ πόθεν γίνεται, ἐν τοῖς τῆς Ἰλιάδος

γέγραπται. ἐν τούτοις δὲ, καὶ ποιητική ἐστι παρίσωσις. πάρισα γὰρ τὸ, Ὀρέσταο

Ἀτρείδαο. ἤγουν ὁμοιοκατάληκτα. ἢ ὁμοιοτέλευτα. Αἰολέων δέ εἰσιν αἱ τοιαῦται

γενικαὶ ὡς καὶ ἐν τῇ Ἰλιάδι γέγραπται. Φασὶ δὲ οἱ παλαιοὶ, μὴ δεῖν ἐνταῦθα λέγειν ἐκ

γὰρ Ὀρέσταο Ἀτρείδαο, ἤτοι τοῦ ἐγγόνου τοῦ Ἀτρέως. ἀλλὰ μᾶλλον,ὅτι ἐξ Ὀρέστου,

τίσις τουτέστιν ἐκδίκησις ἔσται τοῦ Ἀτρείδου Ἀγαμέμνονος. λέγουσι γὰρ, τὸν

Ὅμηρομὴ σχηματίζειν ἀπὸ πάππου πατρωνυμίαν, εἰ μὴ ὁ πάππος εὐθὺς εἴη ∆ιὸς υἱός.

καὶ ὁ λόγος, εὔλογος. ἀπὸ γὰρ προσεχοῦς καὶ ἐγγυτάτω αἰτίου χρὴ γενεαλογεῖν,

ὁποῖόν τι ὁ πατήρ. ὁ δὲ πάππος, πόῤῥω αἴτιον. εἰ μέντοι πάνυ ἔνδοξος ὁ πάππος ὡς οἱ

ἐκ τοῦ ∆ιὸς, τότε δὴ χαρακτηριστέον καὶ ἐξ αὐτοῦ τὸν ἀπόγονον, οὐχ' ὡς προσεχοῦς

αἰτίου ἀλλ' ὡς ἐπιφανεστάτου. ἐνταῦθα δὲ ὁ τοῦ Ὀρέστου πάππος Ἀτρεὺς, οὐκ εὐθὺς

ἐκ ∆ιός. ∆ιὸ οὐδ' ἐξ αὐτοῦ τῷ Ὀρέστῃ ἔσται πατρωνυμία. (ῃερς. 41.) Τὸ δὲ ἧς αἴης

ἀντὶ τοῦ ἰδίας, συντελεῖ πρὸς τὸ ἀσφαλῶς οἰκείαν λέγειν τὴν πατρίδα. (ῃερς. 43.)

Ὅτι τὸ, νῦν δ' ἁθρόα πάντ' ἀπέτισεν, οἰκεῖον λεχθῆναι ἐπὶ τοῦ μίαν μὲν ἀλλὰ

μεγάλην δόντος ποινὴν ἐπὶ πολλοῖς κακοῖς προϋπάρξασιν. (ῃερς. 44.) Ἐπὶ δέ τινος

ἀξίως ἀπολωλότος, καλὸν εἰπεῖν τὸ, καὶ λίην κεῖνός γε ἐοικότι κεῖται ὀλέθρῳ. ὡς

ἀπόλοιτο καὶ ἄλλος ὅς τις τοιαῦτά γε ῥέζοι. Σημείωσαι δὲ ὅτι τὸ πάντα ἁθρόα

ἀποτίσαι, μετήνεκται παροιμιωδῶς ἐκ τῶν πολλὰ ὀφειλόντων καὶ μὴ κατ' ὀλίγον

ἀποτινόντων ἀλλ' ὁμοῦ πάντα καταβαλλομένων βαρέως ἑαυτοῖς. λέγει δὲ Ὅμηρος

πάντα, τὴν τοῦ Αἰγίσθου μοιχείαν. τὸ μὴ ὑπακούειν Ἑρμῇ καὶ τοῖς αὐτὸν στείλασι.

τὸν τοῦ βασιλέως φόνον. καὶ τἄλλα. ὧν πάντων ἔκτισις, ἡ αὐτοῦ ἀναίρεσις γέγονεν,

ἧς ὀφειλέτης ἦν. (ῃερς. 45. ετ σθθ.) Ὅτι οὐκ ἀπαναινόμενος ὁ ποιητὴς τὴν καίριον

ταυτολογίαν ὡς ἡ Ἰλιὰς ἔδειξε, ποιῶν δὲ οὕτω καὶ ἐν ταύτῃ τῇ βίβλῳ, πλάττει

ἐνταῦθα τὴν Ἀθηνᾶν, προσφωνοῦσαν τὸν πατέρα ∆ία, στίχῳ πολλαχοῦ καὶ τῆς

Ἰλιάδος ἐκπεφωνημένῳ. εἰποῦσαν. ὦ πάτερ ἡμέτερε Κρονίδη. ὕπατε κρειόντων.

∆ῆλον δὲ ὅτι καθὰ τὸ ἄνερ, οὕτω καὶ τὸ πάτερ μὴ ὀξυνόμενα ὁμοίως ταῖς αὐτῶν

εὐθείαις, ἀπὸ Αἰολίδος διαλέκτου ἐμμεμενήκασιν, εἰπεῖν καθ' Ἡρῳδιανόν. εἰκὸς δὲ

καὶ τὸ σῶτερ τούτοις συνεκδραμεῖν Αἰολικώτερον. ὁ δὲ Ἡρῳδιανὸς καὶ τὸ θυγατρὸς

καὶ θυγατρὶ καθὰ καὶ τὸ γυναικὸς γυναικὶ ὡς ἡμαρτημένα πρὸς ἀναλογίαν

παρασημειούμενος, λέγει ὡς οὐδεμία γενικὴ εἰς ˉοˉς λήγουσα ὑπὲρ δύο συλλαβὰς,

ὀξύτονός ἐστιν. ὁμοίως οὐδὲ δοτικὴ εἰς ˉι περαιουμένη. σημειῶδες παρ' αὐτῷ, καὶ τὸ

θυγατέρος καὶ μητέρος, ὅτι πρὸ μιᾶς τὴν ὀξεῖαν ἔχει καὶ οὐ τρίτην ἀπὸ τέλους κατὰ

τὸ δημήτερος. εἰνάτερος. καὶ ἀρσενικὰ, ἐρίηρος. φράτερος. Ὅτι ἔθος τῷ ποιητῇ

πολλαχοῦ, ἐκ τῶν παρὰ πόδας ἀφορμῶν ἁπλούστερον λαμβάνειν προοίμια, ὡς οἷα

σχεδιάζοντι. καθά περ καὶ ἐνταῦθα τοῦ ∆ιὸς μνησθέντος τῶν κατὰ τὸν Αἴγισθον,

αὐτόθεν πορίζεται προοίμιον ἡ ὡς καὶ ἐν Ἰλιάδι κεῖται γλαυκῶπις Ἀθήνη. λέγουσα

ὡς καὶ ἀνωτέρω ἔκκειται, ὅτι ἐκεῖνος μὲν ἐοικότι κεῖται ὀλέθρῳ, καὶ ἀπόλοιτο καὶ

ἄλλος τοιαῦτα ῥέζων. Ὀδυσσεὺς δὲ διατὶ ἀγαθὸς ὢν, πάσχει τὰ καὶ τά; 1.16 καὶ

καλοῦσιν οἱ τεχνικοὶ καὶ τὸ τοιοῦτον, ἀπὸ καιροῦ προοίμιον. Ἰστέον δὲ ὅτι τε τοῦ, ἡ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

17

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!