18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

καὶ ὁ εὐρυκρείων. ὡς γὰρ χῶ χαίνω. βῶ βαίνω. ῥῶ ῥαίνω. κῶ καίνω. σέω σῶ σαίνω,

οὕτω καὶ κρῶ κραίνω. Τὸ δὲ τρισκαιδέκατος, διφορεῖται κατὰ τὴν ἄρχουσαν. καὶ ἡ

μὲν διὰ τοῦ ˉι γραφὴ κοινοτέρα μὲν, οὐκ εὐαπολόγητος δὲ, διὰ τὴν ἐξ ἐπιῤῥήματος

καὶ ὀνόματος σύνθεσιν ἀσυνήθη οὖσαν καὶ ἔξω ἀναλογίας. ἡ δὲ διὰ διφθόγγου

ἀναλογώτερον ἔχει. ὡς γὰρ ἐκ τοῦ τέσσαρες καὶ τοῦ δέκα, ὁ τεσσαρεσκαιδέκατος,

ὁμοίως δὲ καὶ ἐπὶ ἄλλων τοιούτων, οὕτω καὶ ἐκ τοῦ τρεῖς καὶ τοῦ δέκα, ὁ

τρεισκαίδεκα. ὅθεν ὁ τρεῖς καὶ δέκατος. εἰ δὲ διὰ τοῦ ˉι γράφεται ὁ τρισκαίδεκα καὶ ὁ

τρισκαιδέκατος ὡς ἐκ τοῦ τρὶς ἐπιῤῥήματος, ὥρα λοιπὸν καὶ τετρακισκαιδέκατον

λέγειν τὸν τεσσαρεσκαιδέκατον. καὶ τὰ ἐφεξῆς δὲ οὕτω κατὰ ὁμοίαν ἔφοδον. ἀλλὰ

τοῦτο μὲν ἐς τοσοῦτον διὰ τοὺς πολλούς. ὁ δὲ Ἀλκίνοος οὐκ ἂν ἐλάττων εἴη τῶν

ἄλλων ὡς τρισκαιδέκατον ἑαυτὸν ἀριθμήσας κατὰ μετριότητα ἐπιεικῆ. ἄλλως γὰρ

ἔγνωσται ὡς ἐξ αὐτοῦ πᾶν ἔργον ἔπος τε ἤρτηται. διὸ καὶ εἰς τὸν αὐτοῦ οἶκον οἱ

λοιποὶ συνάγονται καὶ οἷς λέγει πείθονται. καὶ τὰ δῶρα πάντα κελεύσαντος

φέρονται ἤγουν φέρουσιν ἀολλέα κατὰ τὸ, φερώμεθα πάντα. ὄφρα, φησὶν, ἐν χερσὶ

ξεῖνος ἔχων ἐπὶ δόρπον ἴῃ χαίρων ἐνὶ θυμῷ. (ῃερς. 423.) ὁ δ' αὐτὸς ἐπιτάσσει καὶ τῇ

γυναικὶ Ἀρήτῃ μετ' ὀλίγα, (ῃερς. 423.) οὕτω. δεῦρο γύναι φέρε χηλὸν ἀριπρεπέα ἥτις

ἀρίστη, ἐν δ' αὐτῇ θὲς φᾶρος ἐϋπλυνὲς 1.307 ἠδὲ χιτῶνα. καὶ ἐκείνη εὐθὺς ξείνῳ

περικαλλέα χηλὸν ἐξέφερε θαλάμοιο. τίθει δ' ἐνὶ κάλλιμα δῶρα, ἐσθῆτα χρυσόν τε.

τά οἱ Φαίηκες ἔδωκαν. (ῃερς. 441.) ἐν δ' αὐτῇ φᾶρος θῆκε καλόν τε χιτῶνα. ἐνθεμένη

δηλαδὴ καὶ αὐτὰ, ὡς δῶρον οἰκεῖον. καὶ οὕτω ποιήσασα φησὶ πρὸς Ὀδυσσέα. (ῃερς.

443.) αὐτὸς νῦν ἴδε πῶμα ὅ ἐστι τὸ σκέπασμα τῆς χηλοῦ. θοῶς δ' ἐπὶ δεσμὸν ἴηλον.

μήτις καθ' ὁδὸν δηλήσεται, ὁπότ' ἂν εὕδῃσθα γλυκὺν ὕπνον ἰὼν ἐν νηῒ μελαίνῃ.

ἀκούσας δὲ Ὀδυσσεὺς, αὐτίκα ἐπήρτυε πῶμα, θοῶς δ' ἐπὶ δεσμὸν ἴηλε ποικίλον. ὅν

ποτέ μιν (ῃερς. 448.) δέδαε φρεσὶ πότνια Κίρκη. τουτέστιν ἐδίδαξεν. ὥς που καὶ ἐν

Ἰλιάδι Ἄρτεμις δέδαέ τινα κυνηγετεῖν. ἀσφαλὴς δὲ ὡς εἰκὸς ἦν ὁ τοιοῦτος δεσμός.

καὶ δύναται καὶ εἰς παροιμίαν κεῖσθαι ὁ τοῦ Ὀδυσσέως δεσμὸς, ἐπὶ τῶν

σφραγιζομένων ἀσφαλῶς. παλαιὸν δέ φασιν ἔθος ἦν, κατασφαλίζεσθαι δεσμοῖς. ἡ

κλεὶς γὰρ, νεωτέρων. καὶ Λακώνων εὕρημα. καὶ ἔστιν ἀσφαλέστερον δεσμοῦ

ποικίλου, τὸ κλειδίον. καὶ μάλιστα τὸ κακοηθέστατον. ὃ μισοῦσιν αἱ παρὰ τῷ

κωμικῷ δειπνολόχοι γυναῖκες. (ῃερς. 395.) Ὅρα δὲ ὡς πάνυ ἐφολκὸν ἡ τῆς ἐλπίδος

ἔκβασις. διὸ καὶ ὁ βασιλεὺς Ἀλκίνοος οὐκ ἀφίησι τὸν ξένον ἐλπίζειν, ἀλλ' εἰς ὄψιν

ἄγει τὰ δῶρα ἵνα ἰδὼν χαίρῃ. (ῃερς. 393.) Τὸ δὲ ἐνεῖκε καὶ τὸ ἐνείκατε καὶ τὰ

τοιαῦτα, δίχα μὲν προθέσεως, ἐπὶ τοῦ φέρειν καὶ κομίζειν λέγεται. μετὰ δὲ

προθέσεων γίνονταί τινες ἐν τούτοις διαφοραί. οἷον. συνενεγκεῖν μὲν λέγεται, τὸ

λυσιτελεῖν. συνδιενεγκεῖν δὲ, τὸ συνδιαβαστάσαι φορτίον ἢ καὶ φροντίδα τινά.

διενεγκεῖν δὲ, τὸ διαφέρειν. περιενεγκεῖν δὲ, τὸ κύκλῳ ἀγαγεῖν. μετενεγκεῖν δὲ, τὸ

μετακομίσαι. παρενεγκεῖν δὲ, τὸ παραγαγεῖν. τὸ δ' αὐτὸ καὶ ἐπαγαγεῖν. ὑπενεγκεῖν

δὲ, τὸ ὑπομεῖναι. ὑπερενεγκεῖν δὲ, τὸ ὑπερτερῆσαι καὶ ὑπέρθεν φέρεσθαι.

εἰσενεγκεῖν δὲ, τὸ εἴσω ἀγαγεῖν. οὗ ἀνάπαλιν τὸ ἐξενεγκεῖν. τὸ μέντοι ἀνενεγκεῖν,

ἔχει πλείω τινὰ διατριβήν. ὅτι μὲν γὰρ ἀνενεγκεῖν λέγεται καὶ τὸ ἀναγαγεῖν τι καὶ τὸ

ἀναβῆναι, δηλοῖ τὸ, εἰς τὸ κωρύκιον ἀνενείκαντο, ἤγουν ἀνέβησαν. καὶ τὸ, ἐς

σπάρτην ἀνενείκαντο καὶ αὐτοὶ ἀνέβησαν. Ὅτι δὲ καὶ ἀντὶ τοῦ ἀνέπνευσε κεῖται

κατὰ Παυσανίαν, δηλοῖ Θεόπομπος. εἰπών. ἄφωνος ἐγένετο. ἔπειτα μέντοι πάλιν

ἀνηνέχθη. καὶ Ἡρόδοτος. ἐκπλαγεὶς δὲ τούτοισιν, ἐπὶ χρόνον ἄφθογγος ἦν. μόγις δέ

τε ἀνενεχθεὶς, εἶπε. καὶ πάλιν. ἀνενεγκάμενόν τε καὶ ἀναστενάξαντα ἐκ πολλῆς

ἡσυχίας. κατὰ ταυτὸν τῷ, μνησάμενος δ' ἀνενείκατο φώνησέν τε. οἱονεὶ ἀνέπνευσε

καὶ ἀνεστέναξε. λέγεται δέ τις καὶ ἐκ νόσου ἀνενεγκεῖν, καὶ ἐκ παραφροσύνης. ὃ καὶ

ἀναφέρειν λέγεται. ἡ δὲ ἐν τῷ ἀνενείκατο ἀνηνέγκατο τροπὴ τοῦ ˉι εἰς ˉν, καὶ ἐπὶ

ἄλλων ἐφάνη γίνεσθαι. ὡς καὶ ἐπὶ τοῦ αἰεὶ αἰέν. φαεινὸν φαεννόν. κλεεινὸν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

349

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!