18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

καὶ τὰ τῶν τυρῶν ἀγγεῖα, καὶ τὰ τῶν λαχάνων. καὶ τάρωμα, ἡ κωπηλασία. ταῤῥὸς

γάρ φασιν ὁ στοῖχος τῶν κωπῶν, ἐπεὶ πτεροῖς ἐοίκασι. Καὶ σημείωσαι ὅτι κατὰ

τοιαύτην τινὰ ὁμοιότητα καὶ ἐπὶ ὀρνέων πτέρυγος ὁ ταρσὸς λέγεται. Τὸ δὲ τυρῶν

βρῖθον, ἀντὶ τοῦ ἔγεμον ἢ βάρος εἶχον ὑπὸ τῶν τυρῶν. ἡ δὲ κοινὴ διάλεκτος τυροῖς

βρίθειν λέγει, ὁμοίως τῷ, ἄνθεσι βρύειν. ὅτι δὲ οὐ μόνος ὁ Κύκλωψ πολύτυρος ἦν

ἀλλὰ καὶ ἡ ὅλη Σικελία, δηλοῖ ὁ ἐν τοῖς τοῦ Ἀθηναίου τὸν Σικελικὸν

παρασημειωσάμενος τυρόν. σηκοὶ δὲ, περὶ οὓς ἡ τῶν ἀρνῶν καὶ τῶν ἐρίφων στάσις,

ἀπὸ τοῦ ἵστασθαι, ἵνα εἶεν οἱονεὶ στηκοί τινες. ὅθεν καὶ σηκίται ἄρνες. καὶ οὕτω μὲν

παρὰ τῷ ποιητῇ. οἱ δὲ μεθ' Ὅμηρον καὶ ἐπὶ ναοῦ τὴν λέξιν ἔθεντο. σηκὸς γοῦν φασὶν

ἡρῷον, οἷον. ὃς τόνδ' ἔχεις τὸν σηκὸν, ἵλεως γενοῦ. ἐλέγοντο δέ φασι καὶ σηκίδες

οἰκογενῆ παιδισκάρια. κατὰ δὲ Αἴλιον ∆ιονύσιον σηκύλη καὶ σηκὶς κυρίως ἡ ἐν ἀγρῷ

ταμιεῖον φυλάττουσα. οἷον φησὶν ἡ τοῦ Λαέρτου γραῦς. δοκεῖ δὲ σταθμόν τινα

δηλοῦν ὁ σηκὸς, ὡς ἡ ἀντισήκωσις δηλοῖ, ἀντιστάθμησίς τις οὖσα. ἐπεὶ καὶ τὸ στῶ

στήσω, ἐπὶ σταθμήσεως λέγεται. καθ' ὃν λόγον ὁ Μενέλαος μεταστήσειν ἔφη τὰ τοῦ

Τηλεμάχου δῶρα. Ὥσπερ δὲ οἱ ταρσοὶ τυρῶν βρῖθον κατὰ γενικὴν σύνταξιν, οὕτω

καὶ οἱ σηκοὶ στείνοντο ἀρνῶν καὶ ἐρίφων. αἳ θηλυκῶς ἐνταῦθα λέγονται ὡς δηλοῖ

τὰ ἐφεξῆς. (ῃερς. 2.) Τὸ δὲ διακεκριμέναι ἑρμηνεύων ἐπήγαγε τὸ, χωρὶς μὲν, (ῃερς.

221.) αἱ πρόγονοι. τουτέστι τὰ πρωτογεννήματα; χωρὶς δὲ, αἱ μετάσσαι. ὅ ἐστιν αἱ

μέσαι κατὰ πλεονασμὸν τῆς μέσης συλλαβῆς. ἤγουν αἱ μεταγεγεννημέναι. αἱ

μεσήλικες. (ῃερς. 222.) χωρὶς δ' αὖ αἱ ἕρσαι, ἃς ἴσως ἔστι καὶ ψάκαλα εἰπεῖν τὰ μετ'

ὀλίγον δηλωθησόμενα, ὡς παρὰ τὴν ψακάδα ὅπέρ ἐστι δρόσος καθὰ καὶ ἡ ψεκάς. ἵνα

σημαίνοιντο δι' ἀμφοῖν αἱ νεώταται καὶ οἷον δροσεραὶ διὰ τὸ ἁπαλόν. Ἰστέον δὲ ὅτι

ἐν τῷ περὶ ὀνομασίας ἡλικιῶν γράφει ὁ γραμματικὸς Ἀριστοφάνης, τοιαῦτα χρήσιμα

εἰς τὰ προκείμενα. τῶν αἰγῶν οἱ μὲν τέλειοι, τράγοι καὶ ἴξαλοι. ἡ δὲ ἐχομένη ἡλικία,

χίμαροι. τὰ δὲ νεώτατα, ἔριφοι. ὁ δὲ ποιητὴς ἐν Ὀδυσσείᾳ τὰ τέλεια μὲν προγόνους

καλεῖ, τὰ δὲ μετὰ ταῦτα μετάσας. τὰ δὲ ἔτι νεώτερα, ἕρσας καὶ ἐσσῆνες δὲ καλοῦνται,

ἡλικία τις. καὶ πρητῆνες. καὶ ἐπιπρητῆνες. ὅθεν καὶ παροιμία αἰγὸς ἐπιπρητῆνος

ἐρυθροῦ πήρη ἀρίστη. Ἰωνικοὶ δέ τινες καὶ ἀττήγους καλοῦσιν ἡλικίαν τινὰ τῶν

ἀῤῥένων. εἶτα εἰπὼν περὶ ἰονθάδος Ὁμηρικοῦ τοῦ ἐν τοῖς ἑξῆς ὅτι ἐφ' ἡλικίας τινὸς

καὶ μεγέθους 1.337 αὐτό φησιν ὁ ποιητὴς, ἐπάγει ὅτι τῶν δὲ προβάτων τὰ μὲν τέλεια,

ὄϊες καὶ κριοὶ καὶ ἀρνειοί. τὰ δὲ νέα, ἄρνες καὶ ἀμνοί. ἔνιοι δέ φασι, καὶ φανυλοὺς

καλοῦσιν. ἐπὶ δὲ τούτοις σποράδην παραδίδωσιν ὅτι τε τὸ ἐξ ἵππου πατρὸς καὶ ὄνου

μητρὸς γεννηθὲν γίννος ἐκαλεῖτο ἀγεννὴς ὢν τὸ μέγεθος. καὶ ὅτι πολλάκις τοὺς

ὄνους κάνθωνας καὶ κανθηλίους καλοῦσιν. ἀστράβαι δέ φησιν, οἱ καταμόνας

σωματηγοῦντες ἡμίονοι. καὶ ἀστραβηλάται, οἱ αὐτοὺς ἐλαύνοντες. ὑποζυγίαι δὲ, οἱ

ὑφ' ἁμάξαις ζευγνύμενοι. βοῶν δέ φησι, ταῦροι μὲν οἱ τέλειοι καὶ ἐνόρχαι. ὧν οἱ

χαλεπώτατοι καὶ δι' ἀκμὴν μονάζοντες ἀτιμαγέλαι καλοῦνται, αἱ δὲ θήλειαι βόες

μόνον, τὰ δὲ νέα, δάμαλαι. καὶ δαμάλιες. καὶ μόσχοι. καὶ πόριες. καὶ πόρτιες. καὶ

πόρτακες. λέγει δὲ καὶ ὅτι κατὰ τὴν δάμαλιν Σοφοκλῆς ἔφη γηγενῆ βούβαλιν. καὶ

Αἰσχύλος, λεοντοχόρταν βούβαλιν νεαίτερον. καὶ ὅτι αἶγες καὶ ὄϊες θήλειαι κέρατα

πολλάκις ἔχουσαι κεράδες καλοῦνται. σὺν δὲ ἄλλοις διαφόροις παραδίδωσι καὶ ὅτι

λεόντων μὲν τὰ νεογνὰ σκύμνοι καὶ λεοντιδεῖς καλοῦνται. παρδάλεων δὲ, σκύμνοι

καὶ πορδαλιδεῖς. ἄρκτων δὲ, σκύμνοι καὶ ἄρκιλοι. βουβάλων δὲ, πῶλοι. κυνῶν δὲ καὶ

λύκων, σκύλακες. ὑστρίχων δὲ καὶ τῶν τοιούτων, ὄβρια καὶ ὀβρίκαλα. ὧν χρῆσις καὶ

παρ' Αἰσχύλῳ ἐν Ἀγαμέμνονι. ἔμβρυα δέ τινα καὶ ἀρτιγενῆ δὲ, ψάκαλα λέγει

καλεῖσθαι, καὶ ὀρταλίχους. ὅθεν καὶ φησὶ παρὰ Σοφοκλεῖ ψακαλοῦχοι αἶγες μητέρες

τ' ἐπιμαστίδιον γόνον ὀρταλίχων ἀναφαίνοιεν. καὶ οὕτω μὲν ἔχει τὰ τοιαῦτα. ἐν δὲ

τοῖς ὡς προείρηται κατ' Ὅμηρον σημείωσαι ὡς εἰ καὶ ἀπὸ τοῦ ἄρδω ἄρσω ἡ ἕρση

γίνεται, ἀλλὰ δασύνεται παρὰ Ἀττικοῖς. ὡς δηλοῖ καὶ τὸ, λωθόνθ' ἑρσήεντα. (ῃερς.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

383

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!